Οὗτος ὁ δαίμων ὁ σκοτεινὸς ὡς Αἰγύπτιος, ὁ θηλύφρων ὁμοῦ καὶ θηλύμορφος μετὰ Λοξίου τε καὶ τρίποδος τὴν κωφότητα, καὶ τῆς ἐν Δοδώνῃ δρυὸς σιγὴν ἀνεκλάλητον, καὶ τὴν τοῦ Κασταλικοῦ νάματος σιωπὴν ἀτελεύτητον, καὶ τοῦ Ῥοδίου ταύρου τὴν οὐ γνωσθεῖσαν αὐτῷ πτῶσιν ἀμύκητον, καὶ τὴν πάντων, ὡς εἰπεῖν, τῶν Ἑλληνικῶν μαντείων κατάσβεσιν, Ἀσκληπιοῦ τε τὴν μὴ τελευτῶσαν ἐκπύρωσιν, καὶ τῶν κατ’ αὐτὸν ἰατρῶν τὴν παντελῆ καὶ ἀνίατον λώβησιν, προφητεύειν καὶ νόσους ἰατρεύειν, μᾶλλον δὲ ψευδοεπεῖν καὶ νοσοποιεῖν ἐτερατεύετο φάσμασιν· πῶς γὰρ ὁ ψεύστης ὢν ἀπ’ ἀρχῆς, καὶ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλῶν, ἐν ἀληθείᾳ τε παντελῶς οὐχ ἱστάμενος ἀλήθειαν φθέγξαιτο; ἢ πῶς ὁ τὴν ἰδίαν ἣν εἶχέν ποτε μὴ φυλάξας ἀρχήν, ἀλλ’ ὡσεὶ νεκρὸς ἐβδελυγμένος ῥιφείς, καὶ σκώληξι βρύων, καὶ σῆψιν ἔχων ὑπόστρωμα, ὁ πᾶσαν πτῶσιν πεσών, καὶ μεγάλην νοσῶν τὴν ἀσθένειαν—αὐτοὶ γὰρ προφητικῶς εἰπεῖν, ἠσθένησάν τε καὶ ἔπεσον—, καὶ παντὸς ἀγαθοῦ τὴν ἀνίατον περικείμενος νέκρωσιν ἑτέροις ῥῶσιν ὀρέξειεν; ἢ νοσοῦσιν τισὶν ἀλεξήσειεν, ὁ βοηθεῖν ἑαυτῷ μὴ δυνάμενος; Ὃ γάρ τις ἔχει ἐκ φύσεως τοῦτο λαχών, ἢ πρὸς ἑτέρου λαβὼν καὶ φυλάξας ἀμείωτον, τάχα ἂν ἠδύνατο καὶ πρὸς ἄλλων ἐκτείνειν μετάδοσιν· ὁ δὲ μὴ ἔχει, πῶς ἑτέροις διδόναι δυνήσεται;