Ἔργον
Σωφρόνιος Ἱεροσολύμων – Βίος Μαρίας τῆς Αἰγυπτίας (Νόθος)
Η μετάδοση των Αχράντων Μυστηρίων
Η αναμονή του Ζωσιμά, η θαυματουργική έλευση της Οσίας επί των υδάτων τον επόμενο χρόνο, η θεία μετάληψη και οι τελευταίες της παραγγελίες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μετάδοση των Αχράντων Μυστηρίων
Η αναμονή του Ζωσιμά, η θαυματουργική έλευση της Οσίας επί των υδάτων τον επόμενο χρόνο, η θεία μετάληψη και οι τελευταίες της παραγγελίες.
Ἐκείνη δὲ ἐπιλαβομένη τοῦ γέροντος, οὐκέτι συνεχώρησεν βαλεῖν τελείως μετάνοιαν, ἀλλ’ ἔφησεν πρὸς αὐτόν· Ταῦτα πάντα, ἅπερ ἤκουσας, ἄνθρωπε, ἐνορκῶ σε κατὰ τοῦ Σωτῆρος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν μηδενὶ ἐξειπεῖν, ἕως ὅτε ὁ Θεὸς ἀπὸ τῆς γῆς ἀπολύσει με. Τὸ δὲ νῦν ἔχον ἐν εἰρήνῃ πορεύθητι, καὶ πάλιν εἰς τὸ ἔτος τὸ ἐρχόμενον ὄψει με, καὶ ὀφθήσῃ μοι τοῦ Θεοῦ χάριτι φυλαττόμενος· ποίησον δὲ διὰ τὸν Κύριον ὅπερ νῦν σοι ἐντέλλομαι. Εἰς τὰς νηστείας τὰς ἱερὰς τοῦ ἔτους τοῦ ἐπερχομένου μὴ περάσῃς τὸν Ἰορδάνην, ὥσπερ εἰώθατε ποιεῖν εἰς τὸ μοναστήριον. Ἐξίστατο δὲ Ζωσιμᾶς ἀκούων ὅτι καὶ τὸν κανόνα τοῦ μοναστηρίου ἀπήγγειλεν, καὶ οὐδὲν ἕτερον ἔλεγεν εἰ μή, Δόξα τῷ Θεῷ, μεγάλα χαριζομένῳ τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκείνη δὲ ἔφησεν, Μεῖνον ἀββᾶ, ὡς εἶπον, εἰς τὸ μοναστήριον· οὐδὲ γὰρ θέλοντί σοι ἐξελθεῖν εὖ γενήσεται· τῇ δὲ ἁγίᾳ ἑσπέρᾳ τοῦ δείπνου τοῦ μυστικοῦ, λάβε μοι τοῦ ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ εἰς σκεῦος ἱερὸν καὶ τῶν τοιούτων μυστηρίων ἐπάξιον, καὶ φέρε, καὶ μεῖνον μετὰ παντὸς εἰς τὸ μέρος τοῦ Ἰορδάνου τὸ προσεγγίζον τῇ οἰκουμένῃ, ὅπως ἐλθοῦσα μεταλάβω τῶν ζωοποιῶν δώρων.
Ἐξ ὅτε γὰρ εἰς τὸν ναὸν τοῦ Προδρόμου, πρὶν ἢ τὸν Ἰορδάνην διέλθω, μετέλαβον, οὐκέτι μέχρι τοῦ νῦν τοῦ ἁγιασμοῦ τούτου τετύχηκα· καὶ νῦν ἐκείνου ἐφίεμαι ἀκατασχέστῳ τῷ ἔρωτι· δι’ ὃ αἰτῶ καὶ παρακαλῶ τὴν ἐμὴν μὴ παρακούσασθαι αἴτησιν, ἀλλὰ πάντως ἄγαγέ μοι τὰ τοιαῦτα ζωοποιὰ καὶ θεῖα μυστήρια, καθ’ ἣν ὥραν ὁ Κύριος τοὺς μαθητὰς τοῦ θείου δείπνου μετόχους πεποίηκεν. Τῷ δὲ ἀββᾷ Ἰωάννῃ, τῷ ἡγουμένῳ τῆς μονῆς ἐν ᾗ κατοικεῖς, ταῦτα εἰπέ· Πρόσεχε σεαυτῷ καὶ τῇ ποίμνῃ σου· τινὰ γὰρ ἐκεῖ τελοῦνται δεόμενα διορθώσεως. Ἀλλ’ οὐ νῦν σε θέλω ταῦτα εἰπεῖν αὐτῷ, ἀλλ’ ὅτε ὁ Κύριος ἐπιτρέψει σοι· ταῦτα εἰποῦσα, καὶ Εὖξαι ὑπὲρ ἐμοῦ, τῷ γέροντι φήσασα, ἐπὶ τὸ βάθος τῆς ἐρήμου αὖθις ἐξέδραμεν. Ὁ δὲ Ζωσιμᾶς κλίνας τὰ γόνατα, καὶ προσκυνήσας τὸ ἔδαφος ἐν ᾧ ἔστησαν τὰ ἴχνη τῶν ποδῶν αὐτῆς, δοὺς τῷ Θεῷ δόξαν καὶ εὐχαριστήσας, ὑπέστρεψεν ἐν ἀγαλλιάσει ψυχῆς τε καὶ σώματος, δοξάζων καὶ εὐλογῶν Χριστὸν τὸν Θεὸν ἡμῶν· αὖθις δὲ διελθὼν ἐκείνην τὴν ἔρημον ἔφθασεν εἰς τὸ μοναστήριον καθ’ ἣν ἡμέραν ὑποστρέφειν εἰώθασιν οἱ αὐτόθι μονάζοντες.
Καὶ τὸν μὲν ἐνιαυτὸν ἡσύχασεν ἅπαντα, μηδενὶ τολμῶν ἐξειπεῖν μηδὲν ὧν ἐθεάσατο· καθ’ ἑαυτὸν δὲ τὸν Θεὸν καθικέτευσεν, δεῖξαι αὐτῷ αὖθις τὸ ποθούμενον πρόσωπον. Ἐδυσχέραινεν δὲ καὶ ἐδυσφόρει τοῦ ἐνιαυτοῦ· ἐννοῶν τὴν περίοδον, μίαν ἐνθέλων τὸν ἐνιαυτὸν ἡμέραν γενέσθαι, ὧς οἷόν τε ἦν. Ἡνίκα δὲ ἔφθασεν τῶν ἱερῶν νηστειῶν ἡ ἀπαρχομένη Κυριακή, εὐθὺς μετὰ τὴν ἐξ ἔθους εὐχὴν οἱ μὲν ἄλλοι πάντες ἐξίεσαν ψάλλοντες· αὐτὸν δὲ νόσος κατέσχεν πυρέξαντα, καὶ μένειν ἔνδον ἠνάγκασεν.
Ἐμνήσθη δὲ Ζωσιμᾶς τῆς Ὁσίας εἰπούσης, ὅτι Οὔτε θέλοντί σοι τῆς μονῆς ἐξελθεῖν οὔ σοι γενήσεται. Ὀλίγαι δὲ ἡμέραι διέδραμον, καὶ τῆς νόσου διαναστὰς ἐν τῷ μοναστηρίῳ διέτριβεν. Ἡνίκα δὲ πάλιν οἱ μοναχοὶ ὑπέστρεψαν, καὶ ἤγγισεν ἡ ἑσπέρα τοῦ δείπνου τοῦ μυστικοῦ, ἐποίησεν τὰ διαταχθέντα αὐτῷ· καὶ λαβὼν εἰς μικρὸν ποτήριον τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἔβαλεν εἰς κανίσκιον ἰσχάδας καὶ φοίνικας, καὶ φακῆν μικρὰν βραχεῖσαν ἐν ὕδατι· ἀπέρχεται δὲ βαθείας ὀψίας, καὶ καθέζεται εἰς τὸ χεῖλος τοῦ Ἰορδάνου, τῆς Ὁσίας ἀναμένων τὴν ἄφιξιν. Χρονίζοντος δὲ τοῦ γυναίου τοῦ ἱεροῦ, Ζωσιμᾶς οὐκ ἐνύσταξεν, ἀλλ’ ἀκλινῶς ἑώρα τὴν ἔρημον, ἀναμένων ἰδεῖν ὅπερ ἰδεῖν ἐπεθύμησεν.
Ἔλεγεν δὲ καθ’ ἑαυτὸν ὁ γέρων καθήμενος· Ἆρά γε μή ποτε τὸ ἀνάξιόν μου ἐλθεῖν ταύτην διεκώλυσεν; ἆρα ἦλθεν, καὶ μὴ εὑροῦσά με αὖθις ὑπέστρεψεν; Ταῦτα λέγων ἐδάκρυσεν, καὶ δακρύσας ἐστέναξεν, καὶ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπάρας, τὸν Θεὸν ἱκέτευσεν λέγων· Μὴ στερήσῃς με, Δέσποτα, καὶ αὖθις ἰδεῖν ὅπερ ἰδεῖν συνεχώρησας· μὴ ἀπέλθω κενός, τὰς ἐμὰς ἁμαρτίας φέρων εἰς ἔλεγχον.
Ταῦτα σὺν δάκρυσιν ἐπευξάμενος, εἰς ἕτερον λογισμὸν περιπέπτωκεν· ἔλεγεν γὰρ ἐν ἑαυτῷ· Τί δέ, εἰ ἄρα καὶ ἔλθῃ, γενήσεται; Πλοιάριον γὰρ οὐ πάρεστιν. Πῶς τοίνυν τὸν Ἰορδάνην παρέλθοι, καὶ πρὸς ἐμὲ γενήσεται τὸν ἀνάξιον; Οἴμοι τῆς ἐμῆς ἀναξιότητος! οἴμοι τῆς ἐμῆς ἐλεεινότητος! Τίς με τοιούτου καλοῦ δικαίως ἐστέρησεν;
Ταῦτα λογιζομένου τοῦ γέροντος, ἰδοὺ καὶ τὸ ὅσιον ἔφθασεν γύναιον, καὶ εἰς τὸ πέραν ἕστη τοῦ ποταμοῦ, ὅθεν καὶ ἤρχετο. Ὁ δὲ Ζωσιμᾶς ἐξανέστη χαίρων καὶ ἀγαλλιώμενος, καὶ δοξάζων τὸν Θεόν. Αὖθις δὲ τῷ λογισμῷ τοῦ μὴ δύνασθαι αὐτὴν περάσαι τὸν Ἰορδάνην ἐπάλαιεν. Ὁρᾷ δὲ αὐτὴν τῷ σημείῳ τοῦ τιμίου σταυροῦ τὸν Ἰορδάνην σφραγίσασαν (πανσέληνος γὰρ ὑπῆρχεν ἡ νύξ, ὡς ἔλεγεν), καὶ ἄμα τῇ σφραγῖδι ἐπιβᾶσαν τῷ ὕδατι, καὶ περιπατοῦσαν ἐπὶ τῶν ὑδάτων ἐπάνω, καὶ πρὸς ἐκεῖνον βαδίζουσαν.
Τὸν δὲ θελήσαντα ποιῆσαι μετάνοιαν διεκώλυεν κράζουσα, καὶ ἐπὶ τῶν ὑδάτων βαδίζουσα, Τί ποιεῖς, ἀββᾶ, καὶ ἱερεὺς ὑπάρχων, καὶ βαστάζων θεῖα μυστήρια; Τοῦ δὲ πρὸς τὸ λεγόμενον εἴξαντος, ἀποβᾶσα τοῦ ὕδατος ἔφησεν πρὸς τὸν γέροντα· Εὐλόγησον, Πάτερ, εὐλόγησον. Ὁ δὲ πρὸς αὐτὴν ἀπεκρίνατο σύντρομος (ἔκστασις γὰρ αὐτὸν εἶχεν ἐπὶ τῷ παραδόξῳ θεάματι)· Ὄντως ἀψευδὴς ὁ Θεὸς ἐπαγγειλάμενος ὁμοιοῦσθαι Θεῷ καθόσον ἐφικτὸν τοὺς ἑαυτοὺς ἐκκαθαίροντας· δόξα σοι, Χριστέ, ὁ Θεὸς ἡμῶν, ὃς οὐκ ἀπέστειλας τὴν προσευχήν μου, καὶ τὸ ἔλεός σου ἀπὸ τοῦ δούλου σου· δόξα σοι, Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ δείξας μοι διὰ ταύτης τῆς δούλης σου, πόσον ἀπέχω μέτρον τῆς τελειότητος. Καὶ ταῦτα ἅμα λέγοντα, ᾔτησεν ἡ γυνὴ εἰπεῖν τὸ ἅγιον τῆς πίστεως σύμβολον, καὶ τό, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, κατάρξασθαι.
Καὶ τούτου γενομένου, καὶ τῆς εὐχῆς πέρας λαβούσης, κατὰ τὸ σύνηθες δέδωκεν τὴν ἀγάπην τῷ γέροντι εἰς τὸ στόμα· καὶ οὕτως τῶν ζωοποιῶν μυστηρίων μεταλαβοῦσα, εἰς τὸν οὐρανὸν τὰς χεῖρας διάρασα, ἐστέναξεν σὺν δάκρυσιν, καὶ οὕτως ἐβόησεν· Νῦν ἀπολύεις τὴν δούλην σου, ὦ Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου.
Τότε λέγει τῷ γέροντι· Συγχώρησόν μοι, ἀββᾶ, καὶ ἄλλην ἐπιθυμίαν μου πλήρωσον· καὶ νῦν μὲν ἄπελθε εἰς τὸ μοναστήριον, τῇ τοῦ Θεοῦ χάριτι φρουρούμενος, εἰς δὲ τὸ ἔτος τὸ ἐρχόμενον ἔλθε καὶ αὖθις εἰς ἐκεῖνον τὸν χείμαῤῥον, ἔνθα σοι τὸ πρὶν συνέτυχον· ἔλθε πάντως διὰ τὸν Κύριον, καὶ πάλιν ὄψει με καθὼς θέλει ὁ Κύριος. Ὁ δὲ πρὸς αὐτὴν ἀπεκρίνατο· Εἴθε ἦν δυνατὸν ἐντεῦθεν ἀκολουθῆσαί σοι, καὶ βλέπειν διὰ παντὸς τὸ σὸν τίμιον πρόσωπον· ποίησον δὲ μίαν τοῦ γέροντος αἴτησιν, καὶ ἐξ ὧν ἐνήνοχα ὧδε μικρᾶς τροφῆς μετάλαβε· καὶ ἅμα ταῦτα εἰπών, δείκνυσιν αὐτῇ ὅπερ εἶχεν κανίσκιον.
Ἡ δὲ δακτύλοις ἄκροις τῆς φακῆς ἁψαμένη, καὶ τρεῖς κόκκους ἀνελομένη, τῷ ἰδίῳ προσήγαγεν στόματι, ἀρκεῖν εἰποῦσα τὴν χάριν τοῦ Πνεύματος, ὥστε συντηρεῖν τὴν οὐσίαν τῆς ψυχῆς ἀμίαντον. Καὶ ταῦτα εἰποῦσα, εἶπεν πάλιν τῷ γέροντι· Εὖξαι διὰ τὸν Κύριον, εὖξαί μοι, καὶ τῆς ἐμῆς ἀθλιότητος μέμνησο. Ὁ δὲ τῶν ποδῶν ἁψάμενος τῆς Ὁσίας, καὶ εὔχεσθαι ὑπὲρ τῆς Ἐκκλησίας, καὶ τῆς βασιλείας, καὶ αὐτοῦ ἐξαιτήσας, σὺν δάκρυσιν ἀφῆκεν, καὶ ἀπῆλθεν στένων καὶ ὀδυρόμενος· λοιπὸν γὰρ ἐπὶ πολὺ οὐκ ἐτόλμα κρατῆσαι τὴν ἀκράτητον.
Ἡ δὲ αὖθις τὸν Ἰορδάνην σφραγίσασα, ἐπέβη τοῦ ὕδατος, καὶ περιπατοῦσα διῆλθεν καθὰ καὶ τὸ πρότερον. Ὁ δὲ γέρων ὑπέστρεψεν χαρᾷ καὶ φόβῳ πολλῷ συνεχόμενος, μεμφόμενός τε αὐτόν, ὅτι τὸ ὄνομα τῆς Ὁσίας μαθεῖν οὐκ ἐζήτησεν· ἤλπιζεν δὲ ὅμως τοῦ τυχεῖν εἰς τὸ ἔτος τὸ ἐπερχόμενον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.