Ποῦ νῦν ἐστιν ὁ θεομάχος Νεστόριος, ὁ ἕνα τῆς μακαρίας τριάδος Χριστὸν ὁμολογεῖν μὴ βουλόμενος, ἀλλὰ ψιλὸν αὐτὸν εἰσηγούμενος ἄνθρωπον καὶ ἕνα τῶν καθ’ ἡμᾶς δυσφήμῳ διηγούμενος στόματι, καὶ διὰ τοῦτο οὐδένα τῆς τριάδος εἰπεῖν ἀνεχόμενος, ἀλλ’ ἕτερον παρὰ τὴν τριάδα βεβήλως δεχόμενος καὶ τετράδα προσώπων, ὡσαύτως δὲ καὶ ὑποστάσεων, λυττῶν τοῖς ληρήμασιν, ἵνα κἂν νῦν ὁ πανάθλιος ἔμαθεν, ὡς ὄντως τριὰς ἡ τριὰς καὶ τετρὰς οὐδέποτε γέγονεν, οὐδὲ μετέπειτα γίγνεται (εἷς γὰρ καὶ μόνος πατὴρ καθέστηκεν ἅγιος, καὶ εἶς υἱὸς πέφηνεν ἅγιος, καὶ πνεῦμα ἓν καὶ μόνον ἅγιον ἔγνωσται, καὶ διὰ τοῦτο ὁ μὲν πατὴρ βαπτιζομένῳ τῷ υἱῷ μεμαρτύρηκε, τὴν φυσικὴν αὐτῷ προσμαρτυρήσας ἀγάπησιν καὶ δι’ αὐτῆς τὸ ταὐτὸν τῆς θεότητος, καίτοι σῶμα ἦν τὸ ὁρώμενον καὶ τότε βαπτιζόμενον ὕδατι καὶ τὴν πατρικὴν μαρτυρίαν δεχόμενον, ἀλλ’ οὐ κεχωρισμένον θεότητος, οὔτε τῆς πρὸς αὐτὴν φυσικῆς ἀπερρηγμένον ἑνώσεως· τὸ δὲ πνεῦμα τὸ ἅγιον περιστερᾶς ἐν εἴδει καθίπταται καὶ τὸν μαρτυρούμενον τῷ βλέποντι δείκνυσιν, ἐπ’ αὐτὸν τῇ πτήσει γενόμενον καὶ ἀπ’ αὐτοῦ μηδαμῶς ἀνιπτάμενον, ἀλλὰ μένον ἐπ’ αὐτὸν εἰς ἀεὶ διὰ τὴν εἰς αὐτὸν τμηθῆναι μὴ δυναμένην συγγένειαν καὶ τὸ ταὐτοειδὲς τῆς μιᾶς ὁμοῦ καὶ φυσικῆς ἁγιότητος), ἵνα κἄν νῦν ὁ ἐπάρατος ἔμαθεν, ὡς οὐκ ἄλλος ἦν ὁ υἱὸς ὁ Ἰορδάνου βαπτιζόμενος ὕδατι καὶ ἄλλος υἱὸς ὁ ἔξω διατελῶν τοῦ βαπτίσματος, ὃς καὶ πατρὶ καὶ τῷ πνεύματι κατὰ φύσιν ἦν ὁμοούσιος, ἀλλ’ εἶς Χριστὸς καὶ εἶς μονογενὴς καὶ εἶς υἱὸς καὶ εἶς ἐτύγχανε κύριος ὁ τότε σαρκικῶς βαπτιζόμενος, καθὸ ἐξ ἡμῶν λόγος ὢν καὶ σῶμα τὸ ἡμῖν ὁμοούσιον ἔσχηκε, καὶ εἷς ἦν καὶ ὁ αὐτὸς ἀόρατός τε καὶ ὁρώμενος, ἀσχημάτιστος καὶ σχῆμα φέρων ἀνθρώπινον, Θεὸς καὶ σάρξ, λόγος καὶ σῶμα, φυσικὴν συνάφειαν ἔχοντα καὶ σύνθεσιν τὴν καθ’ ὑπόστασιν φέροντα, ἥτις καὶ ἕνα Χριστὸν ἡμῖν καὶ υἱὸν ἀποδείκνυσι καὶ οὐ δυάδα Χριστῶν καὶ υἱῶν τὸ παράπαν νοεῖν ὑποτίθεται, καὶ σῴζει μὲν ἑκατέρας τὸ διάφορον φύσεως, ἀναιρεῖ δὲ διὰ τῶν δύο προσώπων καὶ υἱῶν τὸ διάφορον;