Ὃν φιλοφρόνως δεξάμενοι, διὰ τὴν πρὸς τοὺς μάρτυρας εὔνοιαν, καὶ τὴν γλῶτταν αὐτῷ πρὸς βραχὺ χαρισώμεθα, καὶ τὴν χεῖρα δανείσωμεν, καὶ τὸν κάλαμον χρήσωμεν, τοῖς ἁγίοις τὴν εὐφημίαν ὑφαίνοντι, καὶ τὴν αὐτῶν ἀλκὴν διαπρυσίως κηρύττειν σπουδάζοντι· ἀρξώμεθα γοῦν τῆς κατ’ αὐτὸν διηγήσεως, προθύμως αὐτῷ πάντα γιγνόμενοι, καὶ χεὶρ καὶ γλῶττα καὶ κάλαμος, ὀξὺ γράφειν εὐφυῶς ἐπειγόμενος. [2] Κίλιξ ἦν ὁ Θεόδωρος τῆς Ἀναζαρβέων ὁρμώμενος πόλεως, καὶ πάθεσι δύο δυσχερέσι κρατούμενος· ὧν τὸ μὲν δαιμόνιον ἦν πονηρότατον, ἀγριώτερόν πως ἐπερχόμενον καὶ ῥῆσσον ἀεὶ πρὸς πᾶν εὑρισκόμενον· πολλάκις γὰρ ὡς ὁ τοῦ δαιμονιῶντος πατὴρ ἐν Εὐαγγελίοις πρὸς τὸν Κύριον ἔφησεν, εἰς πῦρ αὐτὸν καὶ ὕδωρ ἐνέβαλε, κτείνειν ἀφειδῶς καὶ ἀπολλύειν βουλόμενον· τὸ δὲ τῶν ὀμμάτων ὑπῆρχεν ἡ τύφλωσις, οὐκ ἀσθενείᾳ γενομένη τῆς φύσεως, ἀλλ’ ἐνεργείᾳ σχεδιασθεῖσα τοῦ δαίμονος, οὐκ ἐκ νόσου σωματικῆς ἐπεισφρήσασα, ἀλλ’ ἐξ ἀγριότητος πνεύματος ἐνδημήσασα· οὕτω πονηρὸν ἦν τὸ δαιμόνιον, καὶ δι’ ὑπερβολὴν λύττης μισάνθρωπον. [3] Ἀλλ’ ἐν τούτοις τῷ Θεοδώρῳ τυγχάνοντι, καὶ μηδὲν σωτηριῶδες διὰ τὸν χρόνον ἐλπίζοντι, ἢ τουτωνὶ τῶν παθῶν προσδοκῶντι φυγεῖν πρὸ τῆς ἐκ θανάτου λυτρώσεως· θάνατος γὰρ ὄντως ἀνδρὶ ἀνάπαυσις, ὡς ὁ φιλοσοφήσας ἐν πάθεσιν Ἰὼβ ἀπεφθέγξατο, πᾶσαν ἀναιρῶν τὴν ἐν βίῳ δυσχέρειαν, καὶ τῆς παρούσης ζωῆς τὸ πολυπαθὲς καὶ πολύμοχθον· Κῦρος καὶ Ἰωάννης ἠγγέλλοντο δαιμόνων ἐλαταὶ θεοδώρητοι, καὶ παθῶν σωματικῶν ἀληθεῖς ἀλεξίκακοι· καὶ πιστεύσας Θεῷ καὶ τοῖς μάρτυσιν, εἰς Ἀλεξάνδρειαν ἔρχεται, καὶ τῶν ἁγίων καταλαμβάνει τὸ τέμενος, ἔργῳ κηρύττων τῆς εἰς αὐτὸν πίστεως τὸ ἀκράδαντον· ὃν οἱ Χριστοῦ λαβόντες θεράποντες, καὶ τῶν συνεχόντων δεινῶν ἠλευθέρωσαν καὶ βίου θεοφιλοῦς ἐργάτην ἀνέδειξαν. [4] Φανέντες γὰρ αὐτῷ μετ’ οὐ πολὺ τῆς ἀφίξεως, οὐ γρηγοροῦντι, ἀλλ’ ἐπὶ τῶν στρωμάτων καθεύδοντι, συνθήκας πρὸς αὐτὸν καὶ προστάγματα τίθενται· καὶ εἶθ’ οὕτως αὐτὸν ἀξιοῦσι τῆς ῥώσεως· αἱ δὲ συνθῆκαι, καὶ τὰ δι’ αὐτῶν γεγονότα προστάγματα τῆς ταραχώδους ζωῆς ἀπῄτουν ἀπόθεσιν, καὶ βίου μονήρους γαληνιῶσαν ἀνάληψιν· αὕτη γὰρ αὐτοῖς πρὸς τῶν ῥωννυμένων μισθοπορία τριπόθητος, ἡ τοῦ βίου τυγχάνει διόρθωσις.