Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην

Σωφρόνιος Ἱεροσολύμων

Το ιστορικό πλαίσιο του διωγμού και η σύλληψη των αγίων

Η θεία Οικονομία, ο πόλεμος του διαβόλου, το ιστορικό πλαίσιο του διωγμού επί Διοκλητιανού και η συμπόρευση των μαρτύρων με την αγία Αθανασία και τις θυγατέρες της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 8

Ἀλλὰ ταῦτα μὲν πολλοῖς ὕστερον χρόνοις ἐπράττετο, Θεοδοσίου τοῦ μικροῦ βασιλεύοντος καὶ Κυρίλλου τοῦ μεγάλου τὸν Ἀλεξανδρείας θρόνον ἰθύνοντος· πρώην δὲ ἤδη τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀνθρώπινον γένος οἰκτείραντος ἀπάτῃ δαιμόνων φθειρόμενον, καὶ εἰς γῆν ἐλεεινῶς εἰλυσπώμενον ἐν σκότει τε φρενῶν πορευόμενον καὶ τῇ κτίσει λατρεῦον παρὰ τὸν κτίσαντα, καὶ δι’ Υἱοῦ δεδωκότος θεσμὸν εἰς βοήθειαν, καὶ τοῦ δεδομένου νόμου διὰ τῆς ἐντολῆς, μᾶλλον δὲ διὰ τῆς ἀνθρωπίνης πρὸς τὰ πάθη ῥοπῆς ἀσθενήσαντος, καὶ μὴ δυναμένου σώζειν ἐκείνους, δι’ οὓς καὶ δι’ ἀγγέλων ἐδεδώρητο καὶ χειρὶ μεσίτου Μωϋσέως ἐτεθέσπιστο· ἤδη δὲ πάλιν μετὰ νόμον καὶ τὸν νομοθέτην Υἱὸν γεννώμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἐκπέμψαντος τὸν ἐκ τῆς πατρικῆς αὐτοῦ φύσεως γεννητῶς ἀνατείλαντα, καὶ δι’ οὗ τὰ πάντα πεποίηκεν, τὸν ἀϊδίως αὐτῷ συνεδρεύοντα καὶ τῆς οὐκ ἀϊδίου συνδεσπόζοντα κτίσεως· ἤδη δὲ καὶ αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ τὴν εἰς ἡμᾶς οἰκονομίαν τελέσαντος, καὶ τῆς αὐτοῦ σωτηριώδους ἐνανθρωπήσεως τὸν σκοπὸν ἐκπληρώσαντος καὶ ταχέως μὲν σκυλεύσαντος, ὀξέως δὲ τὸν ἐχθρὸν προνομεύσαντος, καὶ τὸ πρὶν ἀπολωλὸς διασώσαντος πρόβατον, καὶ τοῖς ἰδίοις ὤμοις ὀχούμενον τῷ Πατρὶ προσενέγκαντος, καὶ μᾶλλον ἐπ’ αὐτῷ ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς οὐ παθοῦσιν τὴν ἀπώλειαν χαίροντος· ἤδη δὲ τὴν εἰς οὐρανὸν ἡμῖν καινίσαντος ἄνοδον, καὶ τὴν εἰς παράδεισον ἀνοίξαντος εἴσοδον, καὶ τὴν ἐκ τάφου δεδωκότος ἀνάστασιν· ἤδη σωτηρίαν ἐν μέσῳ τῆς γῆς πρυτανεύσαντος, καὶ τὴν σαλευομένην κραταιώσαντος θάλατταν, καὶ τῶν ἐν αὐτῇ δρακόντων τὰς κεφαλὰς καταθλάσαντος, καὶ ἀγκιστρωτὸν πολυκέφαλον ἄξαντος δράκοντα· ἤδη τὴν διαβολικὴν ἀπάτην, ἥτις αὐτοῦ καὶ πρόσωπόν ἐστιν ἐνδύσεως ἐκκαλύψαντος, καὶ εἰς πτύξιν τὰ κρύφια τοῦ θώρακος εἰσελάσαντος, καὶ τὰς τοῦ προσώπου αὐτοῦ πύλας ἀνοίξαντος, καὶ δεδωκότος ἡμῖν ἐπάνω πατεῖν ὄφεων καὶ σκορπίων καὶ πάσης αὐτῶν τῆς δυνάμεως· ἤδη δὲ πάλιν περιθέντος Χριστοῦ φορβαίαν ἐπὶ ῥῖνα τοῦ δράκοντος, καὶ κρίκον τοῖς μυκτῆρσι προσδήσαντος, καὶ τὰ χείλη ψελλίῳ τρυπήσαντος, εἰληφότος τε αὐτὸν τὸν ἀποστάτην καὶ φυγάδα γενόμενον δοῦλον αἰώνιον, καὶ δεδεμένον ἡμῖν, ὥσπερ στρουθίον παιδίῳ, λαῷ τῷ ἐν αὐτῷ τῷ Χριστῷ νηπιάζοντι νείμαντος· ἤδη δὲ πεπτωκότος ἑωσφόρου τοῦ πρωῒ ἀνατέλλοντος, καὶ τῆς ἐν ἀνθρώποις ἐλασθέντος οἰκήσεως, καὶ οἰκεῖν προσταττομένου τὴν ἄβυσσον· ἤδη δὲ λοιπὸν καὶ τοῦ τῶν ἀποστόλων κηρύγματος τὴν οἰκουμένην φωτίσαντος, καὶ τοῦ τῶν ἁλιέων δικτύου τὸν κόσμον ζωγρήσαντος, καὶ τοῦ σκυτοτομικοῦ σμίλακος τὴν ἀναίσθητον πλάνην ἐκτεμόντος, καὶ πανταχοῦ τὸ σεπτὸν Εὐαγγέλιον διαγγέλλοντος, καὶ πάσης σαρκὸς ὁρώσης Θεοῦ τὸ σωτήριον· ἤδη δὲ τῆς τοῦ Θεοῦ βασιλείας ἐξ Ἰουδαίων ἀρθείσης καὶ δοθείσης τοῖς ἔθνεσιν τοῖς ὥριμον αὐτῆς τὸν καρπὸν Θεῷ τῷ δεδωκότι προσφέρουσιν, καὶ τοῦ Δεσποτικοῦ ἀμπελῶνος τοὺς περὶ τὴν ἑνδεκάτην ὥραν ἐργάτας ἀμπελοφύλακας ἔχοντος· καὶ τοῦ πεσόντος εἰς εὔγειον ἄρουραν σπέρματος τὴν καλὴν αὔξοντος αὔξησιν καὶ τὴν καρποφορίαν ἐν ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα Θεῷ διδόντος τῷ σπείραντι· καὶ πάντων πάντα πωλούντων τὰ ἴδια, καὶ λαμβανόντων ἀντὶ πάντων τὸν πολύτιμον μάργαρον· καὶ τῶν ὑψιπετῶν ὀρνέων ἐπὶ τοὺς κλάδους σκηνούντων τοῦ βραχυσπόρου σινάπεως.

Πάλιν ὁ δράκων ὁ σκολιὸς τὴν κεφαλὴν τῷ σταυρῷ συνθλασθεὶς τὸ οὐραῖον ἐσάλευεν· καὶ ταύτῃ φοβεῖν τοὺς εὐσεβοῦντας ἐνόμιζεν· πάλιν ὁ νυκτερινὸς σπορεὺς σκότος ἐξ ἑωσφόρου γενόμενος, ἐν σκότῳ σπείρειν τὰ ἴδια προσεπόθει ζιζάνια· πάλιν τὰ πετεινὰ τὰ οὐράνια τὸ παρὰ τὴν ὁδὸν ἐκ τοῦ καλοῦ σπορέως πεσὸν κατεσθίειν ἠβούλοντο· πάλιν ὁ πειράζων τοὺς τοῦ πειρασθέντος Χριστοῦ καὶ νικήσαντος πειράζειν ἐγλίχετο· πάλιν ὁ δράκων ὁ τὴν Εὔαν πλανήσας συρίγματι, καὶ τὸν Ἀδὰμ ποιήσας ἀντίθεον, ὁ τὸν Ἄβελ φονεύσας ὡς δίκαιον, καὶ τὸν Κάϊν ἀδελφοῦ φονέα τευξάμενος, ὁ τὸν πάλαι λαὸν ποιήσας φιλόσαρκον καὶ ἀπολέσθαι παρασκευάσας δι’ ὕδατος, ὁ τὸν Χὰμ τελέσας ἐπάρατον, καὶ τοῖς ἐν Χαλάννῃ τὴν τῶν γλωσσῶν ἐπαρτήσας διαίρεσιν, ὁ τοῖς ἀνθρώποις πληθύνας τὰ εἴδωλα, καὶ Θεοῦ χωρίσας τοῦ κτίσαντος, ὁ τὸν Ἰσραὴλ δείξας ἀχάριστον καὶ τὸν Φαραὼ σκληρὸν καὶ ἀτίθασσον, καὶ τὸν μὲν ἀπολέσθαι ποιήσας εἰς ἔρημον, τὸν δὲ θαλάττης εἰς ἀμείλικτα κύματα, ὁ τοὺς Ἰουδαίους νόμῳ καὶ προφήταις ἀπειθεῖς ἐργασάμενος, καὶ τοῖς τῶν ἐθνῶν ὑποτάξας βδελύγμασιν, ὁ φθονῆσαι Χριστῷ τοῖς Ἑβραίοις ἐνθέμενος, καὶ σταυρῶσαι τὸν σώζειν αὐτοὺς ἀφικόμενον, ὁ τὴν αὐτοῦ συκοφαντεῖν ἀναπείσας ἀνάστασιν, καὶ ταύτης διώκειν καὶ φονεύειν τοὺς κήρυκας, ὁ τούτοις ἅπασιν οὐκ ἀρκούμενος, Κῦρον ὕστερον ἐπολέμει καὶ Ἰωάννην τοὺς μάρτυρας ἐν καιρῷ διωγμῶν ἀναλάμψαντας, καὶ Χριστοῦ στρατιώτας ὑπάρχοντας· ἀλλ’ ἡττᾶτο πρὸς κέντρα λακτίζων ὁ δείλαιος, καὶ ἀνικήτοις συμβάλλων εἰς πόλεμον· ἐσπᾶτο μὲν γὰρ ῥομφαίαν ἀστράπτουσαν, ἀλλ’ οἱ γενναῖοι ταύτην αὐτοῦ τῇ καρδίᾳ ἐνέπησσον, καὶ τόξον ψυχοφθόρον ἐτάνυεν, ἀλλὰ τοῦτο θᾶττον πρὸ τῆς τῶν βελῶν ἀπολύσεως ἅμα βραχίοσι τοῖς τετακῶσιν συνέτριβον· καὶ λάκκον ὤρυττεν, ἀλλ’ ἑαυτῷ τοῦτον καὶ οὐ τοῖς ἀντιπάλοις ὤρυττε μάρτυσι· τέλος δὲ τούτοις ἀποκαμὼν τοῖς συγκρούσμασιν καὶ πάλιν πολεμεῖν μὴ δυνάμενος, τοῖς τότε τιμῶσιν αὐτοῦ τὰ προστάγματα παραδίδωσιν, ἵνα ταῖς τούτων μιαιφόνοις χερσὶν αἰκιζόμενοι, καὶ τὴν τῶν βασάνων βίαν οὐ φέροντες, θυσίας αὐτῷ καὶ σπονδὰς προσενέγκωσιν, καὶ Θεὸν αὐτὸν σὺν τοῖς ἄλλοις κηρύξωσι δαίμοσιν· ἢ ταῦτα ποιεῖν μὴ βουλόμενοι, τῆς παρούσης ζωῆς ὑπομένωσιν στέρησιν· τοῦτο δὲ δράσας ὁ τάλας ἠγνόησεν ὡς τοῖς μὲν ἁγίοις ζωὴν προξενήσειεν κρείττονα, καὶ στεφάνους τέλος οὐκ ἔχοντας, ἑαυτῷ δὲ θάνατον ἧττάν τε μείζονα καὶ πληγὴν αἰσχύνης ἀνάπλεων.

Συνελαμβάνοντο μὲν γὰρ ὑπὸ τῶν ἀθέων οἱ ἔνθεοι, Διοκλητιανοῦ μὲν τῆς Ῥωμαίων ἀρχῆς βασιλεύοντος, Συριανοῦ δὲ τῆς Ἀλεξανδρέων ἄρχοντος πόλεως, καὶ Κασίου τῆς Ἑλληνικῆς ἐν Κανώβῳ μανίας ἱερατεύοντος· μετὰ τὴν Πέτρου τοῦ θείου τῶν εὐσεβῶν ἐν Ἀλεξανδρείᾳ ποιμάναντος περιβόητον ἄθλησιν, καὶ διπλοῦς αὐτοῖς εὐθέως ἀνεβράττετο πόλεμος, ὁ μὲν πρὸς ἀνθρώπους ὠμοὺς καὶ ὠμῶς κεχρημένους ταῖς μάστιξιν, ὁ δὲ πρὸς τὸν τούτους παροτρύνοντα δράκοντα· συνελαμβάνοντο δὲ οὐ μόνοι τοῖς κτείνουσιν—ἦν γὰρ ἂν οὕτως ὁ ἀγὼν αὐτοῖς ἐλαφρότερος καὶ οὐ πλείστην ἔχων τὴν μέριμναν—, ἀλλὰ καὶ παρθένων αὐτοῖς ἁγίων χορὸς συγκατείχετο· τρεῖς γὰρ ἐτύγχανον, καὶ μήτηρ ἡ ταύτας εὐσεβῶς καὶ σωφρόνως βλαστήσασα, ψυχὰς ἁγνισαμένων καὶ σώματα, καὶ Χριστῷ τῷ οὐρανίῳ νυμφίῳ μνηστευσαμένων ἀμφότερα· ὧν ταῦτα ἦν, ὥς φασι, τὰ ὀνόματα· Θεοκτίστη μὲν ἡ πρωτόγονος, ἔτος ἡλικίας πέντε καὶ δέκατον ἄγουσα· ἡ δὲ μετ’ αὐτὴν Θεοδότη προσηγορεύετο, εἰς ἔτος ἀφικομένη τρίτον καὶ δέκατον. Εὐδοξία δὲ ἡ τεχθεῖσα μετὰ ταύτας ἀμφοτέρας ἐλέγετο, ἑνὸς γὰρ αὐτὴ καὶ δεκάτου ἔτους ἐτύγχανεν.

Ἀθανασίαν δὲ καὶ τὴν ῥίζαν ὠνόμαζον τὴν τὸ παρθενικὸν τοῦτο καὶ τρίκλονον δένδρον προσενέγκασαν καὶ τοὺς πανάγνους ἀστάχυας εἰσθρέψασαν ἄρουραν· αὗται Κανώβῳ μὲν ᾤκουν τὸ πρότερον, ἔτι κατὰ γῆν διατρίβουσαι καὶ τὸ τῆς παρθενίας διατρέχουσαι στάδιον, νῦν δὲ τὸν οὐρανὸν αὐτὸν σὺν τοῖς μάρτυσιν, ἐπειδὴ καὶ τοῖς μάρτυσιν ὑπὲρ εὐσεβείας ἀθλοῦσιν συνήθλησαν.

Προνοίᾳ δὲ τοῦτο Χριστοῦ τοῦ νυμφίου γεγένηται, ἵνα ταῖς τῶν ἀθλητῶν καρτεραῖς ἀντιστάσεσιν στομωθῶσιν ἀσθενέστερα γύναια, καὶ τοῖς νυμφοστόλοις αἱ νύμφαι εἰς νυμφῶνα τὸν οὐράνιον συνεισέλθωσιν· πληροῦται δὲ τοῦ Νυμφίου τὸ βούλημα, καὶ ἅμα τούς τε νυμφαγωγοὺς καὶ τὰς νύμφας ταῖς οὐρανίαις παστάσιν εἰσδέχεται.