Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Σωφρόνιος Ἱεροσολύμων – Βίος Μαρίας τῆς Αἰγυπτίας (Νόθος)

Σωφρόνιος Ἱεροσολύμων

Η αναχώρηση και ο πολυετής ασκητικός αγώνας στην έρημο

Η είσοδος στον ναό, η διάβαση του Ιορδάνη και η λεπτομερής περιγραφή της σκληρής πάλης με τα πάθη και τους πειρασμούς επί σαράντα επτά έτη με τη συνδρομή της Παναγίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Σωφρόνιος Ἱεροσολύμων

—

Κεφάλαιο 5 από 7

Ταῦτα εἰποῦσα, καὶ ὥσπερ τινὰ πληροφορίαν λαβοῦσα τὸ τῆς πίστεως ἔμπυρον, τῇ εὐσπλαγχνίᾳ τῆς Θεοτόκου καταθαῤῥήσασα, κινῶ ἐμαυτὴν ἐκ τοῦ τόπου ἐκείνου, ἐν ᾧ ἑστῶσα ἐποιούμην τὴν δέησιν· καὶ ἔρχομαι πάλιν, καὶ τοῖς εἰσιοῦσιν ἐμαυτὴν ἐγκατέμιξα, καὶ οὐκέτι οὐδεὶς ὠθῶν με καὶ ἀντωθούμενος, οὐδεὶς ὁ κωλύων με τοῦ πλησίον γενέσθαι με τῆς θύρας, δι’ ἧς εἰς τὸν νάον εἰσῄεσαν. Ἔλαβέν με οὖν φρίκη καὶ ἔκστασις, καὶ ὅλη δι’ ὅλου ἐκλονούμην καὶ ἔτρεμον. Εἶτα φθασάσης μου τὴν θύραν τὴν ἕως τότε ἠσφαλισμένην μοι, ὡσεὶ πᾶσα ἡ δύναμις, ἡ πρότερόν με κωλύουσα, νῦν ἐμοὶ προοδοποιεῖ τὴν εἴσοδον, οὕτως εἰσῆλθον ἄπονος, οὕτως ἐντὸς τῶν ἁγίων γεγένημαι, τῆς τε ζωοποιοῦ θέας τοῦ σταυροῦ κατηξίωμαι, καὶ εἶδον τοῦ Θεοῦ τὰ μυστήρια, καὶ οἷός ἐστιν ἕτοιμος τοῦ δέχεσθαι τὴν μετάνοιαν. Ῥίψασα τοίνυν ἐμαυτὴν ἐγὼ ἡ ἀθλία ἐπὶ τῆς γῆς, καὶ τὸ ἅγιον ἐκεῖνο προσκυνήσασα ἔδαφος, ἔτρεχον ἐξιοῦσα, πρὸς τὴν ἐγγυησαμένην με σπουδάζουσα. Γίγνομαι τοίνυν ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ τὸ τῆς ἐγγύης ὑπεγράφη χειρόγραφον· καὶ γόνυ κλίνασα ἔμπροσθεν τῆς Ἀειπαρθένου καὶ Θεοτόκου, τούτοις ἐχρησάμην τοῖς ῥήμασι·

Σὺ μέν, ὦ φιλάγαθε Δέσποινα, τὸ σὸν ἐνεδείξω [ἐπ’ ἐμὲ] φιλάνθρωπον, σὺ τῆς ἀναξίας οὐκ ἐβδελύξω τὴν δέησιν· εἶδον δόξαν, ἢν δικαίως οὐχ ὁρῶμεν οἱ ἄσωτοι· δόξα τῷ Θεῷ, τῷ διὰ σοῦ δεχομένῳ τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν. Τί γὰρ εἶχον πλέον ἡ ἁμαρτωλὸς ἐννοῆσαι ἢ φθέγξασθαι; Καιρός ἐστι λοιπόν, Δέσποινα, πληρωθῆναι λοιπὸν τῆς ἐγγύης, ἧς ἐγγυήσω, τὰ σύμφωνα. Νῦν ὅπου κελεύεις ὁδήγησον· νῦν γενοῦ μοι μᾶλλον τῆς σωτηρίας διδάσκαλος, χειραγωγοῦσα πρὸς τὴν ὁδὸν τὴν εἰς μετάνοιαν ἄγουσαν. Καὶ ταῦτα λέγουσα, ἥκουσα πόῤῥωθεν κράζοντος, Ἐὰν τὸν Ἰορδάνην διέλθῃς, καλὴν εὐρήσεις ἀνάπαυσιν. Ἐγὼ δὲ τῆς φωνῆς ταύτης ἀκούσασα, καὶ ταύτην δι’ ἐμὲ γενέσθαι πιστεύσασα, δακρύουσα ἔκραξα, καὶ τῇ Θεοτόκῳ ἐβόησα· Δέσποινα, Δέσποινα, μὴ ἐγκαταλίπῃς με. Καὶ ταῦτα βοήσασα ἐξίημι ἐκ τῆς αὐλῆς τοῦ ναοῦ, καὶ συντόμως ἐβάδιζον.

Ἐξερχομένην δέ τις ἑωρακώς με, ἐπιδίδωσίν μοι τρεῖς φόλεις, Δέξαι ταύτας, ἀμμά μου. εἰπών. Ἐγὼ δὲ τὰ δοθέντα μοι κομίσασα, τρεῖς ἐξ αὐτῶν ἠγόρασα ἄρτους, καὶ τούτους ἔλαβον εὐλογίας ἐφόδιον. Ἠρώτησα δὲ τὸν τοὺς ἄρτους πιπράσκοντα, Ποία καὶ πόθεν ἡ ὁδὸς καθέστηκεν, ἄνθρωπε, ἡ εἰς τὸν Ἰορδάνην ἀπάγουσα; Καὶ μαθοῦσα τὴν πύλην τῆς πόλεως, τὴν ἐπ’ ἐκεῖνο τὸ μέρος ἐξάγουσαν, ἐξῆλθον τρέχουσα, καὶ τῆς ὁδοιπορίας εἰχόμην δακρύουσα.

Ἐρωτήσει δὲ φθάνουσα τὴν ἐρώτησιν, καὶ τὸ λοιπὸν ἅπαν τῆς ἡμέρας ὁδοιπορήσασα (ἦν γὰρ τρίτη ὥρα τῆς ἡμέρας, ὅτε τὸν σταυρὸν ἐθεασάμην, ὡς εἰκάζω), κατέλαβον λοιπόν, τοῦ ἡλίου πρὸς τὴν δύσιν κλίναντος, τὸν ναὸν Ἰωάννου τοῦ Βαπτιστοῦ, τὸν κείμενον τοῦ Ἰορδάνου σύνεγγυς. Καὶ πρότερον ἐν τῷ ναῷ προσκυνήσασα κατῆλθον εἰς τὸν Ἰορδάνην αὐτίκα, καὶ πρόσωπον καὶ χεῖρας ἐξ ἐκείνου τοῦ ἁγίου ὕδατος ἔβρεξα· μετέλαβον δὲ τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων ἐν τῷ ναῷ τοῦ Προδρόμου, καὶ τοῦ ἑνὸς ἄρτου τὸ ἥμισυ ἔφαγον, καὶ ἐκ τοῦ Ἰορδάνου πιοῦσα ἐπὶ τῆς γῆς ἐμαυτὴν τὴν νύκτα κατέκλινα. Τῇ δὲ ἐπαύριον εὐροῦσα μικρὸν ἐκεῖσε πλοιάριον, ἐπὶ τὸ μέρος τὸ ἕτερον γέγονα, καὶ πάλιν ἐζήτησα τὴν ὁδηγόν μου, ὁδηγῆσαί με ὅπου δ’ ἄν ἐστιν αὐτῇ εὐάρεστον. Γέγονα τοίνυν κατὰ ταύτην τὴν ἔρημον, καὶ ἐξ ἐκείνου μέχρι τῆς σήμερον ἐμάκρυνα φυγαδεύουσα, καὶ ἐν ταύτῃ αὐλίζομαι, προσδεχομένη τὸν Θεόν μου, τὸν ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν διασώζοντα.

Ὁ δὲ Ζωσιμᾶς πρὸς αὐτὴν ἔφησεν· Πόσα δὲ ἔτη εἰσίν, ὦ κυρία μου, ἐξ ὅτε εἰς ταύτην αὐλίζῃ τὴν ἕρημον; Ἀπεκρίθη ἡ γυνή· Τεσσαράκοντα ἑπτὰ ἔτη, ὡς εἰκάζω, εἰσίν, ἐξ ὅτε τῆς ἁγίας πόλεως ἐξελήλυθα. Εἶπεν δὲ Ζωσιμᾶς· Καὶ τί δὲ εὗρες ἢ ἔσχηκας τροφήν, ὦ κυρία μου; Ἔφη δὲ ἡ γυνή·

Δύο μὲν ἥμισυ ἄρτους τὸν Ἰορδάνην ἐπέρασα φέρουσα, οἵτινες κατ’ ὀλίγον ξηρανθέντες ἀπελιθώθησαν, καὶ μικρὸν ἐπὶ χρόνους ἐσθίουσα διετέλεσα. Εἶπεν δὲ Ζωσιμᾶς· Καὶ οὔτως ἀπόνως παρῆλθες τῶν τοσούτων ἐτῶν τὸ διάστημα, μηδὲν τῆς ἀθρόας γενομένης μεταβολῆς ταραττούσης σε; Ἀπεκρίθη ἡ γυνή· Πρᾶγμά με νῦν ἠρώτησας, ἀββᾶ Ζωσιμᾶ, ὅπερ φρίττω καὶ λέγουσα· ἐὰν γὰρ ἔλθω νῦν εἰς ἀνάμνησιν τῶν τοσούτων κινδύνων, ὧνπερ ὑπέμεινα, καὶ τῶν λογισμῶν τῶν δεινῶς ἐνοχλησάντων μοι, φοβοῦμαι μή πως καὶ αὖθις ὑπ’ ἐκείνων βληθήσωμαι.

Εἶπεν δὲ Ζωσιμᾶς· Μηδὲν ἐάσῃς, κυρία μου, ὅπερ μὴ ἀναγγείλῃς μοι· ἅπαξ γὰρ εἰς τοῦτο κατεπηρώτησά σε, ἵνα πάντα ἀπαραλείπτως διδάξῃς με. Ἡ δὲ πρὸς αὐτόν· Πίστευσον, ἀββᾶ, δεκαεπτὰ ἔτη εἰς ταύτην περιῆλθον τὴν ἔρημον, θηρσὶν ἀνημέροις ταῖς ἀλόγοις ἐπιθυμίαις πυκτεύουσα.

Ἡνίκα τροφῆς μεταλαβεῖν ἐπεχείρησα, ἐπεθύμουν τὰ κρέατα καὶ τοὺς ἰχθύας οὓς ἔχει ἡ Αἴγυπτος· ἐπεθύμουν τοῦ οἴνου τὴν πόσιν, τὴν ἐν ἐμοὶ καταθύμιον· πολλῷ γὰρ οἴνῳ ἐχρώμην ἡνίκα ἐν τῷ κόσμῳ διέτριβον· ἐνταῦθα δὲ οὐδὲ ὕδατος ὅλως ἀπογεύσασθαι ἔχουσα, δεινῶς ἐφλεγόμην καὶ τὴν ἀνάγκην οὐκ ἔφερον. Εἰσῄει δέ μοι καὶ τῶν πορνικῶν ᾀσμάτων ἐπιθυμία ἡ παράλογος, δεινῶς ἀεὶ ταράττουσα καὶ ἀναπείθουσά με ἄδειν τὰς ᾠδὰς τῶν δαιμόνων ἅσπερ μεμάθηκα· εὐθὺς δὲ δακρύουσα, καὶ τῇ χειρὶ τὸ στῆθός μου τύπτουσα, ἐμαυτὴν ἀνεμίμνησκον τῶν συμφώνων ὧν ἐθέμην ἐξερχομένη κατὰ τὴν ἔρημον. Ἐγιγνόμην δὲ τῷ λογισμῷ πρὸς τὴν εἰκόνα τῆς Θεοτόκου τῆς ἀναδόχου μου, κἀκείνῃ προσέκλαιον, ἐκδιῶξαι τοὺς λογισμοὺς αἰτοῦσα, τοὺς οὕτως τὴν ἀθλίαν μου ψυχὴν κατατρέχοντας.

Ὅτι δὲ ἀρκούντως ἐδάκρυσα, καὶ τὸ στῆθος εἰς δύναμιν ἔτυψα, φῶς ἔβλεπον πάντοθεν περιαστράπτον με· καὶ ἐντεῦθεν λοιπὸν γαλήνη τις σταθηρὰ ἐκ τρικυμίας ἐγένετό μοι. Τοὺς δὲ λογισμούς, τοὺς εἰς πορνείαν αὖθις ὠθοῦντάς με, πῶς σοι, ἀββᾶ, διηγήσομαι; Πῦρ γὰρ ἔνδοθεν τῆς καρδίας μου τῆς ταλαίνης ἀνήπτετο, καὶ ὅλην δι’ ὅλου ἐξέφλεγεν, καὶ πρὸς ἐπιθυμίαν ἀνηρέθιζε μίξεως. Εὐθὺς δέ, ἡνίκα λογισμὸς τοιοῦτος προσέβαλλεν, ἔῤῥιπτον ἑαυτὴν εἰς γῆν, καὶ τὸ ἔδαφος τοῖς δάκρυσιν ἔβρεχον, αὐτήν μοι νομίζουσα παριστάναι τὴν ἐγγυησαμένην με, ὥσπερ προστάτιδα, καὶ παραβαθεῖσαν, καὶ ποινὰς τῆς παραβασίας εἰς· πράττουσαν. Οὐκ ἀνιστάμην τοίνυν ἀπὸ τῆς εἰς γῆν κατανεύσεως, ἣν συνέβη διέρχεσθαι νυχθήμερον, ἕως ὅτου με τὸ φῶς ἐκεῖνο τὸ γλυκὺ περιέλαμψεν, καὶ τοὺς λογισμοὺς τοὺς ἐνοχλοῦντάς μοι ἐδίωξεν. Λοιπὸν ἀεὶ τὸ ὄμμα τῆς διανοίας μου πρὸς τὴν ἐγγυητὴν ἀκαταπαύστως ἀνέπεμπον, αἰτοῦσα βοήθειαν τῇ κινδυνευούσῃ κατὰ τὸ τῆς ἐρήμου πέλαγος· καί γε βοηθὸν ἔσχον, καὶ τῆς μετανοίας συλλήπτορα. Καὶ οὕτως διῆλθον τῶν δεκαεπτὰ ἐτῶν τὸ διάστημα, μυρίοις κινδύνοις προσομιλήσασα· ἐξ ἐκείνου δὲ καὶ μέχρι τῆς σήμερον ἡ βοηθός μου παρέστηκεν ἐν πᾶσι, καὶ διὰ πάντων χειραγωγοῦσά με.

Εἶπεν δὲ Ζωσιμᾶς πρὸς αὐτήν· Οὐκ ἐδεήθης τροφῆς, ἢ ἐνδύματος; Ἡ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Τοὺς μὲν ἄρτους ἐκείνους, καθὰ προεῖπον, ἀναλώσασα, τὰ δεκαεπτὰ ἔτη ἐτράφην βοτάναις, καὶ λοιποῖς τοῖς εὑρισκομένοις κατὰ τὴν ἔρημον· τὸ δὲ ἱμάτιον, ὅπερ εἶχον τὸν Ἰορδάνην διαπεράσασα, διαῤῥυὲν δεδαπάνηται. Πολλὴν ἐκ τοῦ κρύους καὶ αὗθις ἐκ τῆς τοῦ θέρους φλογὸς ἀνάγκην ὑπέμεινα, συγκαιομένη τῷ καύσωνι, καὶ τῷ παγετῷ πηγνυμένη καὶ τρέμουσα, ὡς πολλάκις με χαμαὶ πεσοῦσαν ἄπνουν μεῖναι σχεδὸν καὶ ἀκίνητον. Πολλαῖς τοίνυν καὶ πολλαῖς συμφοραῖς καὶ πειρασμοῖς ἀνηκέστοις ἐπύκτευσα. Ἐξ ἐκείνου δὲ καὶ μέχρι τοῦ νῦν ἡ δύναμις τοῦ Θεοῦ πολυτρόπως τὴν ἁμαρτωλόν μου ψυχὴν καὶ τὸ σῶμα τὸ ταπεινὸν διετήρησεν· ἐννοοῦσα γὰρ μόνον ἐξ ὁποίων κακῶν με ἐῤῥύσατο, τροφὴν ἀδάπανον κέκτημαι, τὴν ἐλπίδα τῆς σωτηρίας μου· τρέφομαι γὰρ καὶ σκέπομαι τῷ ῥήματι τοῦ Θεοῦ διακρατοῦντος τὰ σύμπαντα· οὐδὲ γὰρ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, καὶ παρὰ τὸ μὴ ἔχειν σκέπην, πέτραν περιεβάλοντο, ὅσοι τὸ τῇς ἁμαρτίας ἀπεδύσαντο περιβόλαιον.

Ἀκούσας δὲ Ζωσιμᾶς ὅτι καὶ χρήσεων Γραφικῶν ἐμνημόνευσεν, ἔκ τε Μωϋσέως καὶ τοῦ Ἰώβ, καὶ τῆς βίβλου τῶν Ψαλμῶν ἔφησεν πρὸς αὐτήν· Ψαλμοῖς δέ, ὦ κυρία μου, ἢ ἄλλοις βιβλίοις ἐντέτυχας; Ἡ δὲ ἀκούσασα τοῦτο ὑπεμειδίασεν, καί φησιν πρὸς τὸν γέροντα· Πίστευσον, ἄνθρωπε, οὐκ εἶδον ἕτερον ἄνθρωπον ἐξ ὅτε τὸν Ἰορδάνην ἐπέρασα, εἰ μὴ τὸ σὸν πρόσωπον σήμερον· ἀλλ’ οὐδὲ θηρίον ἢ ἄλλον ζῶον τεθέαμαι ἐξ ὅτε ταύτην εἶδον τὴν ἔρημον· γράμματα τοίνυν οὐ μεμάθηκα πώποτε. Ἀλλ’ οὐδὲ ψάλλοντός τινος ἢ ἀναγινώσκοντος ἤκουσα· ὁ δὲ λόγος τοῦ Θεοῦ, ζῶν τε καὶ ἐνεργὴς ὤν, αὐτὸς διδάσκει τὸν ἄνθρωπον γνῶσιν. Ἕως ὧδε τὸ πέρας τῆς κατ’ ἐμὲ διηγήσεως· ἀλλ’ ὅπερ ἐποίησα ἐναρχομένη τῆς διηγήσεως, καὶ νῦν ἐνορκῶ σε κατὰ τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως, εὔχεσθαι ὑπὲρ ἐμοῦ τῆς ἀσώτου διὰ τὸν Κύριον. Ταῦτα εἰπούσης ἐκείνης, καὶ τὸν λόγον ὧδε συντελεσάσης, ὥρμησεν βαλεῖν μετάνοιαν.

Καὶ αὖθις ὁ γέρων σὺν δάκρυσιν ἔκραζεν· Εὐλογητὸς ὁ Θεός, ὁ ποιήσας μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· εὐλογητὸς ὁ Θεὸς ὁ δείξας μοι ὅσα χαρίζει τοῖς φοβουμένοις αὐτόν· ὄντως γὰρ οὐκ ἐγκατέλειπας τοὺς ἐκζητοῦντάς σε, Κύριε.