Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Διήγησις θαυμάτων τῶν ἁγίων Κύρου καὶ Ἰωάννου

Σωφρόνιος Ἱεροσολύμων

Θαύματα κληρικών και πιστών εξ Αιγύπτου και Λιβύης

Σειρά θαυματουργικών ιάσεων που περιλαμβάνουν την τύφλωση του υποδιακόνου Ιωάννου, τον παράλυτο Πέτρο, τον νοτάριο Μηνά και διάφορους άλλους ασθενείς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 8 από 12

Περὶ Ἰωάννου τοῦ ὑποδιακόνου λευκώματα ἐν ἀμφοτέροις ἐσχηκότος τοῖς ὄμμασιν [1] Ἐπειδὴ Θεοδώρου τὴν νόσον γεγράφαμεν, καὶ τὴν εἰς ἐκκλησίαν βιαίαν καὶ ἀκούσιον εἴσοδον, καὶ τὴν εἰς ὑπηρέτας Θεοῦ τρισόλβιον πρόοδον, φέρε καὶ Ἰωάννην αὐτῷ συνυφάνωμεν, τὸν ὁμοίως καὶ αὐτὸν κοινωνικὸν ἐξ ἀκουσίου γενόμενοι, καὶ τῆς κοινωνίας μισθὸν τὴν ῥῶσιν δρεψάμενον, καὶ πάλιν ἀδελφὸν κατὰ βαθμὸν ἱερατικὸν χρηματίζοντα. [2] Ἰωάννης οὖν οὗτος, ἡ τῆς παρούσης γραφῆς ἀφορμή τε καὶ πρόφασις ἐκ Κυνῶ μὲν τῆς Αἰγυπτίας ὥρμητο πόλεως· ἐν ἀμφοτέραις δὲ ταῖς κόραις ἔσχε λευκώματα, καὶ τούτων τὸ φῶς ταῖς τῶν λευκωμάτων εἰσβολαῖς ὑπεχώρησεν, ὡς μὴ δυνάμενον κόρας ὀφθαλμῶν συνοικεῖν τοῖς λευκώμασιν· ποία γὰρ κοινωνία φωτὶ πρὸς σκότος;

ὡς καὶ Παῦλος ὁ θεσπέσιος εἴρηκεν· οὔτε γὰρ τὸ φῶς ἐν κοινωνίᾳ μένειν τοῦ σκότους ἀνέχεται, οὔτε τὸ σκότος σύνοικον τὸ φῶς παραδέξασθαι δύναται, ἀλλ’ ἐναντίαν τὴν φύσιν ἐν ἅπασιν ἔχοντα, ἐναντίαν καὶ τὴν ἐνέργειαν κέκτηνται· ὥστε τοὺς ἔχοντας, ἢ τὸ σκότος μὴ βλέπειν, ἢ τὸ φῶς μὴ σκοτίζεσθαι. [3] Ἰωάννης οὖν ἔχων τοῦ σκότους τὰ αἴτια, τοῦ φωτὸς ἀπετύγχανεν, καὶ τούτου σκοτισθεὶς ἐχωρίζετο, καὶ σκοτισθεὶς τὸ παράπαν οὐκ ἔβλεπεν· ἐν νόσῳ γὰρ τῶν ὀμμάτων γενόμενος, καὶ φωτὸς στερηθείς, ὡς προείρηται, ἐπὶ Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας ἤγετο, ἑτέρων ὀφθαλμοῖς ποδηγούμενος· ἐνιαυτοῦ δὲ ἑνὸς διιππεύσαντος, τῆς τῶν ἁγίων ἀρωγῆς ἠξιοῦτο καὶ χάριτος.

Οὕτω δὲ τῶν ἁγίων γέγονεν ἡ ἐπίσκεψις· ἐπὶ τῆς στρωμνῆς ὁ Ἰωάννης ἐκάθευδεν, καὶ καθεύδων, ἑαυτὸν ἑστῶτα πρὸ τοῦ τῶν ἁγίων ἔβλεπε μνήματος, καὶ περὶ τῆς τῶν ὀμμάτων ἐδέετο ῥώσεως· καὶ τοῦτο ποιῶν τοὺς ἁγίους ἐδόκει θεάσασθαι ἔμπροσθεν τῆς οἰκείας σοροῦ ἐν πρεσβυτέρων καθημένους μορφαῖς τε καὶ σχήμασιν· οἳ τῶν θρόνων ἀναστάντες, καὶ τῆς χειρὸς τὸν Ἰωάννην λαβόμενοι ἐπὶ τὸ θεῖον θυσιαστήριον ἤγαγον. [4] Καὶ τούτῳ αὐτὸν παραστήσαντες, ἄρτον αὐτῷ προσένεμον ἅγιον ζωοποιὸν Χριστοῦ σῶμα γενόμενον· καὶ μετὰ τὴν τούτου μετάληψιν, ἀπὸ τῆς μυστικῆς πάλιν τραπέζης λαβόντες ποτήριον, θείου πεπληρωμένον ἐπότιζον γάλακτος· ᾧ τάχα καὶ Παῦλος ὁ ἀπόστολος ποτίζειν τοὺς ἐν Χριστῷ νηπιάζοντας ἔγραφε. Μεθ’ ἃ τὸν Ἰωάννην ἀπέλυον τοιοῖσδε αὐτὸν περιφράξαντες ῥήμασιν· Ἰδοὺ τῆς ἀληθινῆς ζωῆς τὴν ὁδόν, ὦ νεανία, κατέμαθες. Τὸ λοιπὸν οὖν ἐνθάδε τῶν μυστηρίων Χριστοῦ μεταλάμβανε·

Θεοδοσίου γὰρ καὶ Σευήρου ὁ Ἰωάννης ὑπῆρχεν ὁμόδοξος, καὶ τούτων τοῦ δόγματος ὑποδιακόνου τάξιν κεκλήρωτο. [5] Ταῦτα καθ’ ὕπνους ὁ τέως τυφλὸς θεασάμενος, τὸν μὲν ὕπνον ἀπέβαλε, τὴν δὲ καθ’ ὕπνον ἐνεστήριξε μύησιν, θείαν αὐτὴν ὑπολαβών, καὶ τὴν τῶν σωματικῶν ὀφθαλμῶν εἰ τελεσθείη χαριουμένην ἀνάβλεψιν.

Ὅθεν ἀναστὰς τῶν μυστηρίων εὐθέως ἔνθα προσετάχθη μετέλαβε, πᾶσαν αὐτοῦ τὴν προτέραν παράδοσιν ἀποθέμενος, καὶ τὸ τῆς ἐκκλησίας ψυχωφελὲς ἀσπασάμενος κήρυγμα· καὶ τοῦτο πεπραχὼς ὡς τεθέσπιστο, τριταῖος τὸ φῶς τοῖς ὄμμασιν ἔβλεπεν, τῷ φωτισμῷ τῆς ψυχῆς κατὰ πόδας ἑπόμενον, καὶ γέγονεν ὡς γεγένητο, καὶ ἦν ὡς οὐ νοσήσας ποτὲ τὰ τοῦ σώματος ὄμματα. [6] Ἀλλ’ ἐν τούτοις ὄντι καὶ λαμπρότατα βλέποντι, ὁ τῶν καλῶν ἀναιρέτης ἐφθόνησεν, ἀποστερεῖν τε τοῦ διττοῦ τῶν ἁγίων δωρήματος ἔσπευδεν. Καὶ δὴ ἐστέρησεν ὡς ἐβούλετο· ἀλλὰ πάλιν φανέντες οἱ σωτῆρες διέσωσαν, καὶ τὴν τοῦ μισοκάλου βουλὴν κατεστρέψαντο. Τοῦ γὰρ Ἰωάννου Πατρὸς τελευτήσαντος (Θεόδωρος οὗτος ἐλέγετο καὶ διάκονος τῆς λεχθείσης ὑπῆρχεν αἱρέσεως), ἀφικνοῦνταί τινες τῶν πρὸς γένος αὐτῷ πλησιαζόντ<ων>, καὶ ἀναστρέφειν οἴκαδε πείθουσιν, διάκονον ποιεῖν ἀντὶ τοῦ Πατρὸς ὑποσχόμενοι. [7] Καὶ δὴ λαβόντες τὸν νέον ἀπῄεσαν, τῆς τῶν ἁγίων ἐντολῆς παντελῶς ἐκλαθόμενον. Ὡς δὲ πλησίον τῆς Κυνῶ τὸν Ἰωάννην οἱ λαβόντες γεγόνασιν, καὶ σημεῖον ἓν καὶ μόνον ἀπεῖχον τῆς πόλεως, καταλαβόντες οἱ μάρτυρες ὀφθαλμοφανῶς Ἰωάννου τὰς ὄψεις ῥαπίζουσιν, καὶ τὸ φῶς ἀφαιροῦνται ὅπερ δεδώκασιν, καὶ τὸ σκότος ἐνδύουσιν ὅπερ ἀφελόντες ἐτύγχανον.

Ἐν τούτῳ δὲ κακοῦ Ἰωάννης γενόμενος, ἔγνω τὸ αἴτιον, καὶ γνοὺς μετενόησεν, καὶ μεταγνοὺς ἔτυχε συγχωρήσεως, καὶ συγγνώμης τυχὼν διωρθώσατο, καὶ διορθωσάμενος πάλιν ἀνέβλεψεν, καὶ ἀναβλέψας δουλεύει τοῖς μάρτυσι, δουλεύων ἀποδοχῆς ἠξιώθη φιλόφρονος, καὶ ταύτης ἀξιωθεὶς εἰς τὸν τῆς ἐκκλησίας κλῆρον προέκοψε· τότε δὲ λαβὼν τὸ φιλάνθρωπον ῥάπισμα, καὶ τυφλὸς ὡς τὸ πρῶτον γενόμενος, πάλιν ὑπέστρεφε καὶ τῆς ποθουμένης πόλεως ἀπηρνεῖτο τὴν εἴσοδον, τῶν ἁγίων εἰδὼς τὴν συμπάθειαν, καὶ ὡς ἐπιστρέφοντα δέξονται καὶ θεραπεύσουσιν πρὸς σωτηρίαν παιδεύσαντες. [8] Ἀμέλει κατ’ ἐκείνην τὴν νύκταν κοιμώμενος ἔβλεπε, μᾶλλον δὲ ἐπεὶ μὴ ἔβλεπεν, ἤκουεν· Θᾶττον ὑπόστρεψον, καὶ θεράπευε τεθυμωμένους τοὺς μάρτυρας τούτους τοὺς τοῦ οἰκονομοῦντος τὸ τέμενος, Χριστόδωρος ἦν ὁ θαυμάσιος, δηλώσας ὀνόματι.

Ἀληθὲς δὲ καὶ οὕτως ἦν τὸ ἐνύπνιον, τοῦτο τάχα τῶν ἁγίων κατὰ θείαν ἐργασαμένων διοίκησιν· ὅτι χωρὶς τῆς Χριστοδώρου, φησίν, ἐπιτροπῆς ἀνεχώρησεν· ὅθεν ἐλθόντα τὸν Ἰωάννην οὔτε ἰδεῖν οὔτε τοῖς ἀνὰ τὸν σηκὸν ἀσθενοῦσιν συντάττεσθαι τεθέληκεν, ἀλλ’ ἐν τῷ σεπτῷ τοῦ τεμένους ἱερατείῳ κατέκειτο, ἔνθα καὶ πάντες οἱ ξενιζόμενοι μένουσιν, τόπον ἕτερον διὰ τὸν ἐνόντα τῶν νοσούντων λεὼν μὴ εὑρίσκοντες. [9] Ἐν τούτῳ γοῦν Ἰωάννης ἡμέρας τρεῖς κατακείμενος, καὶ τόπον ἀσθενοῦντος οὐ λαβών, ὡς δεδήλωται, τῆς τῶν μαρτύρων τοῦτο διοικουμένης χαριεστάτης δυνάμεως, μετὰ τὰς τρεῖς ὡς ἐκάθευδε, διάκονον ὁρᾷ κατὰ τόπον ἑστῶτα τοῦ ἄμβωνος, καὶ τῶν σεπτῶν Εὐαγγελίων τὰς βίβλους βαστάζοντα, καὶ μεγαλοφώνως εὐαγγελιζόμενον. Τοῦτο δὲ ἦν ὅπερ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου ὁ φανεὶς ἀνεγίνωσκεν, ἡ τοῦ Σωτῆρος πρὸς Ἰωάννην τὸν Βαπτιστὴν διὰ τῶν οἰκείων μαθητῶν ἐρωτήσαντα, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; ἀπόκρισις.

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε τῷ Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσιν, λεπροὶ καθαρίζονται, χωλοὶ περιπατοῦσιν, καὶ κωφοὶ ἀκούουσιν. [10] Τούτων ἀκροατὴς τῶν ῥημάτων Ἰωάννης καθ’ ὕπνους γενόμενος, εὐθέως ἀνίσταται σὺν τῷ ὕπνῳ τὴν τύφλωσιν ἀποθέμενος· ἀναβλέψας γὰρ τοῖς τοῦ σώματος ὄμμασιν, τὸ φέγγος ὁρᾷ νεωστὶ τοῦ ἡλίου γενόμενον (ὄρθρος γὰρ ἦν)· καὶ τότε μετὰ τὴν τῆς νυκτὸς ἀναχώρησιν, ἡλιακαῖς ἀκτῖσιν ὁ ἀνὴρ ἐλευκαίνετο, ὅτε καὶ Ἰωάννης τῆς σωτηρίου φωνῆς λεγούσης ἀκροασάμενος, Τυφλοὶ ἀναβλέπουσιν, ἀθρόως ἀνέβλεψε, πίστει προφωτισθεὶς τὴν ψυχὴν καὶ φωτεινὰ προσκτησάμενος ταύτης τὰ ὄμματα· οὐδέπω δὲ τελείαν τὴν ῥῶσιν ὡς τὸ πρῶτον ἐδέξατο, ἀλλὰ μόνον φέρων ἐν τοῖς ὄμμασι τῆς τοιαύτης ἀγνωμοσύνης τὸν ὠφέλιμον ἔλεγχον, ἵνα τοῦτον ἄλλοι θεώμενοι, ἑαυτῶν ἀσφαλέστεροι γίγνοιντο. Ἡμεῖς δὲ καὶ ταύτης τῆς παντωφελοῦς παιδεύσεως ἕνεκα τοῖς ὕμνοις ὑμνήσαντες, ἄλλης αὐτῶν παιδευτικῆς θαυματουργίας ἁψώμεθα.

Περὶ Στεφάνου ὡσαύτως ἐν τοῖς ὀφθαλμοῖς ἐσχηκότος λευκώματα [1] Ἡκέτω μετὰ τοῦτον τὸν Ἰωάννην ὁ Στέφανος, καὶ διαδεχέσθω τὸν Κυνοπολίτην ὁ Νικιώτης τῷ γράμματι, προσαύξων τῶν ἁγίων τὸν ἔπαινον, καὶ προσθήκη τῆς αὐτῶν εὐφημίας γιγνόμενος. Ἐνόσει μὲν καὶ αὐτός, κατὰ τοὺς ὀφθαλμοὺς ἔχων λευκώματα, καὶ τῆς τοῦ προλαβόντος ὑπῆρχεν αἱρέσεως· ὧν πολλὴν ποιούμενος πρόνοιαν ὡς φωτὸς γλυκυτάτου παθόντων τὴν στέρησιν, τῇδε κἀκεῖσε διέθεεν, εὑρεῖν ἐπιποθῶν ὃ πρώην ἀπώλεσεν. [2] Πῶς δὲ τοῦτον οἱ θεσπέσιοι καὶ φιλάνθρωποι μάρτυρες θεραπεύουσιν, ἀκουσώμεθα· ἔτι δὲ τούτων τὸν ζῆλον τὸν ὑπὲρ τῆς ὀρθῆς θαυμάσωμεν πίστεως, καὶ τὴν δεδομένην αὐτοῖς τῶν ἰαμάτων ὑμνήσωμεν δύναμιν. Πρῶτον μὲν γὰρ ἐπὶ μῆνας τέσσαρας ἐλθόντα τὸν Στέφανον ἀνεπίσκεπτον εἴασαν, διὰ τούτου τὴν δυσκατάθετον αὐτοῦ γνώμην μαλάσοντες, καὶ πραότερόν πως πρὸς παραδοχὴν τοῦ βελτίονος ἐργαζόμενοι.

Εἶτα μετὰ τὸν ῥηθέντα καιρὸν ἐπισκέπτονται, καὶ ἀξιοῦσι τῆς ῥώσεως, ἐπισκέψει μιᾷ πρὸς τὴν τηλικαύτην νόσον ἀρκέσαντες. [3] Τοιούτῳ δὲ τρόπῳ καθεύδοντι φαίνονται. Ἐν τῷ ἱερατείῳ τοῦ τεμένους ἑστήκεσαν, σχῆμα μοναστοῦ περικείμενοι, καὶ τὸν Στέφανον ἔξω τυγχάνοντα ὡς εἰς αὐτοὺς ἐλθεῖν ἐκάλουν τοῖς νεύμασιν· καὶ εἰς τὴν ἱερατικὴν αὐλὴν εἰσπηδήσαντι, εὐλογίαν αὐτῷ (ἄρτος ἦν καθαρὸς σταυρὸν ἐντετυπωμένον ἔχων) παρείχοντο. Ὁ δὲ τὴν δοθεῖσαν εὐλογίαν δεξάμενος, ἄκων εἰς τοὔδαφος εἴασε φέρεσθαι, ἣν αὖθις Κῦρος ὁ δεδωκὼς ἀνελόμενος εἰς χεῖρας ἐδίδου τοῦ νέου, οὗ τῆς παλάμης ἐξέπεσεν· καὶ πάλιν πεσοῦσαν τὸ δεύτερον, πάλιν ὁ Κῦρος ἐπιδέδωκεν ἀνελόμενος. Ὡς δὲ πάλιν τὸ τρίτον παρέπεσεν, πάλιν ἐκ τρίτου λαβὼν ἐπιδέδωκεν, οἰμώξας τρόπον τινά, καὶ τοιαύτην φωνὴν πρὸς τὸν ἀσθενοῦντα φθεγξάμενος·

Ὄντως, ἀδελφέ, πάνυ πολὺ προσεπόθησα τῷ νεῷ σοῦ προσπελάσαντος, τοῦ ἀκοῦσαί σου τό, Ἀμήν, ἀμήν, Κύριε, λέγοντος. [4] Ὁ δὲ συνεὶς ὡς τῆς τῶν μυστηρίων Χριστοῦ μεταλήψεως ἕνεκεν εἴρηκεν (τότε γὰρ τοῦτο τοῖς ἱερεῦσιν τὸ ζωοποιὸν καὶ σωτήριον σῶμα καὶ αἷμα Χριστοῦ τοῦ Θεοῦ διανέμουσι πρόσφθεγμα λέγομεν, μαρτυροῦντες οἰκείᾳ φωνῇ καὶ συντιθέμενοι, ὡς ἀληθὲς καὶ ἔστι τε καὶ λέγεται, τὸ πρὸς ἐκείνων εἰς τροφὴν ἡμῖν πνευματικὴν καὶ ἄφεσιν ἁμαρτιῶν παρεχόμενον), καθ’ ἑκάστην Κυριακὴν ταύτης μεταλαμβάνειν τῆς ἀθανάτου τροφῆς ἀπεκρίνατο. Ἀλλ’ ὁ ἅγιος φανερώτερον ποιῶν τῷ ἀκούοντι τὸ λεγόμενον, Ὄντως, φησίν, οὐδ’ ἅπαξ ἐνθάδε μολὼν ἐκοινώνησας· ὅπερ εἰ μὴ δράσῃς, τὶ τῶν ἀναγκαίων ὀνῆσαι οὐ δυνάμεθα. [5] Ἀναστὰς δὲ τῶν ὕπνων ὁ Στέφανος, τῇ τῆς καθολικῆς Ἐκκλησίας κοινωνίᾳ προσέδραμεν, καὶ τοῖς ταύτης μυστηρίοις ἑπομένην τὴν ἀνάβλεψιν εὕρισκεν.

Ἐντεῦθεν καὶ ὁ τούτῳ διακονούμενος, τῶν ἐκκλησιαστικῶν τοῦ Σωτῆρος προβάτων ἐγίνετο, μανίαν εἶναι σαφῆ, καίτοι βάρβαρος ὤν, λογισάμενος, τὸ πρὸς Θεὸν καὶ ἁγίους, Ἐκκλησίαν τε καθολικὴν καὶ πίστιν ὀρθόδοξον μάχεσθαι· ἀλλ’ ὁ πᾶσιν ἀεὶ τοῖς χρηστοῖς διαφθονούμενος, καὶ τούτους σωζομένους ἐβάσκανεν, καὶ τὸ δῶρον ἐξ ἡμισείας ἀφείλετο· εἰ καὶ τὸ πᾶν ἀφελέσθαι βουληθεὶς οὐ δεδύνηται, τοὺς μάρτυρας εὑρὼν ὑπασπιστὰς τοῦ δωρήματος. [6] Μετὰ γὰρ τὴν ῥῶσιν τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ τῶν ἑκατέρων ὀφθαλμῶν τὴν ἀνάβλεψιν, ἔτι κατὰ τὸν σηκὸν διατρίβοντες, ὁ διακονούμενος ἠρώτα τὸν Στέφανον· Ἰδού, φησίν, ἐνθάδε, ὦ κύριε, ταῖς τῶν ἁγίων πεισθέντες κελεύσεσιν, κοινωνικοὶ τῆς καθολικῆς Ἐκκλησίας γεγόναμεν· τὴν ἐνεγκαμένην δὲ σὺν Θεῷ καταλαμβάνοντες ἐμμένωμεν ἆρα ταῖς τούτων κελεύσεσιν, ἢ πρὸς τὸ πρώην πάλιν χωρήσωμεν; Ὁ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο, ὡς Ἐνταῦθα μὲν ὄντες τὰ δοκοῦντα δρῶμεν τοῖς μάρτυσιν, ἀπιόντες δὲ τῶν ἐντεῦθεν, τῶν οἰκείων πάλιν δογμάτων ὡς τὸ πρὶν ἀνθεξώμεθα, καὶ πίστεως ἧς ἡμῖν οἱ πατέρες ἡμῶν ἐνεχείρισαν. [7] Καὶ ταῦτα μὲν ἐν μόναις τέως ἐλέγετο ταῖς ἐντεύξεσιν· ἔργον δὲ τοῖς λόγοις οὔπω τοιόνδε συνήπτετο· καὶ δίκη τῶν λόγων ὥσπερ ἔργων ἀκούσασα, ὡς πεπραχότα τὸν εἰρηκότα μετήρχετο.

Νὺξ γὰρ μετὰ τὰς ἡλίου δυσμὰς κἀκείνης τῆς ἡμέρας ἐλθοῦσα τὸ πέρας τοῖς ἐπὶ γῆς ἐβράβευσε τὴν ἀνάπαυσιν ἀνθρώποις, δηλονότι ὕπνον αὐτὴ ταῖς πτέρυξι φέρουσα, καὶ βοῶσα σαφῶς ὡς οὐ μάτην οὐδ’ αὐτὴ τῷ πάντων ποιητῇ πεπλαστούργηται· καθ’ ἣν καὶ οἱ μάρτυρες Στεφάνῳ ὡς ἀγνώμονι φαίνονται, καὶ τῆς ἀχαριστίας αὐτὸν τὰς δίκας εἰσπράττονται λουτροῖς αὐτὸν ἐπιτρέψαντες χρήσασθαι· οἷς ὡς ἐκελεύσθη χρησάμενος, οὕτω διετέθη κακῶς, ὡς πολλὰ γρηγορῆσαι νυχθήμερα, καὶ τὴν πολλὴν ἀϋπνίαν σὺν ταῖς ὀδύναις ὀδύρεσθαι, εἰς πάθος φρενῶν φέρειν εἰδυῖαν τοὺς πάσχοντας. [8] Ἀλλ’ αὐτὴ μὲν μαστίξασα ὡς δέον ἦν τὸν ἀγνώμονα, φιλανθρωπίᾳ μαρτύρων ἐπαύσατο· ἡ τύφλωσις δὲ πάλιν αὐτὸν ἡ παλαιὰ διεδέξατο, γλώττης ὄλισθον καὶ δυσσεβὲς διανοίας κολάζουσα γέννημα· καὶ ταῦτα πάσχων ἀξίως ὁ ἄθλιος, ἠγνόει κακῶς τῆς βασάνου τὸ αἴτιον. [9] Ἀλλ’ οἱ Χριστομίμητοι μάρτυρες ὑπερβαλλόντως ὄντες φιλάνθρωποι, καὶ σωθῆναι πάντας ἀνθρώπους ἐθέλοντες, καὶ ἐλθεῖν εἰς ἀληθείας ἐπίγνωσιν, ὡς ἂν ἐπιγνοίη, καὶ ἐπιγνοὺς μεταγνώσει, καὶ μεταγνοὺς σωθείη, τούτῳ δεικνύουσι δι’ ὁράματος, καὶ φανέντες ἐν ἄρχοντος εἴδει τε καὶ τάξει τοῦ τὴν Νικίου πόλιν ἰθύνοντος, τῆς πρὸς Κῦρον, φησίν, καὶ Ἰωάννην περὶ κοινωνίας γενομένης αὐτῷ συγκαταθέσεως ὠνείδιζον τὴν παράβασιν, καὶ στέργειν αὐτὸν τὰς πρὸς αὐτοὺς συνθήκας ἐκέλευον· καὶ τοῦτον ἠπείλουν εἰ πρὸς ἄλλην ἴδοι παράτρωσιν.

Ὁ δὲ ὡς ἔγνω τῆς βλάβης τὸ αἴτιον, ἀναστὰς ἐπωμόσατο μηκέτι μὴ λόγῳ μὴ ἔργῳ τοιοῦτό τι διαπράξασθαι, καὶ τῶν προλαβόντων συγγνώμην ἠξίωσε. [10] Οἱ δὲ θεσπέσιοι μάρτυρες ὡς εἶδον ἀραρότως συνθέμενον, καὶ σθένει παντὶ τὰς πρὸς αὐτοὺς περὶ πίστεως συνθήκας φυλάττειν σπουδάζοντα, πάλιν αὐτῷ κατὰ τοὺς ὕπνους ἐφάνησαν τῷ θυσιαστηρίῳ Χριστοῦ παριστάμενοι, καὶ τὴν ἀναίμακτον θυσίαν προσφέροντες, ἧς αὐτῷ καὶ μετέδωκαν προσενέγκαντες· καὶ μεταλαβόντι πάλιν αὐτῷ τὴν τοῦ Σωτῆρος Νύμφην τὴν Ἐκκλησίαν ὑπέδειξαν ἐν λαμπροῖς ἐσθήμασιν ἀπαστράπτουσαν, καὶ κόσμον ἔχουσαν ἔνθεον καὶ κάλλος ἀνείκαστον ἀνθρωπίνῃ φωνῇ μὴ λεχθῆναι δυνάμενον. Ἥτις ἐλθοῦσα πρὸς τὸ σεπτὸν θυσιαστήριον, πάλιν καὶ αὐτὴ τῶν ἐπικειμένων Χριστοῦ μυστηρίων τῷ Στεφάνῳ λαβοῦσα μετέδωκεν· καὶ τοῖς ἁγίοις εἰρηκόσιν, Ἀρκεῖ αὐτ<ῷ> τὸ δοθὲν πρὸς τελείωσιν, τοιούτοις ἀπεκρίνατο ῥήμασιν· [11] Βούλομαι περιττεύειν αὐτὸν τοῖς θείοις δωρήμασιν, καὶ τοῦτο πλεῖον τῶν δεδομένων κομίσασθαι· ἐγὼ γὰρ αὐτὸν ἐδεξάμην νῦν φωτιζόμενον, καὶ υἱὸς ἐμὸς ἀπὸ τοῦ παρόντος κεκλήσεται.

Καὶ ταῦτα πρὸς τοὺς μάρτυρας λέξασα, σταυρὸν χρύσεον λίθοις διαυγέσιν καὶ τιμίοις ἐκλάμποντα ἀπὸ τοῦ τραχήλου τοῦ νέου περὶ τὸ στῆθος ᾐώρησεν, τοῦτον φύλακα τοῦ δοθέντος αὐτῷ παρασχοῦσα φωτίσματος· ὅτι ἔξω προελθόντα τοῦ ἱεροῦ τόπου τὸν Στέφανον, μετὰ τὴν τῆς μυσταγωγίας ἐκείνης ἀπόλυσιν, αἰγύπτιός τις δυσειδής τε ἅμα καὶ βέβηλος, ἐκβύειν ἠβούλετο τῆς ἐκκλησίας ἔξω γενόμενον, καὶ πολὺ μαχησάμενος οὐ δεδύνηται· ἀλλὰ καὶ νικηθείς, εἰς βόθυνόν τινα δυσκατάληπτον πέπτωκε, σταυροῦ δηλονότι τοῦ τῆς νίκης δοτῆρος καὶ φύλακος τὸν οἰκεῖον προσκυνητὴν πάλιν ῥωννύοντος, καὶ νίκην κατὰ τοῦ σκότους παρέχοντος. [12] Μετ’ οὐ πολὺ δὲ τῆς νίκης ὁ Στέφανος καὶ τῶν ὀφθαλμῶν τὸ σκότος ἀπέθετο, καὶ τῆς ὑγείας ἀπήλαυσε, καὶ τὸ φῶς ὡς τὸ πρὶν ἐθεάσατο, σερίων ὀπῷ πρὸς θεραπείαν χρησάμενος· τούτων γὰρ ἐκχυματίζεσθαι τὸν ὀπὸν οἱ μάρτυρες δι’ ὁραμάτων ἐκέλευσαν. Καὶ ἐπὶ τοῦτο δὲ πάλιν τοὺς σωμάτων καὶ ψυχῶν ἰατροὺς ἀνυμνήσαντες, καὶ πρό γε τούτων Χριστὸν τὸν δι’ αὐτῶν ἐνεργοῦντα τὴν ἴασιν, πρὸς ἄλλην ἴασιν καὶ ἑτέρου διήγησιν θαύματος ἴωμεν.

Περὶ Πέτρου τοῦ παρέτου [1] Ἐπειδήπερ ἐν ἄμφω τοῖς προλαβοῦσι θαύμασί τε καὶ τέρασι καὶ τοῖς πρὸ τούτων λεχθεῖσιν ἡμῖν διηγήμασιν ἡ περὶ πίστεως γνώμη Κύρου καὶ Ἰωάννου τῶν ἁγίων μαρτύρων δεδήλωται, καὶ ὡς τῆς καθολικῆς Ἐκκλησίας τὸ κήρυγμα σέβουσιν, καὶ τὴν ταύτης κοινωνίαν ἀσπάζονται, διὰ τῆς ἰάσεως τῶν μνημονευθέντων ἀρτίως γιγνώσκονται, ἄξιον, οἶμαι, καθέστηκε καὶ Πέτρου μνήμην ποιήσασθαι, ὃν οἱ θεσπέσιοι μάρτυρες τῆς τῶν πρὸ αὐτοῦ δόξης ὑπάρχοντα πρὸς τὴν τῆς ἁγιωτάτης Ἐκκλησίας ἐλθεῖν κοινωνίαν ἠνάγκασαν. [2] Καὶ εἰ μὴ σκοπὸν τοῦτο ποιούμεθα, ἀλλὰ διὰ τὴν τῶν ἀποστατούντων τῆς Ἐκκλησίας ὠφέλειαν, ἵν’ οὗτοι κατὰ τὸ λόγιον ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων παντὸς ῥήματος τὴν στάσιν γινώσκοντες, καὶ νῦν μεταμάθωσιν τὴν ἀλήθειαν, καὶ τὰς οἰκείας αἱρέσεις ἐάσαντες, τῇ τοῦ Σωτῆρος Ἐκκλησίᾳ προσέλθωσιν, τῷ σκοπῷ τῶν ἁγίων ἑπόμενοι, καὶ πρὸς αὐτῶν τὸ χρηστὸν διδασκόμενοι.

Διὰ τοῦτο γὰρ καὶ τοὺς ἔτι κατὰ τὸν βίον ὑπάρχοντας καὶ τὸν ἀέρα τοῦτον τὸν ὁρώμενον πνέοντας φέρομεν, ἵνα εἴπερ ἡμῖν ἀπιστήσωσιν λέγουσιν, ἐκείνους αὐτοὺς ἐρωτήσωσιν, καὶ παρ’ αὐτῶν τὴν ἀλήθειαν μάθωσιν. [3] Ἀρκέσουσι γὰρ ἡμῖν πρὸς πᾶσαν ὀρθότητος πίστωσιν συνηγοροῦντες οἱ μάρτυρες, καὶ τοὺς σκάζοντας πρὸς τὴν τῆς εὐσεβείας ἐπίγνωσιν ἐν κημῷ καὶ χαλινῷ μεταφέροντες· ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ τοῦτο πάλιν δι’ ἔργων καὶ νῦν αὐτῶν ἐπιδείξωμεν· τὴν ἀρχὴν δὲ τῆς τούτου διηγήσεως ἐνθένδε ποιήσωμεν.

Ἡρακλείου τοῦ κτήματος ὁ Πέτρος ἐτύγχανεν, ὃ σταδίοις δέκα καὶ τέτρασι τοῦ νεὼ τῶν ἁγίων διέστηκεν· καὶ πάρεσιν εἶχε τὸ νόσημα ἐκ μεγάλης ἀσθενείας γενόμενον, εἰ μὴ Πέτρου θεάσοιτο θάνατον, καὶ σὺν αὐτῷ πελάσει τῷ μνήματι. [4] Ἀλλ’ εἰς Κῦρον ἐλθὼν καὶ Ἰωάννην τοὺς μάρτυρας, καὶ δι’ αὐτῶν εἰς Ἐκκλησίαν καθολικὴν καὶ πίστιν ὀρθόδοξον πρὸ θανάτου τὴν νόσον ἀπέβαλεν, καὶ πρὸ μνήματος τὴν ὀλέθριον πάρεσιν· ἀληθείας γὰρ οὐδὲν ἰσχυρότερον, ὡς ἡ τοῦ Ζοροβάβελ δείκνυσι φρόνησις, τῆς τοῖς οὐρανίοις κρατυνομένης κηρύγμασι, καὶ τὴν Ἐκκλησίαν ἀεὶ τηρούσης ἀήττητον, καὶ πύλαις ᾅδου μηδαμῶς ὑποκλίνουσαν, αἵτινες αἱρέσεις εἰσὶν αἱ μισόχριστοι, τῇ τοῦ ᾅδου διακονούμεναι φάρυγγι, καὶ πάντως εὐμαρῶς τοὺς ἐμπίπτοντας τῇ τούτου γαστρὶ παραπέμπουσαι. [5] Τούτῳ γὰρ οἱ τῇ πίστει θερμότατοι μάρτυρες παραστάντες καθεύδοντι, πράως ὁμοῦ καὶ προσηνῶς διαλέγονται. Βούλει γάρ, ἔφασκον, τῆς ὑγείας ἀπολαῦσαι καὶ ῥώσεως, καὶ ταύτην φυγεῖν τὴν κακίστην πάντων ἀσθένειαν; Ὁ δὲ προθύμως προσηκάμενος τὴν ἐρώτησιν, Ναί, τοῖς χείλεσιν εἴρηκεν, καὶ τῇ κεφαλῇ τοῦτο νεύσας ἐμήνυσεν· χεῖρας δὲ κινῶν ὡς ἠδύνατο, τὸν τῆς ἱκετείας τρόπον ἐδείκνυεν. Οἱ δὲ μάρτυρες ὡς εἶδον αὐτὸν τὴν ῥῶσιν φλεγόμενον, τοιαύτην αὐτῷ προτείνουσι ...

λητὴν λεὼν οἱ τούτων γονεῖς καὶ προπάτορες· ὅθεν ὁ Πέτρος μηδὲ τυχεῖν ἔφησε βούλεσθαι ῥώσεως, μηδὲ τῆς συνόδου γενέσθαι τῆς ἐν Χαλκηδόνι συναχθείσης ὁμόδοξος. Οἱ δὲ θεσπέσιοι ταῦτα λέγοντι προσηπείλησαν, καὶ ὡς οὐκ ἄλλως σωθήσεται φήσαντες ἀνεχώρησαν τὰς ἀλγηδόνας αὐτῷ διυπνίσαντες, ἃς ἧσαν αὐτοὶ κατευνάσαντες. [6] Ὁ δὲ ταύταις δεινῶς αἰκιζόμενος πάλιν ἀρωγοὺς ἐκάλει τοὺς μάρτυρας· ἀλλὰ πάλιν ἐλθόντες, καὶ τὰ πρῶτα προτείναντες, ἀπράκτους ἀπέλυσεν. Οὐ μόνον δὲ δὶς καὶ τρὶς ἢ τετράκις τοῦτο πεποίηκεν, ἀλλὰ πολλάκις αὐτοὺς καλῶν εἰς βοήθειαν, καὶ δι’ οἶκτον αὐτῷ πολὺν ὑπακούοντας, καὶ τὰ αὐτὰ ποιεῖν ἐπιτρέποντας, ὡς οὐκ ἐλθόντας ἀπέλυεν, μὴ βουλόμενος αὐτοῖς ὑπείκειν καὶ πείθεσθαι. Δυσμετάθετον γὰρ ἔθνος Αἰγύπτιοι, καὶ ὃ ποιεῖν ἅπαξ θεσπίσουσιν, εἴτε καλὸν εἴτε χηρεύοι τοῦ κρείττονος, οὐ ῥᾳδίως μεθιᾶσιν· καὶ οὗτοι μὲν τοιοῦτοι τυγχάνουσιν ἅπαντες. [7] Πέτρος δὲ τῆς ὀδύνης ὑπερβολῇ τιμωρούμενος, καὶ φέρειν ἔτι τῶν βασάνων οὐχ οἷός τε ὢν τὴν δριμύτητα, μόλις δὲ καὶ οὕτω πεισθεὶς τοῖς τῶν ἁγίων κελεύσμασι, τούτους τὸ τελευταῖον ἐκάλεσεν, ἵνα πάλιν οἰκτίραντες ἔλθωσι, καὶ τὰς ὀδύνας διώξωσιν, καὶ τὴν ῥῶσιν χαρίσωνται· καὶ παντὸς οὗ δ’ ἂν ἐθέλωσί τε καὶ λέξωσιν, τούτου πληρωτὴν ἑαυτὸν ὁρίζων ἑκούσιον.

Οἱ δὲ συμπαθεῖς ὄντες καὶ φιλάνθρωποι μάρτυρες, καὶ τότε καλοῦντος ἀφίκοντο, καὶ τὰ αὐτὰ ποιεῖν διετάττοντο, καὶ κοινωνὸν αὐτὸν ἔχειν τῆς πίστεως, εἰ πεισθείη καὶ ποιήσει, διώμνυντο. [8] Τούτῳ γὰρ ἔτι διστάζοντι περὶ τὴν τῶν μυστηρίων μετάληψιν, Οὐκ ἀρκεῖ σοὶ πιστεύειν, ἐφθέγξαντο, ὡς ἡμεῖς, ὦ Πέτρε, πιστεύομεν, καὶ ἡμῖν ἐν τῷ περὶ πίστεως λόγῳ συντάττεσθαι; Ὁ δὲ πρὸς αὐτοὺς πάλιν λέγειν ἐτόλμησεν· Τί γὰρ καὶ ὑμεῖς, ὦ τοῦ Χριστοῦ μεγάλοι θεράποντες, ὡς ἡ ἐν Χαλκηδόνι πιστεύετε σύνοδος; Οἱ δὲ κατὰ ταύτην φρονεῖν τὴν τῶν ἱερῶν ὁσίαν πληθὺν ὡμολόγησαν· καὶ οὕτω πιστεύειν ὡς ἡ ἐν Χαλκηδόνι πεπίστευκε σύνοδος· καὶ ταύτην ἔλεγον πίστιν ὀρθὴν καὶ θεόπνευστον κήρυγμα, ἣν ἡ λεχθεῖσα σύνοδος ὥρισε. [9] Ταῦτα λέξαντες οἱ θεσπέσιοι, καὶ δι’ ὅρκων αὐτὰ βεβαιώσαντες, καὶ τὸν Πέτρον ἤδη προπεισθέντα ταῖς βασάνοις δράσαντες, τῷ δοκεῖν ἀνεχώρησαν τοῦ τεμένους αὐτῶν οὐκ εἰργόμενοι.

Ὁ δὲ πρωΐας τὸ μακάριον ἐπλήρωσε πρόσταγμα, καὶ μισθὸν εὐσεβείας τὴν ῥῶσιν ἐδρέψατο, καὶ φυλάττων τὴν πίστιν διέμεινεν, ἣν οἱ μάρτυρες αὐτῷ δέδωκαν, καὶ τὸν μισθὸν ἀναφαίρετον ἔσχηκε τῆς ὀρθῆς οὐ τεμνόμενον πίστεως, ἀλλὰ ταύτῃ συνόντα καὶ μένοντα, καὶ τὸν χωρισμὸν αὐτῆς οὐ δεχόμενον· οὐδὲ πάσχει τοῖς προλαβοῦσι τὰ ὅμοια, οὐδὲ πίστεως στερεῖται καὶ ῥώσεως, καὶ πάλιν ὡς ἀγνώμων παιδεύεται καὶ μαστιγούμενος, μεταποιεῖται τὰ κρείττονα, ἀλλ’ ἔστι πιστὸς ἀμετάθετος, ἀδιαλείπτως τρυγῶν τῆς ὑγείας τοὺς βότρους.

Καὶ Πέτρος μὲν οὕτω κοινωνικὸς τῆς Ἐκκλησίας ἐγένετο, καὶ τέκνον φωτός. [10] Μηνᾶς δὲ ὁ Χριστοδώρου τοῦ τῶν ἁγίων οἰκονόμου νοτάριος, Ἀλεξανδρεὺς ὢν καὶ τῆς αὐτῆς ὑπάρχων αἱρέσεως, φανερῶς μαστιχθεὶς ἐκοινώνησεν. Οὗτος γὰρ τοὺς ἁγίους κοιμώμενος, ἐπὶ τὸ τίμιον ἱερατεῖον, καὶ τὴν μυστικὴν καὶ οὐράνιον τράπεζαν, ὡς εἰς μυστηρίων ἁγίων ἀπιόντας μετάληψιν ἔβλεπεν· οἳ στραφέντες καὶ μὴ ἑπόμενον αὐτὸν θεωρήσαντες, πρὸς αὐτὸν ὑποστρέφουσι, καὶ ῥάβδους αὐτῶν ταῖς παλάμαις κατέχοντες, ἐντόνως αὐτὸν καὶ γενναίως ἐμάστιζον, τὴν αἰτίαν τῶν βασάνων ἐμφαίνοντες. Τίνος γὰρ ἕνεκεν, ἔλεγον, ἀπιόντας ἡμᾶς ἐπὶ κοινωνίας βλέπων μετάληψιν οὐ συνέδραμες; Εἰ τοίνυν εἰς οἶκον βούλει παραμένειν ἡμέτερον, τοῖς ἡμῶν ἀκολούθει θεσπίσμασιν· καὶ ὅθεν ἡμεῖς Δεσποτικῆς τροφῆς ἀπολαύομεν, ἐκεῖσε καὶ αὐτὸς μεταλάμβανε, ταῖς τῶν δακτύλων ἐκτάσεσιν τὴν ἱερὰν δεικνύοντες τράπεζαν. [11] Ἀλλ’ ὅτε μετὰ πλείστας αὐτοῖς συνθέσθαι μάστιγας <οὐκ> ἔπεισαν, ἐμβριθῶς ἀπειλήσαντες εἴασαν, πάντως ποιεῖν τὸ κελευσθὲν συνταξάμενον.

Ὁ δὲ στραφεὶς ταῖς ἀλγηδόσιν ἐστύφετο, καὶ ὡς ὕπαρ πληχθεὶς εἶχε τοὺς μώλωπας, τῷ τῶν ἁγίων μαρτυροῦντας βουλήματι. Ὅθεν ἀναστὰς εὐθὺς ἐκοινώνησεν, καὶ τὰς τῶν βασάνων ὀδύνας ἀπέβαλε· καὶ φωτισθεὶς τὴν ψυχὴν τῇ τῆς ἀληθοῦς πίστεως χάριτι, εὐμενεῖς τὸ λοιπὸν τοὺς ἁγίους ἐκτήσατο. Βουλόμενοι δὲ καὶ πλειόνων ἄλλων μνήμην ποιήσασθαι μαρτυρικοῖς κεκοινωνηκότων προστάγμασιν, καὶ μαθόντων τῆς πίστεως τὴν ἀλήθειαν, τοῖς λεχθεῖσιν μόνοις ἀρκούμεθα· ἵνα μηδεὶς ἡμᾶς ὑποπτεύσειεν πίστεως ἕνεκα γεγραφέναι τῶν ἁγίων τὰ θαύματα. Ἐνταῦθα γὰρ καὶ τὴν περὶ Πέτρου καὶ Μηνᾶ τοῦ νοταρίου διήγησιν συμπεράναντες, καὶ τοὺς ἁγίους ὑμνήσαντες, πρὸς ἄλλην διήγησιν ἔνθεον ἔλθωμεν.

Περὶ Ἰωάννου τοῦ Μνηματίτου τῶν ἁγίων τοὺς νεφροὺς πάσχοντος [1] Οὐκ ἄτοπον, ὡς οἶμαι, καθέστηκε καὶ Ἰωάννην παραθέσθαι τῷ γράμματι τὸν Μνηματίτην ἐπιλεγόμενον, ὡς τῆς θεραπείας τοῦ τῶν ἁγίων προϊστάμενον μνήματος, ἐπειδὴ τὰ κατὰ Πέτρον διηγούμενοι τὸν Αἰγύπτιον, καὶ Μηνᾶν παρεθέμεθα τὸν νοτάριον, τὸν Χριστοδώρῳ καὶ τῇ τῶν ἁγίων οἰκονομίᾳ διακονούμενον, εἰ καὶ τὰ τῶν ὑπηρετούντων τοῖς μάρτυσι πρόσωπα, αἱ πίστεις καὶ τὰ γένη, καὶ τῶν εἰς αὐτοὺς πραχθέντων θαυμάτων διελεῖν ἡμᾶς ἀπ’ ἀλλήλων ἠνάγκασε, καίτοι συνάπτειν αὐτὰ βουλομένους καὶ σπεύδοντας. [2] Λίβυς ὁ Ἰωάννης ἐτύγχανεν, καὶ Μαραιώτην ᾤκει τὸ πρότερον· ἀλλ’ εἰς τὸ τῶν ἁγίων γενόμενος τέμενος, τρόπον τινὰ γένος ἠλλάξατο·

Αἰγύπτου γὰρ τοῦτο μᾶλλόν ἐστι πλησιαίτερον· τὸ δὲ τῆς μετοικήσεως αἴτιον, δαίμων ἦν, ὡς λέγουσιν, ἄγριος, ὃς ἐν αὐτῷ τὴν κατοικίαν ποιούμενος, ἀφόρητος ἦν διὰ πολλὴν ἀγριότητα. Τούτου χάριν ὁ Ἰωάννης δεδεμένος ἁλύσεσιν πρὸς τοὺς μάρτυρας ἤγετο, ὅπως αὐτὸν ἐλεήσαντες τοῦ συνοικοῦντος λυτρώσωνται δαίμονος· ὃ καὶ θᾶττον πεπράχασιν.

Ἐκβαλόντες γὰρ εὐθὺς τὸ δαιμόνιον, τῆς τούτου μανίας διηνεκῆ δωροῦνται τὴν λύτρωσιν. [3] Ὁ δὲ ταύτης τυχὼν τῆς λυτρώσεως, τῶν σεσωκότων ἁγίων δοῦλον ἑαυτὸν ἀπεγράψατο, τῆς θεραπείας ἀξίαν ἐνδεικνύμενος εὔνοιαν, δι’ ἣν καὶ μετανάστης ἐγένετο, καὶ τὴν πατρίδα λιπών, τὸ τῶν ἁγίων μαρτύριον ᾤκησεν. Καὶ τοῦτο μὲν τῆς μετοικεσίας τὸ αἴτιον. Μετὰ χρόνον δὲ πάνυ συχνὸν τοὺς νεφροὺς βαρέως ἐνόσησεν, καὶ ἡ νόσος ἦν ἀνυπόστατος· ποτὲ μὲν γὰρ πίπτων εἰς γῆν ἐκυλίετο, ποτὲ δὲ τῆς γῆς ἀνιστάμενος ἀνὰ τὸ τέμενος ἔθεε, καὶ βαρυφώνοις στενάγμασι πάντας τοὺς σὺν αὐτῷ διατρίβοντας ἐστέρει τῆς προσφιλοῦς ἀναπαύσεως, ἥτις αὐτοῖς ἠρεμίᾳ προσγίνεσθαι πέφυκεν, καὶ τάχα συγγνώμης ἐτύγχανεν ἄξιος, οὕτως σφοδρῶς ὀδυνώμενος. [4] Τῶν μὲν γὰρ ἄλλων παθῶν ἴσως τις τῆς ὀδύνης στοχάσαιτο, νεφρῶν δὲ πόνον εἰπεῖν καὶ ἄλγος ἀνείκαστον τῶν οὐ πεπονθότων οὐδείς, μόνοι δὲ γιγνώσκουσιν οἱ νοσήσαντες. Κινδυνεύων οὖν οὕτως, ὡς ἔφημεν, Ἰωάννης σφοδρότατα, τάχα ἂν συντονωτέρας ἔτυχε τῆς ἰάσεως, εἰ σὺν μακροθυμίᾳ τοὺς ἁγίους ἱκέτευε.

Καλὸν δὲ εἰπεῖν ὅπως καὶ τοῦτο διαφεύγει τὸ νόσημα· ἔστι γὰρ ὁ τρόπος χάριτος ἔμπλεος. Ἰατρίσκος τις τοῦτον ἰδὼν χαλεπῶς ὀδυνώμενον, καὶ τῆς ὑγείας διακαῶς ὀρεγόμενον, Τρία δός μοι, πρὸς αὐτὸν ἔφη, νομίσματα, κἀγώ σοι δι’ ἀντιδότου παρέχω τὴν ἴασιν. [5] Ὁ δὲ φυγεῖν σπουδάζων τὴν βάσανον, τὸ χρυσίον προθύμως ἐπέδωκεν, καὶ λαβὼν ἐτήρει τὸ φάρμακον, ἵνα πρὸς ὄρθρον αὐτὸ διὰ στόματος δέξηται. Καὶ κατ’ ἐκείνην τὴν νύκταν κοιμώμενος, παρεστῶτας αὐτῷ βλέπει τοὺς μάρτυρας, καὶ τὴν ἀπιστίαν τὴν πρὸς αὐτοὺς ὀνειδίζοντας, καὶ τῶν εἰς αὐτὸν διαφόρως γενομένων ἰάσεων ἀναμιμνήσκοντας. Οὐ μόνον γὰρ αὐτὸν δαίμονος ἦσαν λυτρωσάμενοι, ἀλλὰ καὶ τοῦ τῆς ποδάγρας ἀνιάτου νοσήματος, καὶ μυρίων ἄλλων παθῶν ἰδικοῦ δεομένων συντάγματος, εἰ γράφειν αὐτά τις τὸ καθ’ ἓν ἐθελήσειεν. [6] Περὶ ὧν ὑπομνήσαντες πάντων αὐτὸν οἱ καλλίνικοι, καὶ μάλα κομψῶς ἐγκαλέσαντες τὸ ἄπιστον, τὸ ἀμνημόνευτον, τὸ ἀχάριστον, καὶ εἴ τι τούτοις ἐστὶ παραπλήσιον. Τέλος ἐν εἰρωνείᾳ τὸν λόγον ποιούμενοι, Τί; φασίν, ἡμῖν εἰ παρέσχες τὰ τρία νομίσματα, οὐκ εἴχομεν παρασχεῖν σοι τὴν ἴασιν; τοὺς αὐτοὺς λόγους ἀπαραλλάκτως φθεγξάμενοι, οἷς πρὸς αὐτὸν ὁ καλὸς ἐκεῖνος ἰατρίσκος ἐχρήσατο.

Πλὴν ἄπελθε, λέγουσι, καὶ ὅσα τῷ ἰατρῷ προσεκόμισας τῷ δεδωκότι σοι τὴν ἀντίδοτον, καὶ τῷ ἡμετέρῳ γαζοφυλακίῳ προσένεγκε, καὶ ἡμεῖς σοι μᾶλλον τὴν θεραπείαν ὀρέγομεν. Αὐτοὶ μὲν οὖν ταῦτα λέξαντες ᾤχοντο· ὁ δὲ ταχύτερον ἀναστὰς τὰ τρία προσφέρει νομίσματα, καὶ οὕτω τὴν ῥῶσιν κομίζεται· ἣν πρὸς τῶν ἁγίων δεξάμενος, οὐκέτι τῶν νεφρῶν ἀρρωστίαν ὑπέμεινεν. Ἡμεῖς δὲ τὸν περὶ αὐτοῦ λόγον ἐνταῦθα πληρώσαντες, καὶ τῶν ἁγίων τὸ κλέος δοξάσαντες, πρὸς ἰαθείσης γλώττης διήγησιν τὴν ἡμετέραν γλῶτταν ὀτρύνωμεν.

Περὶ τοῦ παιδίου Μηνᾶ τοῦ ἔξω τὴν γλῶτταν κρεμαμένην τοῦ στόματος ἔχοντος [1] Τὸ παρὸν τοῦτο τεράστιον μέγιστον ὂν ἐν τοῖς θαύμασι, καὶ γλώττης ἐδέετο μείζονος, οὐ πλήθει σαρκὸς ἐχούσης τὸ μέγεθος, ἀλλ’ εὐεπείᾳ καὶ λόγων εὐρύτητι, ὧν ἡμεῖς οὐ μετρίως χηρεύομεν, ὡς ἐκ τῶν προλαβόντων δεδήλωται.

Ἐπειδὴ δὲ καὶ τοῦτο λέγειν ἡμᾶς οἱ μάρτυρες ἔκριναν, λέξωμεν καὶ αὐτό, ὡς ἂν αὐτοὶ τὸ λέγειν ὀρέξωσιν· Γύναιον οὐ πρὸ πολλοῦ καιροῦ τὸν νεὼν τῶν ἁγίων κατείληφε· Μαρία μὲν τοὔνομα, τῆς Αἰγύπτου δὲ Βαβυλῶνος ὁρμώμενον· καὶ μειράκιον ἔχουσα ὡσεὶ ἐτῶν ὀκτὼ πλεῖον ἢ ἔλαττον, καὶ τοῦτο Μηνᾶν προσηγόρευε, πρὸς τιμὴν δηλονότι τοῦ μάρτυρος οὕτω τὸ παιδίον καλέσασα. [2] Μηνᾶς οὖν τὸ μειράκιον τὴν γλῶτταν εἶχεν ἔξω κρεμαμένην τοῦ στόματος, εἴδει καὶ μεγέθει τῶν ἀνθρωπίνων γλωττῶν πολὺ διαφέρουσαν· ἐπὶ σπιθαμὴν γὰρ μίαν ἔξω τῶν χειλέων αἰώρητο, καὶ πάντα τὸν πώγωνα καὶ τὸν γάργαρον ἔσκεπε, ὑπήνης δίκην βαθείας ὑπάρχουσα· τὸ δὲ χρῶμα τὸ ἐρυθρὸν μεταλλάξασα, μετὰ μελάνσεώς τινος ἐπορφύριζε, ξένον προκειμένη καὶ δυσειδέστατον θέαμα, καὶ πάντας κινοῦσα τοὺς βλέποντας πρὸς ναυτίαν ὁμοῦ καὶ συμπάθειαν καὶ πρὸς ἀφόρητον ἔμετον. [3] Ἀεὶ γὰρ λιβάδος δίκην τοῖς σιάλοις καταστάζουσα, καὶ τὸν πτύελον ἀεννάως προχέουσα τὸ ἱμάτιον ἔβρεχε καὶ τὸν θώρακα, καὶ τούτῳ τῆς οἰκείας μετεδίδου μελάνσεως, κοινωνὸν αὐτὸ ποιουμένη τοῦ χρώματος· ὡς πολλοὺς μὲν ἐντεῦθεν μηδὲ ὁρᾶν τὸ παιδίον δύνασθαι· ἀλλ’ εἰ καὶ συνέβη γενέσθαι συνάντησιν, σκέπειν αὐτοὺς τὰ τοῦ σώματος ὄμματα, καὶ στρέφειν αὐτῶν εἰς τοὐπίσω τὰ πρόσωπα, ἵνα μὴ παρὰ γνώμην αὐτὸ θεασάμενοι καὶ παρὰ γνώμην τὸν στόμαχον διαστραφέντες ἐμέσωσιν· πολλοὺς δὲ τοὺς βλέπειν αὐτὸ κἂν πρὸς βραχὺ γοῦν ἰσχύοντας, τὸ τοῦ πάθους ἐνορῶντας ὑπέρογκον, τὴν παρὰ τοῦ Σωτῆρος ἐπὶ τῷ προδότῃ λεχθεῖσαν ἀφιέναι φωνήν, καὶ ἐπὶ τοῦτο βοᾶν, ὅτι καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος· τινὰς δὲ ταύτῃ προστιθέναι καὶ τὴν περὶ τοῦ τυφλοῦ γεννηθέντος ἀποστολικὴν ἐπερώτησιν, τό· Τίς ἄρα ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵν’ οὕτως γένηται; [4] Καὶ εἰ μὴ τὸ παιδίον τυφλὸν ἐτύγχανεν, μηδ’ οὕτως μητρῴας νηδύος ἐξέθορεν· ἀλλὰ νυκτὸς ὡς ἐκάθευδεν, δαίμων τις ἀλιτήριος πολὺ νοσῶν τὸ μισάνθρωπον, τῆς τούτου γλώττης δραξάμενος τῆς οἰκείας ἑστίας ἐξέσπασεν· καὶ πλήξας ἀφειδῶς ὁ παμμίαρος, καὶ μείζονα ταύτην ταῖς πληγαῖς ἐργασάμενος, ἔξω κρέμασθαι καὶ μὴ χωρεῖσθαι τοῖς ἔνδον πεποίηκε.

Οὐ μόνον γὰρ αὐτῷ τὸ δυσειδὲς ἐπεφαίνετο, ἀλλὰ καὶ τὸ τῆς ζωῆς ἤνθει τῆς παρούσης ἐπώδυνον. Τροφῆς μὲν γὰρ στερεᾶς παντοίως ἐστέρητο, μὴ δυναμένων τῶν ὀδόντων ταύτην λεαίνειν ὥσπερ εἰώθεισαν, διὰ τὴν τῆς γλώττης ἐξοχὴν καὶ παραύξησιν, ὑγρᾶς δὲ μόλις καὶ ῥοώδους ἐγεύετο βρώσεως, μηχανῇ τινι τῆς μητρὸς τὴν γλῶτταν εἰργούσης, καὶ ταύτην ἐγχεούσης τῷ στόματι. Καὶ τοῦτο μὲν ἦν τοῦ παιδὸς τὸ ἀρρώστημα, ὃ μηδείς, ὡς οἶμαι, τῶν ἀνθρώπων ὑπέμεινεν, μηδὲ παθόντος ἄλλου τεθέαται, εἰ καὶ τὰ μάλιστα μηδὲν ὑπὸ τὸν ἥλιον εἶναι καινόν τε καὶ πρόσφατον ὁ σοφὸς Ἐκκλησιαστὴς ἀπεφήνατο. [5] Πολλοὶ γοῦν παῖδες αὐτὸ τῶν ἰατρῶν ἐθεάσαντο, καὶ τούτων εἶδον οἱ προὔχοντες, καὶ πρὸς τὸ πάθος εὐθὺς ἐκπληττόμενοι, μόνον ἅπαντες τὰς ὄψεις τύπτοντες ἔφευγον, μηκέτι δρᾶσαι γιγνώσκοντες, μήτε πυθέσθαι τι τοιοῦτό ποτε διομνύμενοι μηδὲ μὴν εὑρεῖν ἐν τοῖς τῶν ἀρχαίων Ἀσκληπιάδων συγγράμμασι.

Κῦρος δὲ καὶ Ἰωάννης οἱ μάρτυρες οἱ θεόθεν τὰς ἰάσεις προφέροντες, τὴν παροῦσαν ἰδόντες ἀσθένειαν, οὐδὲν τοιοῦτο δεδράκασιν, οὐδὲ πρὸς τὴν θέαν αὐτὴν ἐξεπλάγησαν, οὐδὲ ὡς δυσχερῆ παρῃτήσαντο, οὐδὲ μὴ γεγράφθαι ταύτης τὸ φάρμακον παρὰ Θεῷ τῷ πάντων ἰατρῷ διεκήρυξαν. [6] Ἀκριβῶς γὰρ ἠπίσταντο, ὡς πάντα ὅσα ἐθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις, καὶ ὡς τὰ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ Θεῷ καθεστήκασιν, καὶ ὡς πάντας ἐλεεῖ, ὅτι πάντα, καθὼς Ἰὼβ ἔφησε, δύναται· καὶ ὡς ὁ μελῳδὸς Δαβὶδ ἐν ψαλμοῖς ἐμελῴδησεν, οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ πλουσίως ἐκχύνονται. [7] Ὅθεν τὸν ἀσθενοῦντα δεξάμενοι, φιλοφροσύνης μὲν πρῶτον ἠξίωσαν, εἶτα καὶ θαρσεῖν τὴν τούτου τροφὸν παρεσκεύασαν, σκοπουμένην αὐτῶν τὰ παράδοξα. Χρόνον δὲ βραχὺν ἀναμείναντες οὐ τὴν θεραπείαν σκεπτόμενοι, ἀλλ’ ἵνα μὴ τοιοῦτο πρᾶγμα θαυμάσιον εἰς ὀλίγους κομιδῇ καὶ λίαν ἀριθμουμένους ἀφίκοιτο, ἐμφανέστερον δὲ μᾶλλον τοῖς πλείοσι καὶ γνωριμώτερον γένοιτο.

Καὶ τοῦτο δῆλον ἀπὸ τοῦ τῆς ἰάσεως τρόπου καθέστηκεν· οὐ γὰρ τόδε ποιεῖν δι’ ὁράματος, ἢ τόδε προσέταξαν, ὡς ἔθος αὐτοῖς διαπράττεσθαι, ἀλλ’ ὅτε ῥωσθῆναι τὸ παιδίον ἐθέσπισαν, οὕτως ἐπράχθη φανερῶς τὰ τῆς ῥώσεως· [8] Μεσούσης τῆς ἡμέρας μεθ’ ἡλίκων τινῶν τὸ μειράκιον πρὸ τοῦ τῶν ἁγίων ἔπαιζε μνήματος· καὶ ὅπερ φιλεῖ συμβαίνειν ἐν τοῖς παίδων ἀθύρμασιν, ποτὲ μὲν αὐτὸς ἑτέρους πρὸς ἔδαφος ἔφερεν, ποτὲ δὲ τοῦτον ἄλλοι κατέβαλλον.

Πεσόντος γοῦν αὐτοῦ, καὶ τοῖς μαρμάροις προσεγγισάσης τῆς ὄψεως, τούτων ἡ γλῶττα προσήψατο· καὶ μόνον ὡς ἔθιξεν, ὡς ἔκ τινος διωκομένη καὶ φεύγουσα, πρὸς ὅπερ ἦν ἐν ἀρχαῖς συνεστέλλετο, καὶ τὰ ἴδια μέτρα τὰ πρὸ τοῦ πάθους ἐδέχετο, καὶ τὴν εὔχροιαν εὐθὺς ἀνελάμβανεν, τὸ δυσειδὲς ἐκεῖνο χρῶμα καὶ σχῆμα καὶ μέγεθος τὸ πολυσαρκί<ᾳ> βριθόμενον ῥίψασα· καὶ ἡ τῶν ὀδόντων ἀκουσίως ἔξω προκύπτουσα, τὴν τοιαύτην ἀθρόον λαθοῦσα συνήθειαν, οὐδ’ ἑκουσίως προκύπτειν ἠνίσχετο, ἀλλ’ εἴσω χειλέων ὡς ἐν οἰκείᾳ παστάδι καθίσασα, καὶ κόσμον ἀναλαβοῦσα τὸν πρότερον, καὶ ποιουμένη κατὰ φύσιν ἑαυτῆς τὴν ἐνέργειαν, ἀγνώριστον ἐδείκνυ τοῖς πρὸ βραχέως ὁρῶσι σχεδὸν τὸ μειράκιον. [9] Τούτου γὰρ γεγονότος τοῦ θαύματος, βοὴ διαπρύσιος πρὸς τῶν ἀθυρόντων παιδίων ἐγένετο, καὶ τοὺς ἐν τῷ ναῷ πάντας ἐπὶ τὴν θέαν συνήθροιζεν, οἳ πρὸς τὸ πραχθὲν ἐκπλαγέντες τεράστιον, καὶ τοὺς ἁγίους ἀνύμνησαν, κἀκείνην τὴν φωνὴν τὴν ἐν Εὐαγγελίοις κειμένην περὶ τῶν τοῦ Σωτῆρος πράξεων μεγαλοφώνως ἀνέπεμπον, Εἴδομεν, λέγοντες, παράδοξα σήμερον· καὶ Χριστὸν αὐτὸν τὸν δι’ αὐτῶν πεπραχότα τὸ θαῦμα τῶν ἁγίων ἐδόξαζον καὶ περὶ τῆς ῥώσεως πάντες ἐγένοντο τῶν οἰκείων παθημάτων εὐέλπιδες. Ἡμεῖς δὲ παραδόξων ἀκροαταὶ γενόμενοι σήμερον, καὶ τοὺς τούτων ἐργάτας ἀξίως ὑμνήσαντες, παραδόξων ἄλλων γενώμεθα κήρυκες.

Περὶ Εὐγενίου τοῦ γεωμέτρου ὑδρωπιάσαντος [1] Ἐξ ἀρούρας ἡμῖν ὁ γεωμέτρης ἦλθεν Εὐγένιος, πᾶσαν μὲν μετρησάμενος ἄρουραν, ἑαυτοῦ δὲ τὴν γαστέρα μετρεῖν οὐ δυνάμενος, ἔκ τινος ὑγρᾶς οὐσίας εἰς αὐτὴν ἀθροιζομένης αὐξήσασαν, καὶ μιμουμένην οὐκ ἀρουραῖον εὐμέτρητον μέγεθος, ἀλλ’ ὄρεσιν ἐοικὸς δυσέφικτον ὕψωμα, ταῖς ὑπερόγκοις καὶ μεγίσταις οἰδήσεσι. Μεμετρημέναις δὲ χρῆται δεήσεσιν, συμμετρεῖσθαι τοῖς θαύμασι τῶν ἁγίων βουλόμενος· μεγάλην γὰρ εἶναι τὴν ἀξίαν ἡγούμενος, διὰ τοῦτο ταύτης ἀξιοῦσθαι προείρηται. Ἐν ταυτῷ δὲ καὶ ὅπως ἔχει παιδεύσεως ἐνδεικνύμενος, ἕκτον ἑαυτὸν ἐν ταῖς Αἰγυπτίων καὶ Λιβύων ἤγαγε διηγήσεσιν, τοῦ λεχθέντος ἀριθμοῦ θαυμάζων τὸ τέλειον, καὶ διὰ τοῦτο τοῦτον σπουδάσας κληρώσασθαι· ὅθεν ἡμεῖς τοῦ τε πόθου καὶ τῆς παιδείας αὐτὸν ἀγασάμενοι, τὴν αἴτησιν δράσωμεν. [2] Γεωμέτρης ἦν, ὡς ἔφην, Εὐγένιος, τὸ γένος Αἰγύπτιος. Οὗτος ὑδροποσίᾳ πολλῇ διὰ τὴν τῶν θερμῶν ἀέρων ἐπάχθειαν χρώμενος, εἰς νόσον βαρυτάτην ἐνέπεσε ἥτις πολὺ τῆς οἰκείας ἐνδοῦσα σφοδρότητος εἰς ὕδερον μέγιστον τὸ σμικρὸν ἐκεῖνο μετέβαλεν ἔλειμμα· καὶ τοῦτο γὰρ ἔχων Εὐγένιος, τῆς τῶν ὑδάτων οὐκ ἔληγε πόσεως· ἕως οὗ κατ’ ὀλίγον τὴν κοιλίαν ὀγκούμενος, ἀκίνητος ἔκειτο, τὰ μεγάλα κήτη καὶ τοὺς μεγάλους μιμούμενος δράκοντας, οἳ σωμάτων ὄγκῳ καὶ μεγέθει βαρούμενοι, εἰς τὰ πρόσω χωρεῖν οὐκ ἰσχύουσιν.

Ἀλλ’ οὐδὲ τότε τῆς τῶν ὑδάτων ἐπαύετο πόσεως· ὅθεν πάσης αὐξήσεως ἀρχὴν ἐχούσης τὴν κίνησιν, ὡς οἱ περὶ ταῦτα δεινοὶ δογματίζουσιν, αὐτὸς ηὖξε, καὶ μηδ’ ὅλως κινούμενος τὴν φύσιν αὐτήν, καὶ τὸ τούτων παραλογιζόμενος θέσπισμα. [3] Λέγειν δὲ πάλιν καὶ ἐπὶ τούτου τοῦ νοσήματος τῶν ἰατρῶν τὴν ἀσθένειαν ὡς πᾶσιν οὖσαν εὐσύνοπτον παραιτήσομαι· δήλη γὰρ αὕτη καθέστηκεν, κἂν ἡμεῖς σιωπήσωμεν. Οὐκοῦν ταύτην σιγῇ παρελάσαντες, τὴν Ἰωάννου καὶ Κύρου τῶν ἀληθινῶν ἰατρῶν λέξωμεν δύναμιν· ὅσον γὰρ ἡ τῶν προλαβόντων ἀσθένεια σιγῆς ἀξία γεγένηται, τοσ<ο>ῦτον τούτων ἡ δύναμις μεγαλοφώνως κηρύττεται· ἐπεὶ κἀκείνους Εὐγένιος μετὰ πεῖραν πολλὴν ὡς ἀσθενεῖς παρωσάμενος, τούτους ὡς δυνατοὺς ἐκ μόνης ἀκοῆς ἐπελέξατο. [4] Ἐλθὼν οὖν ἐπὶ τὸ τῶν ἁγίων ἰατρεῖον, τὸ πάσης ἀκηδίας καὶ παντοίων παθῶν ἀλεξίκακον, καὶ πείρᾳ μεμάθηκεν ὃ δι’ ἀκοῆς πρὸ τοῦ πάθους ἐγίγνωσκε. Καὶ καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν, σὺν τῷ μελῳδῷ διαπρυσίως ἐκήρυττεν· κατ’ αὐτὴν γὰρ εὐθέως τὴν νύκταν τὴν μεθ’ ἡμέραν ἐν ᾗ παρεγένετο, πρὸ τοῦ τάφου τῶν ἁγίων κοιμώμενος, τούτους βλέπει προϊόντας τοὺς μάρτυρας, καὶ πρὸς αὐτὸν ἤκουε λέγοντας·

Ἀναστὰς ἐντεῦθεν, Εὐγένιε, πρὸς τὴν σὴν ἑστίαν ἀπόδραμε· ἰδοὺ γάρ σε δι’ ἡμῶν ὁ Χριστὸς ἐθεράπευσεν, καὶ τὴν νόσον ἧς ἕνεκα πρὸς ἡμᾶς ἦλθες ἰάσατο. Ἐγερθεὶς οὖν πορεύου πρὸς ἀφεδρῶνας ὡς τάχιστα, καὶ πᾶσαν τὴν ἐν σοὶ συναχθεῖσαν ὕλην ἀπόβαλε. Καὶ ταῦτα λέγοντες, τῆς τοῦ νοσοῦντος κοιλίας προσέψαυον, ὡς δῆθεν αὐτὸν καταψ<ή>χοντες, τῷ δ’ ἀληθεῖ τὴν νόσον διώκοντες καὶ τὴν ἐκβολὴν δημιουργοῦντες τοῖς ὕδασιν. [5] Τοῦτο δρώντων αὐτῶν, ὡς μεθ’ ὕπνον (ταυτὸν δὲ καὶ μετὰ νόσον εἰπεῖν) Εὐγένιος ἔλεγεν (μέχρι γὰρ ὕπνου τὰ τῆς νόσου κεκράτηκε), γύναια τρία τῶν μαρτύρων ὄπισθεν ἔκραζεν· Τίνος ἕνεκεν, ἅγιοι, ἡμεῖς μὲν χρόνον ἔχομεν ἐνθάδε καθήμεναι, καὶ ταῖς πληγαῖς ὀδυνώμεναι (τῶν γὰρ ἐκεῖσε κειμένων ἐτύγχανον, ὡς ταύτας ἐπέγνω μετ’ ὄναρ ὁ ἄρρωστος), καὶ νοσημάτων οὔπω πεπαύμεθα· οὗτος δὲ χθὲς ἀφικόμενος, καὶ πάθει τηλικούτῳ κρατούμενος, σήμερον ἠξίωται ῥώσεως, καὶ χωρεῖν οἴκοι κελεύεται;

Πρὸς ἃς στραφέντες οἱ μάρτυρες μετὰ πάσης ἀπελογοῦντο πραότητος. Οὐχ ἡμεῖς, ὦ γύναια, τῆς ὑγείας τυγχάνομεν κύριοι, ἀλλὰ Χριστὸς ὁ προβολεύς τε καὶ πρύτανις. [6] Ἀφικνοῦνται τοινῦν ἐνθάδε τινὲς μακροτέρας παιδείας δεόμενοι, καὶ πάλιν ἕτεροι θεραπευθῆναι θᾶττον ὀφείλοντες· ἡμεῖς γὰρ ὑπὲρ πάντων ὁμοίως τὰς ἱκετείας προσφέρομεν· καὶ ὃν ἂν πρὸς τοῦ Δεσπότου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κελευσθείημεν, τοῦτον θεραπεύσαντες εὐθὺς ἀπολύομεν. Τοῦτον οὖν καὶ ὑμεῖς σὺν ἡμῖν ἱκετεύσατε, τὴν χάριν παράσχειν τῶν ὑμετέρων ἰάσεων· καὶ εἰ σπλαγχνισθείη, καὶ μόνον κελεῦσαι καταξιώσειεν, ταχέως ἡμεῖς πληρωταὶ τῶν θείων αὐτοῦ θεσπισμάτων γιγνόμεθα· οὗ χωρὶς ἐπινεύσεως, οὔτε κρατεῖν οὔτε ἀπολύειν τοὺς πρὸς ἡμᾶς ἐρχομένους δυνάμεθα. Καὶ ταῦτα μὲν οἱ θεσπέσιοι μάρτυρες πρὸς τὰς γυναῖκας ἐφθέγξαντο. [7] Ὕπνου δὲ καὶ στρωμάτων ἀναστὰς ὁ Εὐγένιος, πρὸς ἀφεδρῶνας ἐσπούδαζε, σπεύδειν αὐτὸν τῆς γαστρὸς πρὸς τὸ μαρτυρικὸν ἀναγκαζούσης ἐπίταγμα. Καὶ ἐν τούτοις γενόμενος, ἅπασαν εὐθὺς τὴν ὕλην τὴν ἐν αὐτῷ πολυχρόνιον ἐν μιᾷ χρόνου στιγμῇ προσεκένωσε· καὶ ταύτην κενωθείς, ὡς εἰρήκαμεν, ὁ πάντων εἰσελθὼν ὅσον πρὸς εἶδος παχύτερος, πολὺ πολλῶν ἐξῆλθε τῶν ἀφεδρώνων ἰσχνότερος.

Μᾶλλον δὲ κἀνταῦθα σύμμετρος ὁ γεωμέτρης ἐξέθορε· μόνον γὰρ τῆς γαστρὸς τὸν ὄγκον ἔσχεν ἀμέτρητον, καὶ τὸν καιρὸν τῆς ἰάσεως, τὸν μὲν διὰ πολλὴν πάνυ βραχύτητα, τὸν δὲ διὰ τὸ πολὺ καὶ ἀνείκαστον μέγεθος. Οὕτω μὲν οὖν καὶ Εὐγένιος τὸν μόρον φυγὼν τοῦ νοσήματος, καὶ σύντομον τὴν ὑγείαν δρεψάμενος, τὴν χάριν εὐρύθμως μελῳδήσας τοῖς μάρτυσι καὶ Χριστῷ τῷ δι’ αὐτῶν δεδωκότι τὸ δρέψασθαι, τοῦ νεὼ σκιρτῶν ἀνεχώρησεν. Ἡμεῖς δὲ πάλιν ὡς πεπονθότες τὴν ἴασιν, τῇ διηγήσει τερπόμενοι, Χριστὸν καὶ τοὺς ἁγίους ὑμνήσαντες, ἐπ’ ἄλλο τερπνὸν ὁρμήσωμεν ἄκουσμα.

Περὶ Ταυρίνου λουρόποδος [1] Πάρεστι καὶ Ταυρῖνος ἐκ τοῦ πέλας ἐρχόμενος· μόλις δέ ποτε πρὸς ἡμᾶς ἀφικόμενος ὡς τὴν πορείαν μακρόθεν ποιούμενος, διὰ τὴν τῶν ποδῶν βραδυτέραν ἐνέργειαν· καὶ οὐ μόνης ταύτης χάριν, ὡς ἔοικεν, ἀλλὰ καὶ τοῦ χαλκευτικοῦ κρούσματος ἕνεκα, δι’ ὃ κελαδούντων ἡμῶν τῶν ἁγίων τὰ θαύματα, πυθέσθαι θᾶττον οὐκ ἴσχυσεν. Ἐλθὼν οὖν ὅμως τὰς αἰτίας τοῦ βράδους ἀπήγγειλε, καὶ μὴ παρελθεῖν αὐτὸν ἄγραφον ᾔτησεν· ὃν ὡς ἀναξίαν τῆς μέμψεως τὴν ἀπολογίαν ποιήσαντα, ἕνα τῶν αὐχούντων μαρτυρικαῖς ἐπισκέψεσι καὶ αὐτὸν ποιησώμεθα. [2] Ἡρακλείου τοῦ κτήματος τοῦ τῷ σηκῷ τῶν ἁγίων προσεγγίζοντος, καὶ σαββάτου ὁδὸν τούτου μόνον ἀπέχοντος, τουτέστιν τεττάρων καὶ δέκα σταδίων διάστημα, κωμήτης ὁ Ταυρῖνος ἐτύγχανεν, καὶ τὴν ἡλουργικὴν τέχνην μετήρχετο, τῶν ποδῶν τὴν ἀσθένειαν οὐ τυχοῦσαν ἐκέκτητο, ἀλλὰ μεγάλην καὶ λόγον ἀκοῆς ὑπεραίρουσαν.

Οὗτοι γὰρ τὸ τῶν ποδῶν εἶδος, εἰ ἔστιν εἰπεῖν, ἀρνησάμενοι, λώρων ἐμιμοῦντο νεκρῶν ἰδιότητα· δι’ ὃ καὶ τὸν ἔχοντα κτήτορα, τῇ τούτων ἐπωνυμίᾳ πεποιήκασιν ὀνομάζεσθαι· τὸν ἡλουργὸν γὰρ ἐπονομάζειν ἀπὸ τῆς τέχνης ἐάσαντες, ἀπὸ τῶν ποδῶν ἐκάλουν λουρόποδα· καὶ τάχα καλῶς τοιούτῳ αὐτὸν ἐκάλουν ὀνόματι, ἐπείπερ οἱ πόδες οὐ μόνον τὸ τῶν λώρων ἔσχον ἰδίωμα, ἀλλ’ ὅτι καὶ κατὰ ταῦτα ἦσαν λοιπὸν ἀνενέργητοι· καὶ ὅτι, φησίν, τῆς ἡλουργικῆς τέχνης διὰ τοὺς πόδας παυσάμενος, ἀπὸ τοῦ τῶν ποδῶν ἐκαλεῖτο νοσήματος. [3] Ταύτην ὁ Ταυρῖνος τὴν κακίστην ἔχων ἀσθένειαν, μετὰ τὴν τῶν ἰατρῶν τελευταίαν ἀπόφασιν, ὡς οὐκ ἄν ποτε πόδας ὁ τοιοῦτος κινήσειεν (αὕτη γὰρ ἦν αὐτῶν ἐκ τῆς τέχνης ἀπόφασις) πρὸς τὸν Κῦρον αἰρόμενος ἔρχεται καὶ Ἰωάννην τὸν Κύρου τοῦ θείου συμμάρτυρα, τοὺς θείας ἰατρικῆς ἐπιστήμονας, καὶ οὐ τῆς Ἱπποκράτην καὶ Γαληνὸν καὶ Δημόκριτον, τοὺς ἀπὸ γῆς φθεγγομένους, ποιουμένης γεννήτορας. Ὃν οἱ θαυμάσιοι μάρτυρες ἐλθόντα δεξάμενοι, ῥώσεως τῆς παρ’ ἐκείνων ἀπογνωσθείσης ἠξίωσαν.

Φανέντες γὰρ αὐτῷ καθ’ ὕπνους καὶ στρωμνάς, ὡς εἰώθασιν, παστὸν ὄρτυγα λαβεῖν ἐπιτάττουσι, καὶ τοῦτον τρίψαι καὶ χρῖσαι τοὺς πόδας θεσπίσαντες, πάλιν ὡς ὄναρ ἀπέπτησαν. [4] Ὁ δὲ μετὰ τὸν ὕπνον ποιήσας τὸ θέσπισμα, παραδόξως ἐρρώννυτο, καὶ πᾶν ἀποβαλὼν τῶν ποδῶν τὸ ἀρρώστημα, καὶ τὸ κατεσκληκὸς ἐκεῖνο καὶ τῶν λώρων δυσειδέστατον ἴνδαλμα, ἄρτιος καὶ καλλίπους ἐγίνετο, καὶ τάχα ὄρτυγας κρατεῖν τῇ τῶν ποδῶν ταχύτητι ἱκανώτατος.

Καὶ Ταυρῖνος μὲν οὕτω ῥώσεως ἐν εὐπορίᾳ γενόμενος, εὐχαριστήσας Θεῷ καὶ τοῖς μάρτυσιν ἀπελήλυθεν. Ἡμεῖς δὲ ὑμνήσαντες, καὶ λόγων εὐπορίαν πρὸς τὴν τῶν λοιπῶν θαυμάτων ἀπαγγελίαν αἰτήσαντες, σὺν προθυμίᾳ ταύτης ἐχώμεθα.