Σωφρονίου ἀρχιεπισκόπου Ἱεροσολύμων λόγος εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ, καὶ εἰς τὴν ἁγίαν ἀνάστασιν
Σταυροῦ πανήγυρις, καὶ τίς οὐ σκιρτήσειεν; ἀναστάσεως κήρυξις, καὶ τίς οὐ γελάσειεν; Ὁ μὲν γὰρ ἐν τόπῳ Κρανίου παγεὶς καὶ τὸν Δεσπότην προσηλωμένον ἔχων τῆς κτίσεως, «τὸ καθ’ ἡμῶν χειρόγραφον ἔῤῥηξε,» καὶ δεσμῶν ἁμαρτίας ἡμᾶς ἠλευθέρωσεν, ὅπερ Ἀδὰμ ἡμῶν ὁ προπάτωρ ὑπέγραψε, παραβὰς τοῦ Θεοῦ τὰ ἐντάλματα, καὶ σὺν θυμηδίᾳ σκιρτᾷν παρεσκεύασεν, ὡς ἐκ δεσμῶν ἀνειμένα μοσχάρια. «Ἔνθα γὰρ ἡ ἁμαρτία ἐπλεόνασεν, ἡ χάρις τοῦ Θεοῦ ἐπερίσσευσεν.» Ἡ δὲ τοῦ θανάτου τὴν φθορὰν ἐξωστράκισε, καὶ τοῦ ᾅδου τὸν ζόφον ἀπήλασε, καὶ τοὺς τεθνεῶτας τῶν τάφων ἀνέστησε, καὶ προσώπου παντὸς, προφητικῶς εἰπεῖν, ἀπήλειψε δάκρυον, καὶ τὴν χάριν τὴν ἀληθῶς ἀδιάδοχον ἀνθρώπῳ παντὶ προσκεχάρισται. Οὐ γὰρ μερικὸν τὸ τῆς ἀναστάσεως δώρημα, οὐδ’ εἰς ὀλίγους τινὰς ἡ ταύτης ἐδείχθη κατόρθωσις. Θεὸς γὰρ ἁπάσης ὑπῆρχε τῆς κτίσεως, ὁ ἀνθρωπείᾳ σαρκὶ τὴν ταφὴν ἐν αὐτῇ ποιησάμενος, μᾶλλον δὲ τὴν ἀνάστασιν· ὃς μερικὰς οὐκ οἶδε παρασχέσθαι χάριτας, οὐδὲ προσωποληψία τις παρ’ αὐτῷ πολιτεύεται. Πάντων γὰρ Θεὸς ἀληθὴς γνωριζόμενος, εἰς πάντας ἀνθρώπους τῆς σωτηρίας ἐκτείνει τὸ χάρισμα, εἰκόνος τῆς ἰδίας φειδόμενος, καὶ ταύτην ἀνανεῶν τελεώτατα, ἐπεὶ καὶ πᾶς ἐπίγειος ἄνθρωπος ἐν εἰκόνι Θεοῦ πεπλαστούργηται.