Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ καὶ εἰς τὴν ἁγίαν ἀνάστασιν

Σωφρόνιος Ἱεροσολύμων

Θεολογία και λυτρωτικοί καρποί του Σταυρού και της Αναστάσεως

Πανηγυρικό προοίμιο για τα σωτηριώδη δωρήματα του σταυρικού θανάτου και της αναστάσεως του Κυρίου, με αναφορά στη νέκρωση της αμαρτίας και την πνευματική ανύψωση των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 4

Σωφρονίου ἀρχιεπισκόπου Ἱεροσολύμων λόγος εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ, καὶ εἰς τὴν ἁγίαν ἀνάστασιν Σταυροῦ πανήγυρις, καὶ τίς οὐ σκιρτήσειεν; ἀναστάσεως κήρυξις, καὶ τίς οὐ γελάσειεν; Ὁ μὲν γὰρ ἐν τόπῳ Κρανίου παγεὶς καὶ τὸν Δεσπότην προσηλωμένον ἔχων τῆς κτίσεως, «τὸ καθ’ ἡμῶν χειρόγραφον ἔῤῥηξε,» καὶ δεσμῶν ἁμαρτίας ἡμᾶς ἠλευθέρωσεν, ὅπερ Ἀδὰμ ἡμῶν ὁ προπάτωρ ὑπέγραψε, παραβὰς τοῦ Θεοῦ τὰ ἐντάλματα, καὶ σὺν θυμηδίᾳ σκιρτᾷν παρεσκεύασεν, ὡς ἐκ δεσμῶν ἀνειμένα μοσχάρια. «Ἔνθα γὰρ ἡ ἁμαρτία ἐπλεόνασεν, ἡ χάρις τοῦ Θεοῦ ἐπερίσσευσεν.» Ἡ δὲ τοῦ θανάτου τὴν φθορὰν ἐξωστράκισε, καὶ τοῦ ᾅδου τὸν ζόφον ἀπήλασε, καὶ τοὺς τεθνεῶτας τῶν τάφων ἀνέστησε, καὶ προσώπου παντὸς, προφητικῶς εἰπεῖν, ἀπήλειψε δάκρυον, καὶ τὴν χάριν τὴν ἀληθῶς ἀδιάδοχον ἀνθρώπῳ παντὶ προσκεχάρισται. Οὐ γὰρ μερικὸν τὸ τῆς ἀναστάσεως δώρημα, οὐδ’ εἰς ὀλίγους τινὰς ἡ ταύτης ἐδείχθη κατόρθωσις. Θεὸς γὰρ ἁπάσης ὑπῆρχε τῆς κτίσεως, ὁ ἀνθρωπείᾳ σαρκὶ τὴν ταφὴν ἐν αὐτῇ ποιησάμενος, μᾶλλον δὲ τὴν ἀνάστασιν· ὃς μερικὰς οὐκ οἶδε παρασχέσθαι χάριτας, οὐδὲ προσωποληψία τις παρ’ αὐτῷ πολιτεύεται. Πάντων γὰρ Θεὸς ἀληθὴς γνωριζόμενος, εἰς πάντας ἀνθρώπους τῆς σωτηρίας ἐκτείνει τὸ χάρισμα, εἰκόνος τῆς ἰδίας φειδόμενος, καὶ ταύτην ἀνανεῶν τελεώτατα, ἐπεὶ καὶ πᾶς ἐπίγειος ἄνθρωπος ἐν εἰκόνι Θεοῦ πεπλαστούργηται.

Σταυροῦ προῆλθε μνημόσυνα, καὶ τίς ἀνθρώπων ἑαυτὸν οὐ σταυρώσειε; Τοῦτον γὰρ οἶδε προσκυνητὴν γνησιώτατον. Τὸν ἑαυτὸν τῷ κόσμῳ σταυρώσαντα, καὶ ἑαυτὸν δεικνύντα τοῖς πράγμασιν, ὃς σταυροῦ φίλος πεφώραται γνήσιος. Ἀναστάσεως τὰ ἐγκαίνια, καὶ τίς πιστὸς οὐκ ἀνακαινισθήσεται, πᾶσαν παθῶν ἀπωσάμενος νέκρωσιν, καὶ ἀφθαρσίαν ψυχῆς ἐνδυσάμενος;

Ἄλλος γὰρ ψυχῆς διορίζεται θάνατος, καὶ ἄλλος τοῦ περὶ αὐτὴν γινώσκεται σώματος. Ἐκεῖνον μὲν γὰρ ἡ ἁμαρτία κυΐσκει τὸν θάνατον, ὡς ὁ ταύτης τῆς καθέδρας ἀρχηγὸς καὶ ἡγούμενος ὁ ἀδελφόθεος Ἰάκωβος γέγραφε. Τοῦτον δὲ ἡ τῶν στοιχείων ἀνάλυσις γεννᾷν πέφυκεν, ἐξ ὧν οὐσιωδῶς καὶ συνίσταται.

Ναὶ μὴν καὶ τῆς ἀθανάτου ψυχῆς ἀναχώρησις, κἂν ἰατρῶν παισὶ μὴ δοκῇ τοῖς μόνα θεραπεύειν ἐπαγγελλομένοις τὰ σώματα· ἐπειδὴ τῷ ἀνθρώπῳ τῆς θείας ἐντολῆς παρακούσαντι τοῦτ’ αὐτὸ πρὸς τοῦ Κτίσαντος σαφὲς ἐπιτίμιον ἐδέδοτο. Σταυρὸς εἰς ὕψος ἐπαίρεται, καὶ τίς ἀπὸ γῆς μυστικῶς οὐκ ἀρθήσεται; Ἔνθα γὰρ ὁ Λυτρωτὴς ὑπεραίρεται, ἐκεῖ καὶ ὁ λυτρωθεὶς φοιτᾷ καὶ διάλλεται, ποθῶν ἀεὶ συνεῖναι τῷ σώσαντι, καὶ τὴν ἀπ’ ἐκείνου τρυγᾷν οὐ φθειρομένην ἀντίληψιν. Σήμερον ἡ ἀνάστασις πρόεισι, καὶ φαιδρύνει τῇ προόδῳ σύμπαντα· αὔριον ὁ σταυρὸς ἐμφανίζεται, καὶ τοῖς προσκυνηταῖς τὰ δῶρα παρέχεται. Σήμερον ἡ ἀνάστασις ἥπλωται, καὶ αὔριον ὁ σταυρὸς ὑπερίπταται· ἡ μὲν τὴν φθορὰν στηλιτεύουσα, ὁ δὲ τῶν δαιμόνων τὰς φάλαγγας· ἡ μὲν δι’ ἑαυτῆς προκηρύττουσα, ὡς ἀληθῶς τεθανάτωται ὁ θάνατος· ὁ δὲ διαγγέλλων τοῖς ἅπασιν, ὡς πᾶσα κακουργία δαιμόνων κατήργηται, καὶ ὡς πᾶσα αὐτῶν ἐκνενέκρωται μιαρὰ καὶ ψυχοφθόρος ἐνέργεια.