Ὅθεν τοῦτο σαφῶς ἐπιστάμενοι, καὶ τάξιν τὴν δευτέραν λαμβάνουσι, καὶ Στεφάνῳ τῷ θείῳ τὰ πρωτεῖα παρέχουσιν· ἵνα πρῶτοι δικαιότατα γένοιντο, καὶ τὴν ἀρίστην ἡμᾶς ὁδὸν τῆς ὑψώσεως, τὴν εὐτέλειάν φημι καὶ ταπείνωσιν, ἢν πρῶτος ἐνεργήσας Χριστὸς ἐτέμετο, ὑποδείγμασι τοῖς ἑαυτῶν ἐκδιδάσκουσι· μάθετε ἀφ’ ἡμῶν, τοῖς ἔργοις φθεγγόμενοι, ὡς πρᾶοι καὶ ταπεινοὶ τῇ καρδίᾳ τυγχάνομεν, κατὰ τὸ Χριστοῦ τοῦ Δεσπότου καὶ διδασκάλου διάταγμα· καὶ διὰ τοῦτο, ὁ μὲν ἀλλήλους ἡμᾶς ἡγεῖσθαι ἑαυτῶν ὑπερέχοντας ἔφασκεν· ὁ δὲ τὴν εἰς ἀλλήλους ἡμᾶς ταπεινοφροσύνην ἐγκομβώσασθαι βούλεται· «Ὅτι ὁ Θεὸς, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν·» διὸ καὶ προστίθησι τῷ τοιούτῳ διηγήματι, «Ταπεινώθητε ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ ἐπισκοπῆς·» ὧν, ἀδελφοὶ ποθεινότατοι, ἀκροαταὶ καὶ μαθηταὶ χρηματίζοντες, συνάψωμεν τῇ μαθήσει τὴν μίμησιν, καὶ τῇ ἀκροάσει τοῦ λόγου τὰ πράγματα, ἐκεῖθεν μὲν τὴν εἰς ἀλλήλους ἀγάπην λαμβάνοντες· ἵνα καὶ λόγῳ καὶ πράγματι τὴν πρὸς αὐτοὺς ἐπισπεύδοντες μίμησιν, καὶ τὴν αὐτῶν ὁμοιότητα φέροντες, καὶ οὕτως αὐτῶν ἐμφερῶς τὴν ἑορτὴν ἑορτάζοντες, εὐφράνωμεν ἡμῶν τὰς ψυχὰς καὶ τὰ πνεύματα, καὶ φαιδρύνωμεν ἡμῶν ταῖς αἰσθήσεσι τὴν αὐτῶν φαιδροτάτην πανήγυριν· τοῦτο γὰρ θεωροῦντες πλέον εὐφραίνονται, καὶ πλέον ἀγάλλονται, καὶ χαίροντες ὁμοῦ καὶ γαννύμενοι, τὰς ὑπὲρ ἡμῶν Θεῷ δεήσεις προσφέρουσιν, εἰρηναίαν ζωὴν πρεσβευόμενοι καὶ βασιλείαν οὐρανῶν ἐξαιτούμενοι· ἧς γένοιτο πάντας ἡμᾶς ἑαυτοὺς, ὡς δέον ῥυθμίσαντας, καὶ μετανοίᾳ τῇ θείᾳ λαμπρύνοντας, καὶ ἀγάπης συνδέσμῳ συσφίγξαντας, τὰς ἀπολαύσεις καὶ τὴν ἔκλαμψιν δρέψασθαι, καὶ τὴν ἀγήρω ζωὴν καὶ μὴ λήγουσαν δέξασθαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Θεῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, μεγαλωσύνη τε καὶ ἀνύμνησις πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.