Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην

Σωφρόνιος Ἱεροσολύμων

Αφορμή συγγραφής και η επιλογή των εβδομήντα θαυμάτων

Η προσωπική υπόσχεση του συγγραφέα, η βιβλική υποχρέωση εκπλήρωσης των ταμάτων, η καθοδήγηση από τους μάρτυρες και ο μυστικός συμβολισμός των εβδομήντα θαυμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 8

Σωφρονίου μοναχοῦ μονῆς Ἀββᾶ Θεοδοσίου τῆς κατὰ τὴν ἔρημον οὔσης τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλεως ἐγκώμιον εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας. Ἡ προθεωρία. Ὀφθαλμῶν ἀρρωστίας ἕνεκα Κύρῳ καὶ Ἰωάννῃ προσελθόντες τοῖς μάρτυσιν, κατὰ τὸν αὐτῶν νεὼν διετρίβομεν καὶ τὰ τῶν ἰάσεων βλέποντες κύματα, ὑπομνήμασιν ἐντυχεῖν ἠβουλήθημεν τὴν τῶν μαρτύρων ἡμᾶς ἐκδιδάσκουσιν ἄθλησιν, καί τινα τῶν προλαβόντων θαυμάτων κηρύττουσιν· καὶ μηδὲν εὑρόντες ὧν ἔφημεν, εἰ μὴ μόνας δύο μικρὰς ὁμιλίας Κυρίλλου τοῦ μεγάλου τῆς ἀληθείας προμάχου καὶ κήρυκος, εἰς ζῆλον ἀφόρητον ἤχθημεν. Εἰ ψευδῆ μὲν συγγράφοντες Ἕλληνες, καὶ μηδὲν ἀληθές, μηδὲ φασμάτων ἐλεύθερον λέγοντες, βίβλους ὑπὲρ δαιμόνων τοσαύτας γεγράφασιν, ἡμεῖς δὲ τετραπόδων δίκην, κατὰ τοὺς Ἰὼβ τοῦ δικαίου φίλους, σιγήσομεν τοσαῦτα καὶ τηλικαῦτα τῆς ἀληθείας, ἥτις ἐστὶν Χριστὸς ὁ Θεὸς ἡμῶν, ἔργα θαυμάσια βλέποντες διὰ τῶν ἀθλητῶν καὶ τῶν τούτου θεραπόντων γιγνόμενα; καὶ μάλιστα διαρρήδην βοῶντος ἀκούοντες, «Ὅσα εἴπατε ἐν τῷ κρυπτῷ, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ ὁ πρὸς τὸ οὖς ἠκούσατε, ἐπὶ τῶν δωμάτων κηρύξατε»· καὶ τῶν μακαρίων ἀποστόλων ἐν ταῖς Πράξεσιν, πρὸς τοὺς σιγᾶν αὐτοῖς ἐπιτρέποντας λεγόντων ὡς «ἡμεῖς οὐ δυνάμεθα ἃ ἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.»

Διὸ καὶ ἡμεῖς ζήλῳ θερμοτέρῳ καιόμενοι πρὸς τὴν σορὸν τῶν ἁγίων ἐδράμομεν· καὶ πεσόντες εὐσεβῶς ἐπὶ πρόσωπον ὁλοψύχως ηὐξάμεθα ὡς εἰ δοῖεν ἡμῖν ὑπουργοῦσαν τὴν ὅρασιν, περὶ τῆς αὐτῶν ἀθλήσεως ἐντελέστερον γράψομεν, καὶ περὶ τῶν πρὸς αὐτῶν γινομένων θαυμάτων συντάξομεν, συνεργούσης ἡμῖν πρὸς τὸν κάματον τῆς θείας αὐτῶν χάριτος καὶ δυνάμεως, ὑπὲρ ὧν ἡμεῖς ἠβουλήμεθα γραφὴν τὴν παροῦσαν ποιήσασθαι, τὴν Ἄνναν ἐπὶ τῇ προσενέξει Σαμουὴλ τοῦ προφήτου μιμούμενοι, καὶ Πέτρου τὴν πενθερὰν εὐγνωμόνως ζηλώσαντες, ὡς ἡ μὲν τὸν υἱόν, ἡ δὲ ἑαυτὴν Θεῷ τῷ σεσωκότι πρὸς δουλείαν προσήνεγκαν. Ὅθεν ἀναστάντες καὶ καθ’ ἑαυτοὺς μετὰ ταῦτα γενόμενοι, τὸ τῶν μαρτύρων ὕψος σκοπήσαντες καὶ τῶν δρωμένων θαυμάτων τὸ πλῆθος θεώμενοι καὶ τῆς ἡμῶν αὐτῶν ἀσθενείας αἰσθόμενοι, κατὰ τὸν μέγαν Πέτρον ὅτε τὸ θαλάττιον ῥεῖθρον ἐπέζευεν ἐφοβήθημεν, κἀν τοῖς ἑαυτῶν λογισμοῖς ἐποντούμεθα, καὶ πλεῖστα τὴν ἡμῶν αὐτῶν προπέτειαν ἐμεμφόμεθα, δι’ ἣν ἑαυτοὺς μὴ μετρήσαντες πρότερον, ἐν τοῖς ὑπὲρ ἡμᾶς ἑαυτοὺς ἐξετείναμεν.

Συνηύξει δὲ τὸν φόβον ἡμῖν Μωϋσῆς ὁ θεσπέσιος, μᾶλλον δὲ ὁ πρὸς Μωϋσέα διαλεγόμενος Κύριος, καὶ μίαν εἰσφορὰν τὸν πλούσιον ἀπαιτῶν καὶ τὸν πένητα· καὶ μήτε τὸν πλούσιον ἐῶν πλείονα διδόναι λύτρα, τὴν ψυχὴν λυτροῦσθαι βουλόμενον, μήτε τι συγχωρῶν παρὰ ταῦτα προσφέρειν τὸν πένητα. «Πᾶς γάρ, φησίν, ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσιν τὴν εἰσφορὰν Κυρίῳ· ὁ πλουτῶν οὐ προσθήσει, καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράγμου, ἐν τῷ διδόναι τὴν εἰσφορὰν Κυρίῳ, ἐξιλᾶσθαι περὶ τῶν ψυχῶν ὑμῶν». Ὅθεν καὶ ἡμεῖς ἀπορώτεροι καὶ τῶν λίαν πτωχῶν ἐν λόγοις τυγχάνοντες, παραιτήσασθαι τὴν ἐν εὐχαῖς συνταχθεῖσαν Θεῷ τε καὶ μάρτυσιν τῶν λύτρων εἰσφορὰν ἠβουλόμεθα· ἀλλὰ τοῦτο δρᾷν ἡμᾶς ἕτερον ἀνέκοπτε λόγιον, ὅπερ ἐκκλησιάζων ὁ Σολομῶν ἀπεγράψατο· «Καθὼς ἂν εὔξῃ εὐχὴν τῷ Θεῷ, βοῶν, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν· σὺ οὖν ὅσα ἂν εὔξῃ, ἀπόδος· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι». Καὶ Δαβὶδ ὁ τοῦτον γεννησάμενος ἔλεγεν ἐν Ἄισμασιν «Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω», καὶ πάντας ἐπὶ τὴν οἰκείαν ἀναγόμενος μίμησιν, «Εὔξασθε γάρ, φησίν, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν». Ὧν τὰ ἀκόλουθα καὶ Ἰωνᾶς ὁ προφήτης ᾄδων ἐφθέγξατο· «Ὅσα ηὐξάμην ἀποδώσω σοι Σωτῆρί μου τῷ Κυρίῳ».

Ἤδη δὲ καὶ Μωϋσέως ὁ νόμος ἀπαιτεῖν ἠξίου τὰ ἐν εὐχαῖς συνταττόμενα· «Ἐὰν γὰρ εὔξῃ, φησίν, εὐχὴν Κυρίῳ τῷ Θεῷ σου, οὐ χρονίσῃς ἀποδοῦναι αὐτήν· ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται σοι ἁμαρτία· ἐὰν δὲ μὴ θελήσῃς εὔξασθαι, οὐκ ἔσται σοι ἁμαρτία. Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξεις, καὶ ποιήσῃς ὃν τρόπον ηὔξω Κυρίῳ τῷ Θεῷ σου, δόμα ὃ ἐλάλησας τῷ στόματί σου».

Οὕτω δὲ τοῖς λογισμοῖς πιεζόμενοι, καὶ ποτὲ μὲν γράφειν διὰ τὰ πρῶτα φοβούμενοι, ποτὲ δὲ μὴ γράφειν διὰ τὰ δεύτερα τρέμοντες, καὶ τί δρᾷν οὐ γινώσκοντες, πρὸς τοὺς μάρτυρας κατεφύγομεν, οὓς τὸ πρακτέον πρὸς τὰς αὐτῶν ἁγιστείας ᾐτούμεθα· οἱ δὲ τοῦ ζήλου τὴν γνώμην δεξάμενοι, καὶ τῆς προπετείας οὐκ ἀτιμάσαντες ἕνεκα, τὸ γράφειν ἐπέτρεψαν, τὴν ἑαυτῶν συμμαχίαν χορηγεῖν συνταξάμενοι· πολλάκις οὖν ἐν τῷ γράφειν ἡμᾶς ἐπεφάνησαν, πληροῦντες αὐτῶν τὸ ἐπάγγελμα· ποτὲ μὲν μέλαν καὶ κάλαμον παρεχόμενοι, ποτὲ δὲ τὴν τετράδα λαμβάνοντες, καὶ τὰ ἡμέτερα σφάλματα διορθούμενοι· ἔστιν δὲ ὅτε καὶ ὡς ταῖς διηγήσεσι χαίροντες τὴν τῶν προσώπων ἐδείκνυον ἱλαρότητα, ἐν τῷ διέρχεσθαι πάσχοντες ὃ πολλάκις ἡμεῖς ὑπομένομεν, ἐπὰν ὀνόμασιν ἐν ἡδυτέροις γενόμενοι ἢ χωρίοις φαρισαΐσωμεν· μυριάκις δὲ ἡμῖν ἐν ἄλλοις σχολάζουσιν διεμάχοντο, καὶ ὡς ἀμελοῦσιν ἐπέπληττον· καὶ Μέχρι τίνος οὐ πληροῖς τὴν ἀλήθειαν;

ἔλεγον, ἀλήθειαν τὴν παροῦσαν γραφήν, καὶ τὸν εἰς αὐτοὺς ὀνομάζοντες ἔπαινον· ἅπερ εἰ γράψαι θελήσαιμεν ἅπαντα, τοὺς ἐντυγχάνοντας ἀποκναίομεν· ὅθεν τὴν διὰ τούτων καὶ μόνον δηλῶσαι τὴν πολλάκις αὐτῶν γεγονυῖαν ἡμῖν ἀρωγήν, ἐν τῷ γράφειν ἀρκούμεθα, Θεὸν καὶ αὐτοὺς τῆς ἀληθείας ἐν τούτοις ἔχοντες μάρτυρας· ἐν πρώτοις οὖν τὴν μαρτυρικὴν αὐτῶν γεγράφαμεν ἄθλησιν, καὶ τὴν εἰς τὸν νεὼν Μάρκου τοῦ θείου κατάθεσιν, καὶ τὴν ἐκ τούτου πρὸς τὸν τῶν Εὐαγγελιστῶν οἶκον μετάθεσιν, τὰς τούτων ἀφορμὰς καὶ τὰ σπέρματα ἐκ τῶν τοῦ ἁγίου Κυρίλλου φωνῶν συλλεξάμενοι· μεθ’ ἃ καὶ δεκάδας ἑπτὰ θαυμάτων ἐγράψαμεν, μυριάδας δεκάδων πολλὰς ἔχοντες ἀναγράψασθαι, εἴπερ λέγειν ἡμεῖς μὲν ἠδυνήμεθα, ἀκούειν δὲ οἱ τούτοις προσομιλοῦντες ἐνίσχυον· ἀληθεύει γὰρ καὶ ἐπὶ τούτοις ὁ σοφὸς Ἐκκλησιαστής, ὡς «Πάντες, εἰπών, οἱ λόγοι ἔγκοποι· οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν· καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως».

Διὰ τοῦτο γὰρ καὶ δεκάδας ἑπτὰ καὶ μόνας θαυμάτων γράψαι προήχθημεν, τὸν ἑπτὰ ἀριθμὸν παρὰ τῇ Γραφῇ μυστικόν, καὶ τὸν δέκα τέλειον βλέποντες· καὶ δι’ αὐτῶν παριστᾷν ἀμφότερα τὰ περὶ τὰ σημεῖα δυναμένους, τό τε μυστικὸν καὶ τὸ τέλειον· τὸ γὰρ μυστικόν, τὸν κρύφιον λόγον δηλοῖ τῶν ἰάσεων· τὸ ἄπειρον δέ, τὸ τέλειον· καὶ τοῦ μὲν ἑπτὰ τὸ μυστικόν τε καὶ τίμιον, διὰ τούτων ἐκ τῆς Γραφῆς διδασκόμεθα· ὅ τε γὰρ τῶν ὅλων Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τῆς δημιουργίας ἐπαύσατο, καὶ ταύτην ἁγίαν ἐθέσπισεν· ἑπτὰ ἡμέραις τὴν ἄζυμον τοῦ Πάσχα τροφὴν διετάξατο· λυχνίαν τε ποιεῖν ἑπτάκαυλον καὶ ἑπτάμυξον· καὶ διὰ τοῦτο ἕβδομος μὲν ἀπὸ Ἀδὰμ ὁ Ἐνώχ, ἕβδομος δὲ ἀπὸ τοῦ Ἀβραὰμ Μωϋσῆς παρεγένετο· ὀφθαλμοὺς δὲ Κυρίου ἑπτὰ βλέπειν ἐπὶ τὴν οἰκουμένην μανθάνομεν· τοσαῦτα δὲ πνεύματα τὸν Ἡσαΐαν ἀκούομεν λέγοντα· καὶ στύλους ἑπτὰ τῆς σοφίας ὁ Σολομῶν ἀπηρίθμησεν· καὶ οἱ ἀπόστολοι διακόνους ἑπτὰ νομικῶς προχειρίζονται.

Τοῦ δὲ δέκα τὸ τέλειον ᾄδουσι μὲν καὶ οἱ ἔξω φιλόσοφοι, οἱ καὶ Θεὸν αὐτὸν ἡγησάμενοι, ὡς ἡ τετρακτὺς ἡ Πυθαγόρειος βούλεται, ὅτι καὶ μονάδων τέλος καθέστηκεν, καὶ μονὰς δεκάδων γνωρίζεται· καὶ βάσις ἐστὶν τῶν μετ’ αὐτῶν ἀριθμῶν, ἐφ’ ἑαυτὸν ἀεὶ συντιθέμενος· ᾄδει δὲ καὶ Μωϋσέως ὁ νόμος σαφέστερον· δέκατος μὲν γὰρ ὁ Νῶε μετὰ τὸν Ἀδὰμ ἀναδείκνυται· καὶ ῥίζα τῆς τοῦ γένους δευτέρα καθίσταται τὴν δεκάδα μιμούμενος· ὁ Ἀβραὰμ δὲ τῷ Μελχισεδὲκ ὡς νικήσας δεκάτας προσήνεγκεν· ἐντεῦθεν καὶ δεκάτας τῶν ὄντων Ἑβραῖοι Θεῷ προσάγειν προστάττονται· καὶ τῆς ψυχῆς δὲ τὸ λύτρον ὀβολοὺς δέκα προσφέρειν ὁ νόμος ἐθέσπισεν· ἀλλὰ καὶ δεκάτῃ μὲν τοῦ πρώτου μηνὸς ὁ ἀμνὸς συλλαμβάνεται· δεκάτῃ δὲ τοῦ ἑβδόμου μηνὸς ὁ ἱλασμὸς ἀναγράφεται· ἐντολαὶ δὲ δέκα θεόγραπτοι ταῖς πλαξὶν τῆς διαθήκης ἐνήστραπτον· δέκα δὲ καὶ ὁ Κύριος τὰ τῆς εὐχῆς παραδέδωκεν ῥήματα· καὶ Δαβὶδ μὲν ἐν ψαλτηρίῳ δεκαχόρδῳ τοὺς Ψαλμοὺς ἐτερέτιζεν· Ἀβραὰμ δὲ μέχρι δέκα δικαίων κατάγει Θεοῦ τὸ φιλάνθρωπον, καὶ τὴν ἐπὶ Σοδομίταις τῆς καταδίκης ἀνάβλυσιν <...>.

Τοῦ δὲ πολυπλασιασμοῦ τῶν δύο τούτων ἀριθμῶν, τοῦ ἑπτά, φημί, καὶ τοῦ δέκα τὴν δήλωσιν ὁμοίως ποιεῖται τὰ λόγια· αὐτίκα Μωϋσῆς σὺν τῷ λεῷ φοίνικας εὗρεν ἀνὰ τὴν ἔρημον ἑβδομήκοντα· καὶ μετ’ αὐτὸν ἑβδομήκοντα πρεσβυτέρους προβάλλεται· καὶ ὁ Κύριος δὲ μαθητὰς ἑβδομήκοντα ἑτέρους μετὰ τοὺς δώδεκα καὶ πάλιν ἀνέδειξεν· καὶ ἑβδομάδες ἑβδομήκοντα συνετμήθησαν ἀπὸ τῆς τοῦ νεὼ καταλύσεως καὶ τῆς Ἱεροσολύμων ἐμπρήσεως ἕως Χριστοῦ ἡγουμένου, κατὰ Δανιὴλ εἰπεῖν τὸν μακάριον· ἑβδομήκοντα δὲ ἔτη ἕως τῆς ἀπὸ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ ἀνακλήσεως· ἀλλὰ καὶ Τύρον ὁ Ἡσαΐας ἔτη παρὰ Κυρίου καταλειφθήσεσθαί φησιν ἑβδομήκοντα· καὶ πάλιν μετὰ τοσοῦτον ἐτῶν ἀριθμὸν ἐπισκεφθήσεσθαι καὶ εἰς ὅπερ ἦν ἀπ’ ἀρχῆς ἀποκατασταθήσεσθαι· καὶ αὐτὸς δὲ ὁ Κύριος ἑβδομηκοστὸς ἕβδομος ἀπὸ τοῦ παλαιοῦ Ἀδὰμ ὁ νέος Ἀδὰμ τῷ βίῳ τῷ καθ’ ἡμᾶς ἐπεδήμησεν· καὶ ἑπτάκις συγχωρεῖν ἑβδομήκοντα, καὶ ἀφιέναι προσέταξεν τὰ τῶν μετανοούντων ἀδελφῶν ἁμαρτήματα· καὶ μακρὰν ἂν εἴη τῆς παρούσης σχολῆς τὰς περὶ τούτων μαρτυρίας ἐκ τῆς Γραφῆς ἀναλέγεσθαι· πᾶσα γὰρ τούτων πεπλήρωται, καὶ κηρύττει σαφῶς τὸ τούτων τῶν ἀριθμῶν μυστικόν τε καὶ τέλειον.