Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν Ὑπαπαντήν

Σωφρόνιος Ἱεροσολύμων

Η μαρτυρία της προφήτιδος Άννας και ο πνευματικός συμβολισμός των προσφορών στον Ναό

Η προφητική διακήρυξη της Άννας για τη λύτρωση του Ισραήλ. Αλληγορική ερμηνεία των προσφερόμενων πτηνών, τα οποία συμβολίζουν τις αρετές του βίου καθώς και τις δύο φύσεις του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 5

παρίσταται δὲ καὶ Ἄννα τῷ πράγματι γηραιοῖς βαδίζουσα γόνασιν· ἐκάλει γὰρ καὶ αὐτὴν τὸ μυστήριον προφητείας χάριν πληροῦσαν, ὅπως καὶ αὐτὴ προφητικῶς μαρτυρήσειεν, ὡς “ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ” καὶ ὡς “ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ”, καὶ ὡς οὐκ ἔτι νόμος ὡς ἐν σκιᾷ καὶ τύπῳ κρατήσειεν “φορτία” τοῖς ἀνθρώποις παρέχων “δυσβάστακτα”, πᾶσιν ἐκκαλυφθείσης τῆς χάριτος τῆς “χρηστὸν” μὲν ἐχούσης “τὸν ζυγὸν καὶ τὸ φορτίον ἐλαφρὸν” καὶ εὐβάστακτον, καὶ ὡς οὐκ ἔτι προφῆται περὶ Χριστοῦ προφητεύουσιν ἐλθόντος αὐτοῦ τοῦ τὰς προφητείας αὐτοῖς ἐπιπνεύσαντος καὶ προφητεύειν αὐτὸν ἀποστείλαντος. ἃ καὶ ἡ Ἄννα προφητικῇ διαλάμπουσα χάριτι “τοῖς προσδεχομένοις τὴν Ἰσραὴλ λύτρωσιν” φάσκουσα θεόσδοτον αὐτοῖς ἐνεγέννα παράκλησιν, ὅτι περ ὁ τοῦ παντὸς λυτρωτὴς παραγέγονεν καὶ τῶν πάντων ὁ σωτὴρ πεφανέρωται τῆς ἰδίαν εἰκόνα λυτροῦσθαι βουλόμενος καὶ σῴζειν τὸ πλάσμα θέλων ὃ ἔπλασεν. διὰ τοῦτο γὰρ ὁ Χριστὸς Ἰησοῦς ὀνομάζεται, ἐπειδὴ καὶ σωτὴρ ὁ Ἰησοῦς ἑρμηνεύεται· τούτων δὲ πάντων γιγνομένων τοῖς πράγμασιν καὶ λεγομένων τοῖς ῥήμασιν ἥ τε θεομήτωρ Μαριὰμ ἐξενίζετο καὶ ὁ συμπαρὼν Ἰωσὴφ ἀπεθαύμαζεν.

ὅμως τὰ δεδογμένα τῷ νόμῳ τελέσαντες, ἐπεί περ ἅπαντα τοῦ νόμου πληροῦν ὁ Χριστὸς παρεγένετο καὶ διδόναι παῦλαν τοῖς νόμου προστάγμασιν, εἰς Ναζαρὲθ ἐπανέρχονται, ἔνθα καὶ πρὸς τοῦ ἀρχαγγέλου Γαβριὴλ εὐηγγελίσατο ἡ τὸν σωτῆρα τῷ κόσμῳ γεννήσασα, ἐξ ἀσπόρου μὲν συλλήψεως κυοῦσα, παρθένος δὲ μετὰ γέννησιν μένουσα καὶ πᾶσι δεικνῦσα τοῖς βλέπουσιν ὡς ἐγνωρίσθη θεοῦ τὸ σωτήριον καὶ τὸ φῶς τοῖς ἔθνεσιν ἔλαμψεν, καὶ ὡς θεοῦ δικαιοσύνη καὶ λύτρωσις πᾶσι τῆς γῆς ἐφάνη τοῖς πέρασιν, καὶ δόξαν τοὺς δεδεγμένους ἐνέδυσε θεϊκὴν ὁμοῦ καὶ ἀίδιον καὶ ῥεῦσιν καὶ φθορὰν οὐ γιγνώσκουσαν. τί δὲ καὶ τρυγόνες ἐβούλοντο ἢ τίνος ἕνεκεν τῶν περιστερῶν οἱ νεοττοὶ παρελήφθησαν, ἅ περ Χριστὸς εἰσιὼν εἰς Ἱεροσόλυμα παραστῆναι θεῷ τῷ τεκόντι εἰς θυσίαν προσέφερεν; ἢ ὅτου χάριν ζεῦγος ἓν ἀπὸ θατέρου γένους προσήνεγκεν, ἢ ἡ τοῦτον γεννησαμένη παρθένος ὑπὲρ αὐτοῦ τῷ πατρὶ προσεκόμιζεν; καθαρὰ μὲν γὰρ τὰ ζῷα διέγνωσται κἀν τοῖς πετηνοῖς ὑπάρχει διάσημα· ἀλλ’ εἰ καὶ ἄμφω καθαρά τέ ἐστι καὶ ἀβέβηλα, ὅμως τούτων γένος ἑκάτερον ἀρετὴν ἰδιάζουσαν κέκτηται καὶ ἐξαίρετόν τι καὶ παρὰ τὰ ἕτερα ἔκκριτον προσεμπεφυκὸς αὐτῷ δείκνυσιν ὄρνεα, οὐ μικρὰν εἰσάγον τὴν ὄνησιν τοῖς πνευματικῶς αὐτὸ θεωρεῖν ἐξισχύουσιν.

τοῦ γὰρ νόμου τὸ θέσπισμα οὐ μέχρι μόνου τοῦ γράμματος ἕστηκεν, ἀλλ’ ἔχει τι καὶ κρυπτόμενον ὃ τοῦ φαινομένου τυγχάνει λαμπρότερον καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τιμαλφέστατον. διὰ τοῦτο τὸ μὲν γράμμα ἀποκτένει τὸν μόνῳ κατακολουθοῦντα τῷ γράμματι, τὸ δὲ πνεῦμα ζῳοποιεῖ τὸν καλῶς πειθαρχοῦντα τῷ πνεύματι· καὶ τὸ γράμμα μὲν τρόπον τινὰ διαρρήγνυται * * σκεπάσματος εἰς τὸ βάθος τε διεισδῦνον καὶ τὸν ἐκεῖ κεκρυμμένον θησαυρὸν ἀνιμώμενον καὶ τοῦτο πλοῦτον ἀδιάρρευστον τεῦχον. καθαρὰ μὲν ἦν τὰ ὀρνίθια, αἱ τρυγόνες καὶ αἱ περιστεραί, καθὼς λέλεκται· ἀλλ’ αἳ μέν εἰσιν σωφρονέσταται καὶ οὕτω τὴν σωφροσύνην ἀσπάζονται, ὡς εἰ τύχοι θανεῖν τὸν ὁμόζυγον, ἑτέρῳ συνελθεῖν μὴ ἀνέχεσθαι ἀλλὰ βίον λοιπὸν διώκειν τὸν ἄζυγα καὶ χηρείᾳ μᾶλλον σεμνύνεσθαι ἢ τὴν πρὸς ἕτερον ἄρρενα γαμικὴν συνάφειαν καταδέχεσθαι· αἳ δὲ πονηρίας εἰσὶ καθαρώταται καὶ κακίας πάσης ἀμέτοχοι, δι’ ὃ καὶ “ἀκεραίους” αὐτὰς Χριστὸς ἐπωνόμασεν διὰ τὸ αὐτῶν ἁπλοῦν καὶ ἀπόνηρον· ὥστε καὶ διωκόμεναι πρός τινος πάλιν ὡς αὐτὸν εὐθὺς ἐπανέρχονται ὡς κακὸν οὐδὲν ὑπομείνασαι· ὃ σημεῖόν ἐστι καὶ τεκμήριον ἀκακίας ἄκρας καὶ πολλῆς ὡς εἰπεῖν ἀφελότητος. καὶ αἳ μέν εἰσιν ἰδιαστικαὶ καὶ φιλέρημοι αἱ τρυγόνες αἱ φίλαγνοι· αἳ δὲ κοινωνικαὶ καὶ φιλήμεροι αἱ περιστεραὶ αἱ ἀπόνηροι, οὐ μὴν ἀλλὰ καὶ φιλάνθρωποι.

καὶ πειθέτω σε περιστερὰ πολυέραστος πρὸς Νῶε καὶ τὴν κιβωτὸν ἀναζεύξασα καὶ φύλλον ἐλαίας τῷ στόματι φέρουσα καὶ δηλοῦσα κυρίου τὸν ἔλεον καὶ τοῦ κατακλυσμοῦ τὴν ἀπόπαυσιν, μυστικῶς δὲ καὶ ὡς ἐδόκει τῷ πατρὶ καὶ τῷ πνεύματι, καὶ Χριστοῦ τὴν φιλάνθρωπον ἄφιξιν, ἣν ἐν ἐσχάτοις καιροῖς ἐπιδείξοιτο διὰ στοργὴν πολυέλεον· ἑσπέρα γὰρ καὶ ἐτύγχανεν, ὅτε πρὸς Νῶε μετὰ τὸν γενάρχην Ἀδὰμ δεύτερον βίου γεννήτορα φυλλοκομοῦσα προφητικῶς ἐπανέκαμψεν καὶ τὸν ὀψὲ τοῦ καιροῦ εἰς ἡμᾶς γενησόμενον Χριστοῦ τοῦ θεοῦ προανήγγειλεν ἔλεον. βούλεται οὖν Χριστὸς ἐμφανέστατα τοὺς ἑαυτοὺς αὐτῷ προσκομίζοντας σωφροσύνης ἔχειν ἁγνότητα καὶ ἀκακίας φρονεῖν τὸ ἀγλάισμα καὶ τούτοις μᾶλλον λαμπρύνεσθαι καὶ Χριστὸν αὐτὸν εὐφραίνειν τὸν κτίσαντα καὶ σῴζειν αὐτοὺς ἀφικόμενον δι’ ἣν ἔσχεν πρὸς ἀνθρώπους συμπάθειαν, ὅπως ἥδοιτο καὶ ἀγάλλοιτο καὶ συναντῶντας αὐτοὺς ἀσμένως προσδέχοιτο· οὐδενὶ γὰρ οὕτω θεὸς θεραπεύεται ὡς σωφροσύνῃ τε καὶ ἁγνότητι καὶ ἀκακίας πάσης ἀκρότητι· καλὸν δὲ καὶ τὸ ἐρημικὸν καὶ μονότροπον καὶ σάλου πραγμάτων ἐλεύθερον καὶ θεῷ προσανέχειν ὡς δύναμις, καὶ σχολαιοτέρως συνάπτεσθαι ὑπ’ οὐδενὸς παντελῶς ἀνθελκόμενον καὶ εἰς περισπασμοὺς κοσμικοὺς κατασπώμενον.

οἷς καὶ λέγων ἐν μελῳδίαις πεφώραται “Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι θεός”, ὡς τοῖς αὐτῷ μονοτρόποις σχολάζουσιν ἀεὶ φιλῶν ἐμφανίζεσθαι καὶ γνῶσιν χαρίζεσθαι τῆς αὐτοῦ φωτιστικῆς ἁγιότητος. καλὸν δὲ ὁμοίως ἐστὶ καὶ τὸ ἥμερον καὶ κοινωνικὸν καὶ φιλάλληλον, δι’ οὗ τις κατορθῶσαι δυνήσεται καὶ τὸν πρὸς τὸν πέλας συμπαθέστατον ἔλεον, καὶ τὸ τούτῳ φυσικῶς συνημμένον φιλάνθρωπον, ὅ περ μεγάλη πρὸς θεὸν ἀφομοίωσις πέφυκεν. διὰ τί δὲ διττὰ τὰ πτηνὰ προσαγήοχεν; οὕτω γὰρ ὁ νόμος προσφέρειν ἐπέτρεπεν, ἐπειδὴ εἷς καὶ ὁ αὐτὸς ὑπάρχων Χριστὸς διπλοῦς ὡρᾶτο ταῖς φύσεσιν, ἐκ δύο μὲν φύσεων ἔχων τὴν ἕνωσιν καὶ ἐν δυσὶ δὲ γνωριζόμενος φύσεσιν ἄνευ μερισμοῦ καὶ συγχύσεως θεότητός τε καὶ ἀνθρωπότητος, ἐξ ὧν καὶ συντέθειτο. διπλοῖ δὲ καὶ ἡμεῖς αὐτοὶ καθεστήκαμεν, ἐκ ψυχῆς συνεστῶτες καὶ σώματος, καὶ ἐν ψυχῇ πεφηνότες καὶ σώματι, ἵνα καὶ ἀμφοῖν τὸ καλὸν ἐργαζώμεθα καὶ μὴ θατέρῳ μὲν μέρει τὴν ἀρετὴν ἐξανύωμεν, θατέρῳ δὲ μέρει χωλεύωμεν καὶ τῆς τῶν ἀρετῶν ὑστερῶμεν φαιδρότητος. καὶ τοῦτο διδάσκων αὐτὸς ὁ κύριος ἔφασκεν ὁ πάσης ἀρετῆς δοτὴρ ἀγαθὸς γνωριζόμενος· “Γίνεσθε τέλειοι ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν”. τὸ γὰρ ἀτελὲς καὶ ἀπλήρωτον τάχα θεῷ καὶ ἀπρόσδεκτον γίνεται.