Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Σωφρόνιος Ἱεροσολύμων

Η δημιουργία, η πτώση και η βουλή της θείας σωτηρίας

Προτροπή προς ακρόαση του θείου λόγου, ανασκόπηση της δημιουργίας και της πτώσης του ανθρώπου, και η προαιώνια απόφαση της θείας συγκατάβασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 2 από 7

Ηʹ. Οὐκοῦν τούτων ἡμεῖς καλῶς πεφευγότες τῆς ἀσεβείας τὴν ἄβυσσον, καὶ ἐπὶ τῆς ἀσείστου πέτρας τῆς πίστεως σὺν ἀσφαλείᾳ τοὺς πόδας ἐρείσαντες, καὶ εἰς ὄρος ὑψηλὸν ἀναβαίνοντες, καὶ ἐπ’ ἄκρων δογμάτων ἱστάμενοι κατὰ τὰ εὐαγγελικὰ καὶ προφητικὰ διατάγματα, καὶ τὴν φωνὴν, ὡς σθένος ἡμῖν, μᾶλλον δὲ ὡς δοίη Θεὸς, ἀνυψώσαντες, Εὐαγγέλια, εὐαγγέλια, κράξωμεν, καὶ πάλιν φαμὲν, Εὐαγγέλια, καὶ τῆς Τριάδος τὸ σέβας γεραίροντες, καὶ τοῦ τῆς Τριάδος ἑνὸς Θεοῦ Λόγου τὴν πρὸς ἡμᾶς συγκατάβασιν ᾄδοντες. Ταῦτα γάρ ἐστιν ἡμῶν, ἀδελφοὶ, τὰ εὐαγγέλια, ἅπερ τοῖς πιστοτάτοις ὑμῖν εὐαγγελίζεσθαι προεληλύθαμέν τε καὶ κηρύττειν βουλόμεθα σήμερον.

Καὶ τὴν ὑμῶν ἀγάπην προτρέπομεν, ἑαυτὴν εὐπρεπῶς καθαρίσασαν, τὰ τοιαῦτα ἡμῶν εὐαγγέλια δέξασθαι. Τὸν γὰρ, ὡς χρεὼν, ἑαυτὸν καθαρίσαντα, οὐ βδελύττεται, οὐδὲ μὴν ἀποστρέφεται ταυτὶ τὰ ἱερὰ ἡμῶν εὐαγγέλια· ἀλλὰ μονὴν παρ’ αὐτῷ ποιεῖται σωτήριον, καὶ φωτὸς αὐτὸν πληροῖ καὶ ἐλλάμψεως, καὶ Θεοῦ θεῖον ἐργάζεται τέμενος, τὴν φύσιν ἄνθρωπον μὲν ὄντα, καὶ πλουτοῦντα Θεοῦ τὴν ἐμφάνειαν.

Πάντες ἀθροίζεσθε, πάντες συνάγεσθε, πάντες σπουδάζετε, πάντες συνθέετε, πάντες συντρέχετε, πάντες ἀλλήλων προτρέχετε, περιστερᾶς ἑαυτοῖς περιθέμενοι πτέρυγας· ὅπως καὶ πετασθήσοισθε, καὶ καλῶς ἐπὶ Χριστὸν καταπαύσοιτε· ἢ πόδας εὐδρομούσης δορκάδος δεξάμενοι, ἵνα οὐρανίων εὐαγγελίων ἀκούσοιτε, ἵν’ ἀγγέλου εὐαγγέλια λέγοντος πείθοισθε, ἵνα Θεοῦ πρὸς ἀνθρώπους ἀγγέλλοντα ἄφιξιν φιλοθέοις ἀκοαῖς ἀκροάσοισθε, ἵνα καὶ ἡμεῖς ὁρῶντες ὑμῶν τὴν ὀξεῖαν συνάθροισιν, καὶ τὴν πρὸς ἀκρόασιν τῶν ὑψηλῶν ἡμῶν εὐαγγελίων προθυμοτάτην συνέλευσιν, χαίροντες ὁμοῦ καὶ γαννύμενοι κράζωμεν· Εὐαγγέλια, εὐαγγέλια, εὐαγγέλια, τῷ τρισσῷ τοῦ κηρύγματος τῶν εὐαγγελίων βεβαιοῦντες τὴν πίστωσιν.

Θʹ. Ἔνθα γὰρ ἡ ἀλήθεια πρόεισιν, οὔτε ψεῦδός ποτε πολιτεύεται, οὔτε ἀπιστία χώραν ἕξει κακίστης εἰσδύσεως· ἀπιστίας γὰρ οὐδὲν πρὸς λόγους θεϊκοὺς χαλεπώτερον. Ἔνθεν Ἰουδαῖοι πεπτώκασιν· ἔνθεν Σαμαρεῖται πεπλάνηνται· ἔνθεν Ἕλληνες ἐν σκότει διάγουσιν· ἔνθεν αἱρετικοὶ κατεβλήθησαν, εὐαγγελίοις Θεοῦ μὴ πιστεύσαντες, εὐαγγελίοις Θεοῦ μὴ ὑπείξαντες, ἀντίθετοί τε καὶ ἀντίπαλοι μείναντες, καὶ νεκρωθέντες, ψυχαῖς τε καὶ σώμασι, καὶ τῆς αἰωνίου ζωῆς ἀκοινώνητοι, καὶ τοῦ ἀληθινοῦ φωτὸς φανέντες ἀμέτοχοι. Οὐ γὰρ καταλαμβάνει ψεῦδός ποτε τὴν ἀλήθειαν, ἕως οὗ ψεῦδός ἐστι καὶ γινώσκεται· οὐδὲ σκοτία φωτίζεται πώποτε, ἕως σκότος ἐστὶ καὶ ἐζόφωται, καὶ παντοίως ἀμοιρεῖ φωτοφόρων ἐλλάμψεων. Διὰ τοῦτο καὶ τὰ φωτεινὰ ἡμῶν εὐαγγέλια τοῖς φωτοδόχοις ὑμῖν μεγαλοφώνως κηρύττεται· οὐ γὰρ βούλεται ἀπίστων ἀκοαῖς κατατίθεσθαι, οὐδὲ καρδίαις φιλεῖ σκοτειναῖς ἐναυλίζεσθαι.

Ιʹ. Ὑμεῖς οὖν, ὡς τέκνα τοῦ φωτὸς καὶ φωτότροφα γεννήματα, τῶν φωτεινῶν ἡμῶν καὶ φωτιστικῶν εὐαγγελίων ἀκούσατε. Ὑμεῖς γὰρ καὶ τὴν αὐτῶν ἐφωτίσθητε δύναμιν, καὶ τὸ αὐτῶν θεόσοφον μυστήριον ψυχαῖς φωτειναῖς ἐπελάμφθητε, καὶ καρδίαις καθαραῖς ὑπεδέξασθε, καὶ Θεοῦ τέκνα γεγόνατε, τὸν τοῦ Θεοῦ Υἱὸν πιστῶς καὶ ἀσμένως εἰσδεξάμενοι, καὶ μόνον ὑμῶν Σωτῆρα γνωρίσαντες. «Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» Ὑμεῖς οὖν, ὡς Θεοῦ παῖδες φανότατοι, καὶ τῶν τοῦ Θεοῦ φανοτάτων εὐαγγελίων ἀκούσατε, δι’ ὧν Θεοῦ παῖδες γεγόνατε χάριτι, καὶ οὐρανίαν εὐγένειαν ἔσχετε, τὴν χοϊκὴν δυσγένειαν ῥίψαντες, καὶ θείαν προσειλήφατε γέννησιν, τὴν ἀνθρωπείαν ἀποθέμενοι πρόοδον. Ὑμεῖς οὖν τῶν ἱερῶν εὐαγγελίων ἀκούσατε, οἱ τῆς τούτων τελειοτάτης πίστεως θείας ἀξιωθέντες μυήσεως.

Τίνα δὲ ἡμῶν ἐστι τὰ εὐαγγέλια; ἢ τί τὸ τούτων ὑπάρχει κατόρθωμα; λεγόντων ἡμῶν, πιστῶς ἀκροάσασθε. Ἐροῦμεν γὰρ ἐμμελέστατα, ὡς αὐτὸς ἡμῖν, ὁ δι’ ἡμῶν ὑμῖν νῦν εὐαγγελιζόμενος, δίδωσι. ΙΑʹ. Κτίσας οὖν ἐν ἀρχῇ ὁ Θεὸς οὐκ ὄντα τὰ σύμπαντα, ὅσα μετ’ αὐτόν ἐστι, καὶ ὑπ’ αὐτοῦ παρήχθη πρὸς γένεσιν, ὁρατὰ καὶ ἀόρατα, αἰσθητὰ καὶ νοούμενα, οὐράνια καὶ ἐπίγεια, κτίζει κατ’ οἰκείαν εἰκόνα καὶ ἄνθρωπον, ἐκ λογικῆς αὐτὸν ψυχῆς κατασκευάσας καὶ σώματος· ὃν καὶ εἰκόνα τε καὶ ὁμοίωσιν τῆς οἰκείας ἀγαθότητος τέθεικεν, αὐτεξούσιον αὐτῷ ζωὴν χαρισάμενος, καὶ παραδείσου θείου ποιήσας οἰκήτορα· καὶ καλὸν αὐτὸν τεκτηνάμενος, θείαν ἐντολὴν αὐτῷ καὶ σωτήριον ὥρισεν, ἵνα μὴ τῷ μεγέθει τῆς εἰκόνος ἐπαίρηται, μηδ’ ἐκ τῆς πρὸς Θεὸν ὁμοιώσεως, Θεοῦ φύσιν ἀσυνέτως φαντάζηται.

Ἀλλ’ οὗτος τοσαῦτα πρὸς Θεοῦ λαβὼν, τοῦ τοῦτον τεκτηναμένου, χαρίσματα (βασιλεὺς γὰρ ὑπ’ αὐτοῦ τῶν ἐπιγείων προὐβέβλητο, ὑπ’ αὐτοῦ Θεοῦ προδήλως τοῦ κτίσαντος βασιλευόμενος καὶ ἀρχόμενος, ὡς καὶ πάντα τὰ κτίσματα), οὐκ ἤνεγκε τῶν δώρων τὸ μέγεθος, ἀλλὰ Θεοῦ λαβεῖν σπουδάζει ταυτότητα, καὶ εἶναι Θεὸς ὁ κτιστὸς ἐπεθύμησεν ἄνθρωπος· καὶ φαντασθεὶς κακῶς ἀπάτῃ τοῦ ὄφεως τὰ θεῖα καὶ ὑψηλὰ καὶ ὑπέρτατα, πρὸς θάνατον καὶ φθορὰν καταφέρεται, καὶ πίπτει πτῶμα δεινότατον, ὁ θείας φύσεως ἁρπάσαι βουλόμενος τὸ ἀξίωμα. Τοῦτο γὰρ καὶ ἦν δικαιότατον, ἄκραν ταπείνωσιν ταπεινωθῆναι τὸν παρ’ ἀξίαν ἑαυτὸν ὑψοῦν ἐθελήσαντα. Ἐπεὶ καὶ «πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται,» ὡς κακῶς ἁρπάζειν πειρώμενος, ὅπερ αὐτῷ Θεὸς μὴ δεδώρηται. «Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν,» ὡς ὁ μέγας Ἀπόστολος ἔφησεν, «ἀλλ’ ὁ ὑπὸ Θεοῦ τοῦ διδόντος καλούμενος.» ΙΒʹ. Ἦν οὖν τῷ θανάτῳ κρατούμενος οὗτος, φθορᾷ συμφθειρόμενος, ἀπὸ γῆς προερχόμενος, ὁ ἁρπάσαι Θεοῦ τὴν τιμὴν θρασυνόμενος, καὶ πάλιν εἰς γῆν καθελκόμενος, σήμερον σαρκικῇ γεννήσει γεννώμενος, καὶ αὔριον θανάτῳ σαρκικῷ θανατούμενος, σήμερον ἐν ζῶσιν ὁρώμενος, καὶ αὔριον ἐν νεκροῖς ἀριθμούμενος.

Καὶ ταύτην τὴν δίκην ὁ Θεὸν ἀδικῆσαι θελήσας ἤνεγκεν ἄνθρωπος, ἐξ οἰκείας τοῦτο παθὼν βουλῆς καὶ προθέσεως, κακῶς τῷ αὐτεξουσίῳ χρησάμενος, ὅπερ εἰλήφει τιμηθεὶς πρὸς τοῦ κτίσαντος, διὰ τὴν πρὸς αὐτὸν εὐπρεπεστάτην ὁμοίωσιν, καὶ εἰκονικὴν περιφάνειαν. «Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ ἀπωλείᾳ ζώντων εὐφραίνεται.» Καὶ ἦν ἐλεεινὸς ὄντως καὶ οἴκτιστος, ὁ πάλαι μακαριστὸς, ὅτε παραδείσου κτήτωρ ἐφαίνετο, ὅτε παραδείσου πρῶτος οἰκήτωρ ἐτέθειτο, ὅτε ζωὴν ἄπονον εἶχε καὶ ἄμοχθον, ὅτε γυμνὸς καὶ ἀχίτων διέτριβε, ὅτε τῶν ἀέρων τὰς τροπὰς οὐκ ἐδείμαινεν, ὅτε τοῦ κρύους ἠγνόει τὴν σύμπηξιν, ὅτε τοῦ καύσωνος τὸν φλογμὸν οὐκ ἠπίστατο, ὅτε περιάγων γυμνὸς οὐδ’ ᾐσχύνετο· ὅτε παθῶν προσβολὰς οὐκ ἐδέχετο, ὅτε νοσημάτων ἀλγηδόνος οὐκ ᾔσθετο, ὅτε δουλείας ἀνθρωπίνης ἀπήλλακτο, ὅτε τυραννίδος βαρβαρικῆς ἠλευθέρωτο, ὅτε φορολόγων ὀχλήσεις οὐκ ἤκουεν, ὅτε δανειστῶν συναντήσεις οὐκ ἔβλεπεν, ὅτε θηρῶν οὐκ ὠῤῥώδει σπαράγματα, ὅτε εὐημερίαν ἄκραν ἐκέκτητο, ὅτε παραδείσου καρποῖς ἀπετρέφετο, ὅτε πάντων ἀγαθῶν ἀφθόνως ἀπήλαυεν, ὅτε Θεοῦ φωταυγείας ἐδέχετο, ὅτε κτισμάτων γηΐνων, κτιστὸς πεφυκὼς, ἐβασίλευεν, ὅτε Θεοῦ εἰκὼν ἐχρημάτιζε, καὶ ὁμοιώσει Θεοῦ θαυμαστῶς ἐφαιδρύνετο.

Ὧνπερ ἁπάντων ἐντολὴν Θεοῦ παραβὰς τὴν σωτήριον, ὡς εἰς Θεὸν ἐπταικὼς, ὀρφανίζεται· καὶ γυμνὸς καὶ ἀλλότριος τῆς προτέρας ἀγλαΐας καθίσταται, καὶ παραδείσου μὲν εὐθὺς ἐξορίζεται, εἰς γῆν δὲ πάλιν, ὡς φθαρτὸς δι’ ἁμαρτίαν γεγονὼς, ἀποστρέφεται· καὶ ὁμοιοῦται διὰ πληθὺν ἀνοίας τοῖς κτήνεσι, τὴν προτέραν τιμὴν ἀποθέμενος, ᾗπερ αὐτὸν ὁ κτίσας Θεὸς ἐκαλλώπισε. Δουλεύει γοῦν φθορᾷ καὶ θανάτῳ καὶ πάθεσι, τυραννικῶς πλουτεῖν νομίσας θεότητα.

Πʹ. Ἀλλὰ τοῦτον ὁ κτίσας καὶ παραγαγὼν οὐχ ὑπάρχοντα πρότερον, ἐν τάξει τοιαύτῃ θεασάμενος, ᾤκτειρε· καὶ οἰκτείρας ἠλέησε, καὶ ἐλεήσας σπλαγχνίζεται, καὶ σπλαγχνισθεὶς, ὡς φιλάνθρωπος, οἷάπερ ὢν ἀγαθὸς καὶ φιλάνθρωπος, πρὸς σωτηρίαν αὐτοῦ καὶ ἀνάκλησιν, σπλάγχνοις θεϊκοῖς διανίσταται· καὶ βουλὴν πληροῖ ἀρχαίαν τε καὶ φιλάνθρωπον, ἣν φιλανθρώπως ἀρχῆθεν βεβούλευται. Οὐ γὰρ ἔφερεν, ὡς πλάστης, θεωρεῖν αὑτοῦ τὸ πλάσμα φθειρόμενον, καὶ εἰς γῆν καὶ φθορὰν ἀπολλύμενον.

ΙΔʹ. Καὶ τίς ἡ βουλὴ, ἣν Θεὸς ἐβουλεύσατο πρὸς ἀνθρώπων σωτηρίαν καὶ λύτρωσιν; Ἡσαΐας βοάτω παρελθὼν ὁ θαυμάσιος, ὁ καὶ τὴν ἄσπορον Θεοῦ προφθεγξάμενος σύλληψιν, καὶ τὴν παρθενικὴν αὐτοῦ προδιηγησάμενος γέννησιν· ὂς ἐπὶ τῇ πληρώσει τῆς θείας βουλήσεως, ᾠδὴν ᾄδων Θεῷ χαριστήριον, «Κύριε, ὁ Θεός μου, δοξάσω σε, κέκραγεν· ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο· ὅτι ἔθηκας πόλεις ὀχυρὰς εἰς χῶμα, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός· καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμοῦσι δι’ ἔνδειαν σκέπη. Ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς.» Ταῦτα ἡμῶν, ἀδελφοὶ, τὰ θεῖά ἐστιν εὐαγγέλια· ταῦτα ὑμῖν εὐαγγελιζόμεθα σήμερον, οὐχ ὡς μετέπειτα γίνεσθαι μέλλοντα, ἀλλ’ ὡς ἤδη θείως γενόμενα, καὶ σεσωκότα τῆς καταδίκης τὸν ἄνθρωπον, καὶ πρὸς τὴν προτέραν τοῦτον ἀναγαγόντα λαμπρότητα καὶ μακαριότητα, καὶ Θεοῦ φίλον ὡς τὸ πρὶν ἐργασάμενα.

ΙΕʹ. Πῶς δὲ ἡμῶν ἡ σωτηρία Θεῷ πραγματεύεται; ἢ πῶς ἡ ἀνάκλησις πράττεται; συνετῶς καὶ πανσόφως ἀκούσατε (σοφὰ γάρ ἐστι καὶ ὑπέρσοφα καὶ πάσης σοφίας ἀνθρωπίνης ἐπέκεινα), θείαν ἀναλαβόντες διάνοιαν καὶ ἀξίαν θεϊκοῦ ἐπαγγέλματος.

Οὐκ ἄλλω κρίνει σῶσαι τὸν ἄνθρωπον καὶ τὴν οἰκείαν εἰκόνα λυτρώσασθαι, ὁ πλάσας ἀρχῆθεν τὸν ἄνθρωπον καὶ κατ’ οἰκείαν τοῦτον εἰκόνα τευξάμενος, ἢ φύσει γενόμενος ἄνθρωπος, καὶ τὴν οἰκείαν εἰκόνα οἰκεῖον ποιησάμενος φόρημα. Ἐντεῦθεν τὰ ἄμικτα μίγνυται, ἐντεῦθεν ἀκράτως κιρνᾶται τὰ ἄκρατα, ἐντεῦθεν συντίθεται τὰ ἀσύνθετα, ἐντεῦθεν τὰ ἀσύνδετα σφίγγεται, ἐντεῦθεν τὰ θεῖα ἀνθρώπινα γίνεται, ἵνα τὰ ἀνθρώπινα θειότερα γένηται· ἐντεῦθεν ὁ τοῦ Θεοῦ Λόγος, μένων Θεὸς καὶ Θεοῦ Λόγος, παχύνεται· ἐντεῦθεν ὁ ἄκτιστος, ὡς ἐξ ἀκτίστου Θεοῦ γεννηθεὶς, μένων ἄκτιστος, κτίζεται· ἐντεῦθεν ὁ ὕψιστος, ταπεινὸς ἐξαγγέλλεται, καὶ ὁ ἀόρατος, ὁρατὸς κατοπτεύεται, καὶ ὁ ἀνέπαφος, ἁφὴν καταδέχεται· καὶ ὁ ἀσώματος, ἐνσώματος πρόεισι, καὶ ὁ ἄσαρκος, σὰρξ ἀναγράφεται· καὶ ὁ ἀπαθὴς, παθητὸς προσκηρύττεται· καὶ ὁ φύσιν ἔχων ἀθάνατον, φύσει θνητὸς ἀναγορεύεται, ἵνα τὴν παθητὴν καὶ θνητὴν ἀνθρωπότητα πρὸς ἀθανασίαν ἀγάγοι λαμπρὰν καὶ ἀπάθειαν, καὶ τῷ Θεῷ καὶ Πατρὶ προσοικειώσῃ τὴν ἐχθρὰν Θεοῦ καὶ πολέμιον.