Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Λειτουργικὸν ὑπόμνημα (Νόθος)
Ο λειτουργικός ρόλος του επισκόπου και τα ιερά Αναγνώσματα
Η άνοδος του αρχιερέα στο σύνθρονο, η ευλογία και η ερμηνεία των αποστολικών και ευαγγελικών αναγνωσμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο λειτουργικός ρόλος του επισκόπου και τα ιερά Αναγνώσματα
Η άνοδος του αρχιερέα στο σύνθρονο, η ευλογία και η ερμηνεία των αποστολικών και ευαγγελικών αναγνωσμάτων.
ιϛʹ. Μετὰ δὲ τὸ Τρισάγιον ἀνέρχεται ὁ ἀρχιερεὺς ἐν τῷ συνθρόνῳ βασταζόμενος ὑπὸ τῶν διακόνων ὡς ἀγγέλων, συνερχομένων καὶ τῶν ἱερέων, καθὼς οἱ ἀπόστολοι συνῆλθον τῷ Ἰησοῦ ἐν τῷ ὄρει τῆς μεταμορφώσεως· δηλοῖ δὲ τὴν ἐκ γῆς πρὸς οὐρανὸν ἄνοδον, καὶ τὴν ἐκ τῆς γῆς χαμερποῦς πολιτείας τῶν Ἰουδαίων μετάθεσιν· ὡς ἐντεῦθεν δηλαδὴ μετὰ τὴν ἀνάδειξιν τοῦ βαπτίσματος ἀρχὴν λαβούσης τῆς χάριτος. Τὸ δὲ καθίζειν ἐν τῷ συνθρόνῳ, δηλοῖ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ τὴν σάρκα ἣν ἐφόρεσεν, καὶ τὸ πρόβατον ὃ ἔλαβεν ἐπὶ τῶν ὤμων, ὅπερ σημαίνει τὸ ὠμοφόριον, ὅ ἐστι τὸ Ἀδαμιαῖον φύραμα, ἀνεβίβασεν ὑπεράνω πάσης ἀρχῆς καὶ δυνάμεως καὶ κυριότητος, καὶ προσήγαγεν αὐτὸ τῷ Θεῶ καὶ Πατρί· ἐπειδὴ γὰρ τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη, τουτέστι τὸ πρόσλημμα διὰ τὴν ἀξίαν τοῦ προσενεγκόντος καὶ τὴν καθαρότητα τοῦ προσενεχθέντος, ἐδέξατο αὐτὸν ὁ Πατὴρ καὶ Θεὸς ὡς θυσίαν καὶ προσφορὰν εὐάρεστον ὑπὲρ τοῦ ἀνθρωπίνου γένους· ἢ καθέζονται ἐν τῷ συνθρόνῳ, κατὰ τὸν προφήτην Δαβὶδ, ὅτι ἐκεῖ ἐκάθητο θρόνον εἰς κρίσιν. Ἐν τῷ δὲ ἑστάναι αὐτοὺς ἐν τῷ συνθρόνῳ, δεικνύων ὁ ἀρχιερεὺς τῷ λαῷ τὴν θείαν μεταμόρφωσιν, ἐκτείνας τὴν χεῖρα σφραγίζει τρίτον τοὺς ἱερεῖς, καθὼς ὁ Χριστὸς τοὺς αὑτοῦ μαθητάς.
ιζʹ. Τοῦ δὲ Τρισαγίου πληρωθέντος, σφραγίζει τὸν λαὸν ὁ ἱερεὺς λέγων, «Εἰρήνη πᾶσι,» τουτέστι Εἰρηνεύετε ἐν ἀλλήλοις παριστάμενοι ἐν τῇ θείᾳ τραπέζῃ. Ἡ δὲ σφραγὶς ἣν εἴωθε ποιεῖν ὁ ἀρχιερεὺς ἐν τῷ τέλει τοῦ Τρισαγίου, εἰς πλήρωσιν μὲν καὶ οἱονεὶ ἐκσφράγισμα τῶν περὶ Χριστοῦ προηγορευμένων προφητικῶν φωνῶν χαρακτηρίζεται· ἡ γὰρ αὐτοῦ διὰ σαρκὸς παρουσία σφραγὶς ἐγένετο ἐπικυροῦσα τὰ ὑπ’ ἐκείνων προηγορευμένα ὡς ἀληθῆ· αὕτη δὲ καὶ εἰς ἀρχὴν τῶν θεοπρεπῶν ἔργων καὶ τοῦ ἀνθρωπίνου γένους ἀνάπλασιν τέτακται· ἀρκέσει δὲ ἡ σφραγὶς καὶ εἰς εἰρήνην, ἥτις τὰς τότε μερικὰς ἀρχὰς κατέλυσε, καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἔθνεσιν ἐβράβευσε· πρὸς δὲ τὰ ἐπίγεια καὶ οὐράνια ὁ Χριστὸς ὁ τῆς εἰρήνης Πατὴρ εἰς ἑνότητα ἤγαγε καὶ μετὰ τὸ καθίσαι μετὰ τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης, ἀναγινώσκεται τὸ λεγόμενον προκείμενον φερωνύμως ὀνομασθέν· πρόκειται γὰρ πάντων τῶν συμβολαίων τῆς χάριτος τῆς νέας· μηνύει οὖν τὴν τῶν προφητῶν ἐκφαντορίαν, τὴν προμήνυσιν τῆς παρουσίας Χριστοῦ τοῦ Θεοῦ.
Μετὰ ταῦτα ἀνέρχεται ὁ Παῦλος ὥσπερ τις στρατιώτης, καὶ τὴν οἰκείαν διδασκαλίαν τῷ πλήθει διατρανοῖ, ἤγουν τῶν ἀποστολικῶν πραγμάτων ἀνάγνωσιν, καὶ τῶν Ἐπιστολῶν αὐτῶν παρίστησι τὴν ἐκλογὴν, καὶ τὸ τέλος τῶν ὑποσχέσεων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ἐξ ὧν ἡ δύναμις τούτου καὶ τὸ ἀδιάπτωτον τῆς ἀληθείας συνίσταται· ἔφη δὲ πρὸς αὐτοὺς, «Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων·» ὅρα τοίνυν πῶς τὸν κόσμον ὅλον ἐζώγρησαν ἐκ τοῦ βυθοῦ τῆς πλάνης καὶ οἱ ἁλιεῖς καὶ ἀγράμματοι.
ιηʹ. Εἶτα μετὰ τὴν ἀνάγνωσιν τοῦ Ἀποστόλου, ὁ Δαβὶδ ᾄδει τὸ Ἀλληλούϊα· δηλοῖ τὸ μὲν ἂλ, ἐφάνη· τὸ δὲ ἢλ, ὁ Θεός· τὸ οὔϊα, αἰνεῖτε τὸν ζῶντα Θεόν. —Τὸ ὠμοφόριον ἀφαιρεῖται τοῦ ἀρχιερέως εἰς τὸ ἔσχατον Ἀλληλούϊα, εἰς ἀπόδειξιν τοῦ πληρωθῆναι τὸν νόμον, καὶ τοῦ τὸν ἀρχιερέα ἱερουργεῖν τὴν νέαν χάριν. Ὁ δὲ θυμιατὸς, ὁ ἐν τῷ καιρῷ τοῦ Ἀλληλούϊα μετὰ θυμιάματος κινούμενος, τὴν χάριν δηλοῖ τοῦ ἁγίου Πνεύματος τὴν δεδομένην τοῖς μαθηταῖς ὅτε τούτους ἀπέστειλε τοῦ ἰᾶσαι πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν Ἰσραήλ. Μετὰ τὸ Ἀλληλούϊα λαβὼν ὁ ἱερεὺς ἢ ὁ διάκονος τὸ ἄχραντον Εὐαγγέλιον, ὡς ἄγγελος ἀποσταλεὶς, μετὰ τῆς θείας κελεύσεως ἀνέρχεται εἰς τὸν ἄμβωνα καὶ πληροῖ τὴν προφητείαν Ἡσαΐου τὴν λέγουσαν, «Ἐπ’ ὄρους πεδινοῦ ἄρατε σημεῖον.» Ἡ ἔκτασις τῶν χειρῶν τοῦ πλήθους δείκνυσι τὴν εὐχαριστίαν ὡς ἀξιωθέντος τοιούτων θαυμάτων. Ὁ δὲ ἱερεὺς ἀναπτύσσει τὴν κέλευσιν μετὰ φρίκης, καὶ ἀναγγέλλει ταύτην τῷ λαῷ· μετὰ σιγῆς ἱσταμένων, καθὼς Μωϋσῆς καὶ Ἠλίας καὶ πάντες οἱ προφῆται, ὁμιλοῦντος αὐτοῖς τοῦ Θεοῦ, καὶ τοῖς ἀποστόλοις λέγοντος, «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.» Μετὰ δὲ τὴν ἀνάγνωσιν πτύξας αὐτὴν ὁ ἀναγνοὺς, μετέρχεται διδοὺς πᾶσιν ὡς υἱοῖς ἀσπάζεσθαι αὐτήν.
Τὸ Εὐαγγέλιόν ἐστι μηνυτικὸν τῆς παρουσίας Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ, καθ’ ἣν ὡράθη ἡμῖν οὐ δι’ αἰνιγμάτων, ἀλλ’ ἐμφανῶς· δηλοῖ οὖν αὐτοῦ τοῦ Χριστοῦ τοὺς λόγους, τὰς ἐντολὰς, τοὺς νόμους οὓς ἡμῖν ἔθετο, τὰ πάθη, τὴν ταφὴν, τὴν ἀνάστασιν, καὶ αὐτὴν τὴν ἀνάγνωσιν· τῶν γὰρ θαυμάτων οἱ εὐαγγελισταὶ ὀλίγους ἐποιήσαντο λόγους, ἐνὶ ῥήματι πλήθη ἄπειρα θαυμάτων παραδηλώσαντες.
ιθʹ. Τέσσαρα δὲ τὰ Εὐαγγέλια κατὰ τὰ τετράμορφα ζῶα, ἐν οἷς κάθηται ὁ τῶν ὅλων Θεὸς, πρὸς ὃν ἀναφέρεται ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ· ὧν τέσσαρα φαινόμενα πρόσωπα, τὸ πρῶτον ὅμοιον λέοντι, τὸ δεύτερον ὅμοιον μόσχῳ, τὸ τρίτον ὅμοιον ἀνθρώπῳ, τὸ τέταρτον ὅμοιον ἀετῷ· τὸ μὲν οὖν πρῶτον τοῦ λέγοντος τὸ ἔμπρακτον αὐτοῦ καὶ ἡγεμονικὸν χαρακτηρίζει· τὸ δὲ δεύτερον τὴν ἱερουργικὴν τάξιν ἐμφαίνει· τὸ τρίτον τὴν κατὰ ἄνθρωπον αὐτοῦ παρουσίαν καὶ φανέρωσιν διαγράφει· τὸ τέταρτον ὅμοιον ἀετῷ πετομένῳ τὴν τοῦ ἁγίου Πνεύματος ἐφιπταμένην δύναμιν σαφηνίζει. Τὸ μὲν οὖν κατὰ Ἰωάννην Εὐαγγέλιον τὴν ἀπὸ τοῦ Πατρὸς ἡγεμονικὴν αὐτοῦ καὶ πρακτικὴν καὶ ἔνδοξον γέννησιν διηγεῖται· γράφει γὰρ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Τὸ δὲ κατὰ Λουκᾶν, τὸν τοῦ ἱεραρχικοῦ χαρακτῆρος τύπον παρίστησιν· ἀπὸ γὰρ τοῦ Ζαχαρίου ἱερέως θυμιῶντος ἄρχεται·
Ματθαῖος δὲ τὴν κατὰ σάρκα γέννησιν αὐτοῦ διηγεῖται· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ·» ἀνθρωπόμορφον δὲ τοῦτο τὸ Εὐαγγέλιον. Μάρκος δὲ ἀπὸ τοῦ προφητικοῦ Πνεύματος τοῦ ἐξ ὕψους ἐπιόντος τοῖς ἀνθρώποις τὴν ἀρχὴν ἐποιήσατο λέγων· «Ἀρχὴ τοῦ Εὐαγγελίου, ὡς γέγραπται ἐν προφήταις·» τὴν πτερωτὴν εἰκόνα τοῦ Εὐαγγελίου διὰ τούτου δεικνύς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.