Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Βίος Μαρίας τῆς Αἰγυπτίας (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Η συνάντηση του Ζωσιμά με την άγνωστη ασκήτρια

Η περιπλάνηση του Ζωσιμά στην εσώτερη έρημο, η εμφάνιση της Οσίας, ο αμοιβαίος ασπασμός και η αποκάλυψη των πνευματικών της χαρισμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 7

Ἐν δὲ τῷ ψάλλειν καὶ ὁρᾷν εἰς τὸν οὐρανὸν ἀκαταπαύστῳ ὄμματι, ὁρᾷ ἐκ δεξιοῦ κλίτους, ἐν ᾧ ἑστὼς τὴν ἕκτην προσηύχετο, ἀποσκίασμα φανὲν ὡς ἀνθρωπίνου σώματος. Καὶ τὰ πρῶτα μὲν ἐταράττετο, φάσμα δαιμονικὸν ὑποπτεύων ὁρᾷν, καὶ γέγονε σύντρομος· τῷ δὲ σημείῳ τοῦ σταυροῦ σφραγισάμενος [καὶ τὸν φόβον ἀποσεισάμενος] (ἤδη γὰρ τέλος εἶχεν ἡ εὐχὴ αὐτοῦ), ἐπιστρέψας τὸ ὄμμα, ὁρᾷ τινα κατὰ ἀλήθειαν πρὸς μεσημβρίαν βαδίζοντα· γυμνὸν δὲ ἦν τὸ ὁρώμενον, μέλαν τῷ σώματι, ὡς ἐξ ἡλιακῆς φλογὸς μέλαν γενόμενον, καὶ τρίχας ἔχοντα ἐν τῇ κεφαλῇ [λευκὰς] ὡσεὶ ἔριον, ὀλίγας δὲ καὶ αὐτάς, ὡς μὴ πλέον τοῦ τραχήλου τοῦ σώματος καταφέρεσθαι.

Τοῦτο τοίνυν ὁ Ζωσιμᾶς θεασάμενος, καὶ ὥσπερ ἔνθους ὑφ’ ἡδονῆς γενόμενος, περιχαρὴς τῷ παραδόξῳ θεάματι, ἤρξατο τρέχειν ἐπ’ ἐκεῖνο τὸ μέρος, ἐφ’ ᾧ καὶ τὸ ὁρώμενον ἔσπευδεν· ἔχαιρε γὰρ χαρὰν ἀνεκλάλητον· οὐδέπω γὰρ ἦν θεασάμενος ἐν ὅλῳ τῶν ἡμερῶν ἐκείνων διαστήματι ἀνθρωπίνου εἴδους, [ζώου, ἢ πετηνοῦ, ἢ χερσαίου μορφὴν ἢ ἀποσκίασμα] Ἐζήτει γοῦν γνῶναι, τίς καὶ ποταπὸς ὁ ὁρώμενος, ἐλπίζων ὅτι τινῶν μεγάλων θεωρὸς καὶ ἐπόπτης γενήσεται.

Ὡς δὲ ἐπέγνω τὸν Ζωσιμᾶν ἐρχόμενον μήκοθεν, ἤρξατο φεύγειν καὶ τρέχειν ἐπὶ τὸ τῆς ἐρήμου ἐνδότερον· ὁ δὲ Ζωσιμᾶς, ὥσπερ τοῦ γήρους ἐπιλαθόμενος, ἔτι δὲ καὶ τὸν κόπον τῆς ὁδοῦ μὴ λογισάμενος, συνέτεινεν ἑαυτὸν καταλαβεῖν τὸ φεῦγον αὐτὸν ἐπειγόμενος Οὗτος μὲν ἐδίωκε, τὸ δὲ ἐδιώκετο· ἦν δ’ ὁ τοῦ Ζωσιμᾶ δρόμος ὀξύτερος, καὶ κατ’ ὀλίγον ἐγένετο τοῦ φεύγοντος πλησιώτερος. Ὡς δὲ ἤγγισεν ἤδη, ὥστε καὶ φωνὴν λοιπὸν ἐξακούεσθαι, ἤρξατο κράζειν ὁ Ζωσιμᾶς, καὶ τοιαύτας φωνὰς ἀφιέναι σὺν δάκρυσιν· Τί με φεύγεις γέροντα καὶ ἁμαρτωλόν; δοῦλε τοῦ ὄντος Θεοῦ, μεῖνόν με, ὅστις ἂν εἶ, τὸν Θεὸν δι’ ὃν ταύτην τὴν ἔρημον ᾤκησας· μεῖνόν με τὸν ἀσθενῆ καὶ ἀνάξιον, τὴν ἐλπίδα ἣν ἔχεις πρὸς τὴν τούτου σου τοῦ καμάτου ἀντίδοσιν· στῆθι καὶ μετάδος εὐχῆς καὶ εὐλογίας τῷ γέροντι, τὸν Θεὸν μὴ βδελυττόμενόν ποτέ τινα. Ταῦτα τοῦ Ζωσιμᾶ σὺν δάκρυσι λέγοντος, γεγόνασιν ἀμφότεροι τρέχοντες ἕν τινι τόπῳ, ἐν ᾧπέρ τις χείμαῤῥος ξηρὸς ἐτετύπωτο· οὔ μοι δοκεῖ ποτε γεινάμενος χείμαῤῥος, (πῶς γὰρ ἐν ἐκείνῃ τῇ γῇ φανήσεται χείμαῤῥος;) ἀλλ’ ὁ τόπος τοιαύτης ἔλαχε θέσεως.

Ὡς οὖν κατέλαβον τὸν εἰρημένον τόπον, τὸ μὲν φεῦγον κατῆλθε καὶ αὖθις ἀνῆλθεν καὶ εἰς τὸ μέρος τὸ ἕτερον, ὁ δὲ Ζωσιμᾶς κεκμηκὼς καὶ μὴ τρέχειν δυνάμενος ἕστη τὸ ἕτερον μέρος τοῦ τόπου χειμαῤῥοειδοῦς, καὶ προσέθηκε τοῖς δάκρυσι δάκρυα καὶ ταῖς οἰμωγαῖς οἰμωγάς, ὡς πλησίον αὐτοῦ λοιπὸν τοὺς ὀδυρμοὺς ἐξακούεσθαι. Τότε ἐκεῖνον τὸ φεῦγον σῶμα φωνὴν τοιαύτην ἀφίησιν· Ἀββᾶ Ζωσιμᾶ, συγχώρησόν μοι διὰ τὸν Κύριον, οὐ δύναμαι ἐπιστραφῆναι καὶ ὀφθῆναί σοι οὕτως εἰς πρόσωπον· γυνὴ γάρ εἰμι. καὶ γυμνή, καθάπερ ὁρᾷς, καὶ τὴν αἰσχύνην τοῦ σώματός μου ἀπερικάλυπτον ἔχουσα.

Ἀλλ’ εἴπερ θέλεις πάντως ἁμαρτωλῷ γυναίῳ χαρίσασθαι μίαν εὐχήν, ῥίψον μοι τὸ ῥάκος ὃ περιβέβλησαι, ὅπως ἐν αὐτῷ συγκαλύψω τὴν γυναικείαν ἀσθένειαν, καὶ στρέφωμαι πρὸς σέ, καὶ τὰς εὐχάς σου κομίζωμαι. Τότε φρίκη καὶ φρενῶν ἔκστασις ἔλαβε τὸν Ζωσιμᾶν, ὡς ἔλεγεν, ἀκούσαντα τέως ὅτι Ζωσιμᾶν αὐτὸν ἐκάλεσεν ἐξ ὀνόματος· ὀξὺς γὰρ ὢν ὁ ἀνὴρ καὶ πρὸς τὰ θεῖα σοφώτατος, ἐπέγνω ὅτι οὐκ ἂν ἐξ ὀνόματος ἐκάλεσεν, ὃν οὐδέποτε εἶδε καὶ περὶ οὗ οὐδέποτε ἤκουσεν, εἰ μὴ τῷ προορατικῷ προδήλως χαρίσματι ἐλαμπρύνετο.

Ἐποίει δὲ σὺν τάχει τὸ κελευόμενον, καὶ περιελόμενος ὅπερ εἶχε παλαιὸν καὶ ἐῤῥωγὸς ἱμάτιον, ἔῤῥιψεν ἐπ’ αὐτήν, ὀπισθοφανῶς ἱστάμενος· ἡ δὲ λαβοῦσα αὐτὸ ἐκάλυψέ τινα μέρη τοῦ σώματος, ἅπερ ἔδει πλέον τῶν ἄλλων καλύπτεσθαι. Στρέφεται οὖν πρὸς τὸν Ζωσιμᾶν, καί φησι πρὸς αὐτόν· Τί σοι ἔδοξεν, ἀββᾶ Ζωσιμᾶ, ἁμαρτωλὸν θεάσασθαι γύναιον; τί ἐξ ἐμοῦ μαθεῖν ἢ ἰδεῖν τοσοῦτον κόπον οὐκ ὤκνησας ἀναδέξασθαι; Ὁ δὲ εἰς γῆν κλίνας τὰ γόνατα, ᾔτει λαβεῖν εὐχὴν κατὰ τὸ σύνηθες, ἡ δὲ καὶ αὐτὴ βάλλει μετάνοιαν· καὶ ἔκειντο ἀμφότεροι ἐπὶ τὴν γῆν, ἕκαστος ἐξαιτῶν εὐλογῆσαι τὸν ἕτερον, καὶ οὐδὲν ἦν ἀκοῦσαι παρὰ ἀμφοτέρων λεγόμενον, εἰ μὴ τό, Εὐλόγησον. Μετὰ δὲ πλείστης ὥρας διάστημα, ἔφησεν ἡ γυνὴ πρὸς τὸν Ζωσιμᾶν· Ἀββᾶ Ζωσιμᾶ, σοὶ τὸ εὐλογῆσαι ἁρμόζει καὶ εὔχεσθαι· σὺ γὰρ πρεσβυτέρου ἀξίᾳ τετίμησαι, σὺ ἐκ πλείστων ἐτῶν τῷ ἁγίῳ θυσιαστηρίῳ παρίστασαι, καὶ πολλάκις τῶν θείων δώρων μυσταγωγὸς γεγένησαι. Ταῦτα τὸν Ζωσιμᾶν εἰς μείζονα φόβον καὶ ἀγωνίαν ἔβαλε, καὶ σύντρομος ὁ γέρων γενόμενος ἱδρῶτι περιεῤῥεῖτο καὶ ἔστενε, καὶ τὴν φωνὴν περιεκόπτετο· λέγει δὲ πρὸς αὐτήν. διακεκομμένῳ καὶ συνεχεῖ τῷ ἄσθματι·

Δήλη μέν, ὦ μῆτερ πνευματική, καὶ ἐκ τοῦ ἤθους αὐτοῦ, ὅτι σὺ πρὸς Θεὸν ἐξεδήμησας καὶ τῷ πλείονι μέρει τῷ κόσμῳ νενέκρωσαι· δῆλον δὲ πλέον τὸ δεδομένον σοι χάρισμα, τῷ οὕτω με ἐξ ὀνόματος καλέσαι καὶ πρεσβύτερον λέγειν, ὂν οὐδέ ποτε τεθέασαι· ἀλλ’ ἐπείπερ ἡ χάρις οὐκ ἐκ τῶν ἀξιωμάτων γνωρίζεται, ἀλλ’ ἐκ τρόπων ψυχικῶν [χαρακτηρίζεσθαι εἴωθεν], αὐτὴ εὐλόγησον διὰ τὸν Κύριον, καὶ μετάδος εὐχῆς τῷ δεομένῳ τῆς σῆς ἀντιλήψεως.

Τῇ ἐνστάσει τοίνυν παραχωροῦσα τοῦ γέροντος, ἔφησεν ἡ γυνή· Εὐλογητὸς ὁ Θεός, ὁ τῆς σωτηρίας τῶν ἀνθρώπων καὶ ψυχῶν κηδόμενος. Τοῦ δὲ Ζωσιμᾶ εἰπόντος τό, Ἀμήν, ἀνέστησαν ἐκ τῆς γονυκλισίας ἀμφότεροι, καί φησιν ἡ γυνὴ πρὸς τὸν γέροντα· Τίνος χάριν πρὸς ἐμὲ τὴν ἁμαρτωλὸν ἐλήλυθας, ἄνθρωπε; τίνος χάριν γυμνὸν πάσης ἀρετῆς ἰδεῖν ἠθέλησας γύναιον; Πλὴν ἐπείπερ σε πάντως ἡ χάρις τοῦ ἁγίου καθωδήγησε Πνεύματος, ὅπως τινὰ διακονίαν ἐκτελέσῃς τῷ χρόνῳ μου πρόσφορον [εἰπέ μοι], πῶς τὸ Χριστιανικὸν φῦλον πολιτεύεται σήμερον; πῶς οἱ βασιλεῖς; πῶς τὰ τῆς Ἐκκλησίας ποιμένεται;

Ὁ δὲ Ζωσιμᾶς ἔφησε πρὸς αὐτήν, Ἐν ὀλίγῳ, μῆτερ, εὐχαῖς ὑμῶν ὁσίαις, πᾶσιν ὁ Χριστὸς εἰρήνην σταθηρὰν ἐχαρίσατο· ἀλλὰ δέξαι γέροντος ἀνάξιον παράκλησιν, καὶ εὖξαι ὑπὲρ τοῦ κόσμου παντός, καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα μὴ ἄκαρπον τῆς ἐρήμου ταύτης γένηταί μοι τὸ διάστημα.

Ἐκείνη δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Σὲ μὲν δέον, ἀββᾶ Ζωσιμᾶ, ἱερέως ἔχοντα ἀξίωμα, ὡς εἶπον, ὑπὲρ ἐμοῦ καὶ πάντων προσεύχεσθαι· εἰς τοῦτο γὰρ αὐτὸ κεκλήρωσαι· πλὴν ἐπείπερ ὑπακοὴν ποιεῖν κελευόμεθα, τὸ προσταχθὲν ὑπὸ σοῦ προθύμως ποιήσομαι.

Ταῦτα εἰποῦσα, στρέφεται κατὰ ἀνατολάς. καὶ τοὺς ὀφθαλμοὺς εἰς τὸ ὕψος διαίρουσα, καὶ τὰς χεῖρας ἐκτείνουσα, ἤρξατο εὔχεσθαι ὑποψιθυρίζουσα· φωνὴ δὲ αὐτῆς οὐκ ἠκούετο ἔναρθρος, ὅθεν ὁ Ζωσιμᾶς οὐδὲν τῶν τῆς εὐχῆς δεδύνηται σημειώσασθαι· ἵστατο δέ, ὡς ἔλεγε, σύντρομος εἰς γῆν νενευκὼς καὶ μηδὲν καθόλου φθεγγόμενος. Ὤμνυε δέ, Θεὸν τοῦ λόγου προβαλλόμενος μάρτυρα, ὅτι ὡς εἶδεν αὐτὴν εἰς τὴν εὐχὴν χρονίσασαν, μικρὸν ἀνακύψας ἐκ τῆς εἰς γῆν κατανεύσεως, ὁρᾷ αὐτὴν ὑψωθεῖσαν ὡς ἕνα πῆχυν ἀπὸ τῆς γῆς καὶ τῷ ἀέρι κρεμαμένην καὶ οὕτω προσεύχεσθαι. Τοῦτο δὲ ὡς εἶδε, φόβῳ πλείονι συνεχόμενος καὶ σφόδρᾳ ἀγωνιῶν καὶ μηδὲν φθέγξασθαι ὅλως τολμῶν, καθ’ ἑαυτὸν δὲ μόνον λέγων ἐπιπολὺ τό, Κύριε ἐλέησον, κείμενος δὲ ἐπὶ τῆς γῆς, ἐν τῷ λογισμῷ ὁ γέρων ἐσκανδαλίζετο, μήποτε ἄρα πνεῦμα ἧ καὶ τὴν εὐχὴν ὑποκρίνοιτο. Στραφεῖσα δὲ ἡ γυνή, ἤγειρε τὸν ἀββᾶν, λέγουσα· Τί σε, ἀββᾶ, οἱ λογισμοὶ συνταράττουσι σκανδαλισθέντα, ἐπ’ ἐμοί, ὡς ὅτι πνεῦμα ὑπάρχω καὶ τὴν εὐχὴν ὑποκρίνομαι; πληροφορήθητι, ἄνθρωπε, ὅτι ἁμαρτωλόν εἰμι γύναιον, πλὴν τῷ βαπτίσματι τῷ ἁγίῳ τετείχισμαι· καὶ πνεῦμα οὐκ εἰμί, ἀλλὰ γῆ καὶ σποδὸς καὶ τὸ ὅλον σάρξ, μηδὲν πνευματικὸν ἐννοήσασα.

Καὶ ἅμα ταῦτα λέγουσα, σφραγίζει ἑαυτὴν τῷ σημείῳ τοῦ σταυροῦ μέτωπόν τε καὶ ὄμματα, χείλη τε καὶ τὸ στῆθος, λέγουσα, οὕτως, Ὁ Θεός, ἀββᾶ Ζωσιμᾶ, ἐξελέτω ἡμᾶς ἐκ τοῦ πονηροῦ καὶ τῆς ἐνέδρας αὐτοῦ, ὅτι πολλὴ καθ’ ἡμῶν ἡ ἰσχὺς αὐτοῦ.

Ταῦτα τοίνυν ἀκούσας ὁ γέρων καὶ θεασάμενος, ἔῤῥιψεν ἑαυτὸν εἰς τὸ ἔδαφος, καὶ ἐπελάβετο τῶν ποδῶν αὐτῆς σὺν δάκρυσι λέγων, Ὁρκίζω σε κατὰ [τοῦ ὀνόματος] τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ ἐκ Παρθένου τεχθέντος, δι’ ὃν ταύτην ἠμφίεσο τὴν γύμνωσιν, δι’ ὂν τὰς σάρκας ταύτας οὕτω κατεδαπάνησας, μηδὲν κρύψῃς ἀπὸ τοῦ δούλου σου, τίς εἶ, καὶ πόθεν, καὶ πότε. καὶ ποίῳ τρόπῳ τὴν ἕρημον ταύτην κατῴκησας· μηδὲν κρύψῃς ἀπ’ ἐμοῦ τὰ κατὰ σέ, ἀλλὰ πάντα διήγησαι, ὅπως τὰ μεγαλεῖα τοῦ Θεοῦ ποιήσῃς κατάδηλα· Σοφία γὰρ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐπ’ ἀμφοτέροις; καθὰ γέγραπται· εἰπέ μοι πάντα διὰ Κύριον· οὐ γὰρ καυχήσεως ἕνεκεν λέξεις ἢ ἐπιδείξεως. ἀλλ’ ἵνα με πληροφορήσῃς τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον· πιστεύω γὰρ τῷ Θεῷ, ᾧ ζῇς καὶ πεπολίτευσαι, ὅτι τούτου ἕνεκεν εἰς τὴν ἔρημον ταύτην ὡδηγήθην, ὅπως τὰ κατὰ σὲ ποιήσῃ Κύριος κατάδηλα· οὐκ ἔστι τοίνυν τῆς ἡμετέρας δυνάμεως τοῖς κρίμασι τοῦ Θεοῦ διαμάχεσθαι· εἰ μὴ γὰρ ἦν εὐάρεστον Χριστῷ τῷ Θεῷ ἡμῶν τὸ γνωσθῆναί σε καὶ ὅπως ἠγώνισαι, οὐδὲ συνεχώρει θεαθῆναί σε ὑπό τινος, οὐδὲ ἐμὲ τοσαύτην ὁδὸν διανῦσαι ἐνίσχυε, τὸν μηδέποτε προθέμενον ἢ δυνάμενον ἐξελθεῖν τοῦ κελλίου μου.