Καὶ γὰρ ἀληθῶς ταῦτα τῆς πρὸς Θεὸν οἰκειώσεως πάλιν ἡμᾶς μετόχους ἀνέδειξε, δι’ ἣν καὶ γεγέννηται καὶ πᾶσιν ἡμῖν τοῖς ἐπὶ γῆς ἀνατέταλκε.
Τούτων τοιγαροῦν τὴν μυστικὴν γινώσκοντες δύναμιν, καὶ ὅσον ἡμᾶς εὐεργέτησε, καὶ ὧνπερ ἡμῖν ταῦτα γεγένηται πρόξενα, οὕτως αὐτὰ καλῶς καὶ εὐσεβῶς ἑορτάσωμεν, ὡς αὐτὰ τιμώμενα βούλεται, «μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, μὴ ἁρπαγαῖς καὶ ἀδικίαις·» καὶ τῶν λοιπῶν σιγῶ τὸν κατάλογον. Τολμῶ γὰρ εἰπεῖν, ἀδελφοὶ γνησιώτατοι, καὶ τῆς αὐτῆς ἡμῶν πίστεως σύγκληροι, καὶ γονὰς τὰς αὐτὰς πνευματικὰς συμπλουτήσαντες, ὡς τὸν οὕτως αὐτὰς ἑορτάζειν ἐθέλοντα, οὐ μόνον οὐχ ὁρᾷ, οὐ προσίεται, ἀλλὰ καὶ ἀποστρέφεται, καὶ βδελύττεται, ὡς ἀπρεπῶς αὐτοῖς πολιτευόμενον, καὶ τὰ μισητὰ πάμπαν αὐτοῖς ἐργαζόμενον. Διὸ παρακαλῶ καὶ προτρέπομαι, ταῦτα μισεῖν καὶ ἐκτρέπεσθαι, ἅπερ ἡμῶν μισεῖ τὰ σεβάσμια· κἀκεῖνα φιλεῖν καὶ ἐργάζεσθαι, ἅπερ ἀρέσκειν αὐτοῖς ἐπιστάμεθα. Ἀρέσκειν δὲ καὶ τέρπειν ἐπίστανται, ὅσα πρὸς σωτηρίαν ἐπανάγει τὸν πράσσοντα, καὶ ὅσα πρὸς ζωὴν ὁδηγεῖ τὴν αἰώνιον. Ἢ οὐ ζωὴν ἡμῖν μὴ τελευτῶσαν, καὶ φῶς ἡμῖν οὐ δυόμενον ἤστραψε Χριστόθεν ἀνθρώποις ἐκλάμψαντα; Οὐκοῦν ἀμείψωμεν καὶ ἡμεῖς τὰ ἑαυτῶν πολιτεύματα, καὶ τὴν προτέραν ἀναστροφὴν ἀποδυσάμενοι ὡς βλαβερὰν καὶ ὀλέθριον, ἐν καινότητι ζωῆς εὐδρομήσωμεν.