Καὶ ταύτην τὴν δίκην ὁ Θεὸν ἀδικῆσαι θελήσας ἤνεγκεν ἄνθρωπος, ἐξ οἰκείας τοῦτο παθὼν βουλῆς καὶ προθέσεως, κακῶς τῷ αὐτεξουσίῳ χρησάμενος, ὅπερ εἰλήφει τιμηθεὶς πρὸς τοῦ κτίσαντος, διὰ τὴν πρὸς αὐτὸν εὐπρεπεστάτην ὁμοίωσιν, καὶ εἰκονικὴν περιφάνειαν. «Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ ἀπωλείᾳ ζώντων εὐφραίνεται.» Καὶ ἦν ἐλεεινὸς ὄντως καὶ οἴκτιστος, ὁ πάλαι μακαριστὸς, ὅτε παραδείσου κτήτωρ ἐφαίνετο, ὅτε παραδείσου πρῶτος οἰκήτωρ ἐτέθειτο, ὅτε ζωὴν ἄπονον εἶχε καὶ ἄμοχθον, ὅτε γυμνὸς καὶ ἀχίτων διέτριβε, ὅτε τῶν ἀέρων τὰς τροπὰς οὐκ ἐδείμαινεν, ὅτε τοῦ κρύους ἠγνόει τὴν σύμπηξιν, ὅτε τοῦ καύσωνος τὸν φλογμὸν οὐκ ἠπίστατο, ὅτε περιάγων γυμνὸς οὐδ’ ᾐσχύνετο· ὅτε παθῶν προσβολὰς οὐκ ἐδέχετο, ὅτε νοσημάτων ἀλγηδόνος οὐκ ᾔσθετο, ὅτε δουλείας ἀνθρωπίνης ἀπήλλακτο, ὅτε τυραννίδος βαρβαρικῆς ἠλευθέρωτο, ὅτε φορολόγων ὀχλήσεις οὐκ ἤκουεν, ὅτε δανειστῶν συναντήσεις οὐκ ἔβλεπεν, ὅτε θηρῶν οὐκ ὠῤῥώδει σπαράγματα, ὅτε εὐημερίαν ἄκραν ἐκέκτητο, ὅτε παραδείσου καρποῖς ἀπετρέφετο, ὅτε πάντων ἀγαθῶν ἀφθόνως ἀπήλαυεν, ὅτε Θεοῦ φωταυγείας ἐδέχετο, ὅτε κτισμάτων γηΐνων, κτιστὸς πεφυκὼς, ἐβασίλευεν, ὅτε Θεοῦ εἰκὼν ἐχρημάτιζε, καὶ ὁμοιώσει Θεοῦ θαυμαστῶς ἐφαιδρύνετο.