Οἱ δὲ παραγενόμενοι, τὰ τῆς τέχνης ἐπ’ αὐτῷ διεπράττοντο, εἰδότες μὲν ὡς οὐ ζήσεται, οὐδὲ τοῦτο φύγοι τὸ νόσημα, ἀλλ’ ἐλπίδι μισθῶν ἀπατῶντες τὸν ἄθλιον. [5] Ὡς δὲ χρόνος προέβαινεν, καὶ τὸ πάθος προέκοπτε, ὥστε καὶ τῆς γλώττης τὴν πάρεσιν ἅπτεσθαι, ἥτις λοιπὸν τῇ μάστιγι διελέλυτο, φωνὴν ἔτι διαρθροῦν οὐκ ἰσχύουσα· καὶ τὸν βίον αὐτὸς οὐκ ἐξήρχετο, ἀλλ’ οὕτω δεινῶς ἐκολάζετο· συμβουλεύεται πρός τινων πρὸς Κῦρον ἐλθεῖν καὶ Ἰωάννην τοὺς μάρτυρας, ὡς δυναμένους αὐτὸν τοῦ πάθους λυτρώσασθαι, εἰ μετὰ πίστεως αὐτοὺς καὶ δακρύων ἀφίκοιτο. [6] Ὁ δὲ δειλαίνων μήπως αὐτὸν ὡς Ἕλληνα κρίνωσιν, εἰς τοὺς ἁγίους ἐλθεῖν μὴ βουλόμενον (ὑπεκρίνετο γὰρ τὸν Χριστιανὸν ὁ ἐπάρατος, καὶ τὸ τοῦ προβάτου περιεβάλλετο κώδιον, εἰ καὶ λύκος ἀληθῶς ὁ δυσσεβὴς ἐγνωρίζετο), τὴν βουλὴν εἰσεδέξατο, καὶ τὴν ἔξοδον ἐπένευσε γίνεσθαι, λανθάνειν μὲν διὰ τούτου τοὺς ἀνθρώπους οἰόμενος, ἀπατᾶν δὲ νομίζων τοὺς μάρτυρας, ὡς γνῶσιν τῶν καθ’ ἡμᾶς οὐκ ἔχοντας ἔνθεον· ἀλλὰ τούτους κατὰ τοὺς ἑαυτοῦ θεοὺς λογισάμενος, τοὺς μὴ μόνον τὰ πόρρωθεν ἢ τῶν ἀνθρώπων τὰ κρύφια, ἀλλ’ οὔτε τὰ κείμενα παρὰ πόδας γινώσκοντας· Τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι, καὶ οὐ λαλήσουσι· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσιν· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· οἷς ἐπενεγκεῖν ἐστὶν ἀκόλουθον καὶ τό· Ὅμοιον αὐτῶν γένοιντο οἱ ποιοῦντες αὐτά, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. [7] Ἥλω τοίνυν ὁ δείλαιος ἑαυτὸν ἀπατῶν οὐ τοὺς μάρτυρας, καὶ λανθάνων ἑαυτὸν καὶ οὐ ταύτην ἔχοντας περὶ αὐτοῦ τὴν ὑπόληψιν.