Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Σωφρόνιος Ἱεροσολύμων

Ποιμαντική προτροπή σε μετάνοια και πνευματική προσκύνηση της Βηθλεέμ

Αντιπαραβολή της βιβλικής πολιορκίας με τη σύγχρονη κατοχή από τους Σαρακηνούς και πρόσκληση σε νοερή μετάβαση και πνευματική λατρεία στους τόπους της Γεννήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 5

ἡμεῖς δὲ οἱ τὸν σωτῆρα Χριστὸν προσδεξάμενοι καὶ πίστει τῇ εἰς αὐτὸν λαμπρυνόμενοι καὶ τὴν Ἰουδαίων ἀπιστίαν μισήσαντες καὶ πατήσαντες ὡς βδελυρὰν καὶ παμβέβηλον εἰς ἅπαν αὐτῶν τὴν παράνοιαν, εἰς τὴν ἱερὰν δραμεῖν Βηθλεὲμ ἐφιέμενοι τήμερον καὶ τὸν λάκκον κατοπτεῦσαι τὸν ἔνθεον τὸν ἐν τῇ πύλῃ μυστικῶς θεωρούμενον (καὶ λάκκος γὰρ καὶ πύλη μυστικῶς ἡ θεομήτωρ παρθένος διώρισται ἡ τὸ ὕδωρ ἡμῖν γεννῶσα τὸ ζῶν καὶ ζωὴν τῷ κόσμῳ δωρούμενον) καὶ τὴν ἐν αὐτῇ φανεῖσαν σωτηρίαν θεάσασθαι (Χριστὸς <γὰρ> ὁ τόκον καθ’ ἡμᾶς ὑπομείνας ἀνθρώπινον σήμερον σωτηρία ἡμῶν ἐστιν καὶ ζωὴ καὶ ἐκλύτρωσις) παντελῶς οὐ δυνάμεθα· ἀλλ’ ἐπιθυμίαν μὲν καὶ δίψαν τὴν Δαβιτικῶς ἡμᾶς καταφρύγουσαν ἔχομεν, ἰδεῖν δὲ τὸ ὕδωρ, ὡς Δαβὶδ ὁ ἀοίδιμος, καὶ ἑστιᾶσαι μόνῃ τῇ θέᾳ τὴν ψυχὴν καὶ τὴν ὅρασιν Σαρακηνικῷ κωλυόμεθα δείματι·

Σαρακηνῶν γὰρ ἀθέων νῦν τὸ ὑπόστημα, ὡς ἀλλοφύλων τότε, τὴν θεσπεσίαν Βηθλεὲμ παρείληφε καὶ δίοδον ἡμῖν τὴν εἰς αὐτὴν παρασχεῖν οὐκ ἀνέχεται, ἀλλ’ ἀπειλεῖ τὴν σφαγὴν καὶ τὸν ὄλεθρον, εἰ τὴν ἁγίαν ταύτην πόλιν ἐξέλθοιμεν καὶ τῇ ποθουμένῃ ἡμῖν θειοτάτῃ Βηθλεὲμ προσπελάσαι τολμήσαιμεν. ὅθεν καὶ οὐ λύπης ἐκτὸς τὴν τοιαύτην πανήγυριν ἄγομεν, ἔσω πυλῶν αὐλιζόμενοι κἀν τούτῳ τῷ θεσπεσίῳ τῆς θεοτόκου νεῷ τὴν ἑορτὴν ἑορτάζοντες. διὸ παρακαλῶ καὶ πρεσβεύω καὶ δέομαι τῆς ὑμῶν ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ποθεινότητος, ἵνα ἑαυτούς, ὅση περ ἡμῖν ἐστι δύναμις, διορθωσώμεθα καὶ μετανοίᾳ λαμπρύνωμεν καὶ ἐπιστροφῇ καθαρίσωμεν καὶ τῶν μισητῶν ἔργων θεῷ τὴν φορὰν χαλινώσωμεν. οὕτω γὰρ εἰ βιώσαιμεν ὡς φίλον ἐστὶ θεῷ καὶ ἐράσμιον, τῶν ἀντιπάλων ἡμῶν Σαρακηνῶν τὴν πτῶσιν γελάσαιμεν καὶ τὸν ὄλεθρον οὐκ εἰς μακρὰν ἐσαθρήσαιμεν καὶ τὴν τελείαν ἀπώλειαν ἴδοιμεν.

ἥ τε γὰρ ῥομφαία αὐτῶν ἡ φιλαίματος εἰς τὰς καρδίας αὐτῶν εἰσελεύσεται, καὶ τὸ τόξον αὐτῶν συντριβήσεται, καὶ τὰ βέλη αὐτῶν αὐτοῖς ἐμπαγήσεται, καὶ καθαρὰν ἡμῖν τὴν ὁδὸν δειμάτων παρέξουσιν οὐδὲν ἄναντες ἢ ἀκανθῶδες ἢ δύσβατον ἔχουσαν, ἵνα καὶ ἡμεῖς ἀφοβώτατα καὶ ἀδειμαντότατα τρέχοντες τὸν τόπον τοῦ τόκου τῆς ζωῆς καταλάβωμεν, καὶ τὸ θεοδόχον ἄντρον φιλήσομεν καὶ φάτνην ἱερὰν προσκυνήσομεν καὶ τὴν πόλιν ταύτην τὴν θεοποιὸν ἀσπασόμεθα σὺν ποιμέσι χορεύοντες, σὺν μάγοις κραυγάζοντες, σὺν ἀγγέλοις δοξάζοντες ‘Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία’, ὅτι περ ‘ἀνατολὴ ἐξ ὕψους ἡμᾶς ἐπεσκέψατο καὶ τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἐπεφάνη καὶ εἰς ὁδὸν εἰρήνης ἡμῶν τοὺς πόδας κατηύθυνε’ καὶ ‘θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν’ καὶ ‘κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ’ ὁ θεὸς καὶ πατὴρ ὡς ἀγαθὸς καὶ φιλάνθρωπος ‘ἤγειρεν’ καὶ τὸν μονογενῆ υἱὸν δι’ ἀνθρωπίνης ἡμῖν γεννήσεως δέδωκε καὶ τὸν ἐπ’ ὤμων τὴν ἀρχὴν ἀίδιον ἔχοντα τὸν ὡς λόγον καὶ υἱὸν τῆς τοῦ πατρὸς ‘μεγάλης βουλῆς καλούμενον ἄγγελον’, τὸν ‘θαυμαστὸν’ θεοῦ τοῦ φύσαντος ‘σύμβουλον’, τὸν ἰσχυρὸν θεὸν καὶ ἀήττητον, τὸν τὴν ἐξουσίαν τῶν ὅλων ἐπέχοντα, τὸν εἰρήνης παντοίας κατάρχοντα καὶ τοῦ μέλλοντος αἰῶνος πατέρα καὶ ποιητὴν γνωριζόμενον, ὃν ἡ παναγία παρθένος καὶ πάναγνος ἐν γαστρὶ συλλαβοῦσα γεγέννηκεν, ἀνθρωπίνης σπορᾶς οὐκ ἰδοῦσα καὶ μίξεως, καὶ θεομήτωρ ἀληθῶς καὶ κυρίως κεκήρυκται, ὡς λόγον καὶ θεὸν σεσαρκωμένον καὶ Χριστόν, ὡς οὐ μόνον σαρκὶ χρισθέντα καὶ σώματι ἀλλὰ καὶ χρίοντα τοὺς πιστεύοντας πνεύματι καὶ σῴζοντα φερωνύμως τὰ σύμπαντα.