Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Εὐχαριστίαι (Νόθος)

Συμεὼν ὁ Νέος Θεολόγος

Θεωρία του θείου φωτός, εμφύτευση της αγάπης και τελική ικεσία

Η εμπειρία της αρπαγής στους ουρανούς, η έλλαμψη του νου από το Άγιο Πνεύμα, ο διάλογος με τον Θεό, η εμφύτευση της θείας αγάπης στην καρδιά και η τελική προσευχή για προστασία και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 5 από 5

Τοῦτο δὲ ἐγχρονίσας ποιῶν, φρικτόν με πρᾶγμα καὶ μυστήριον ἰδεῖν κατηξίωσας. Σοῦ γὰρ παραγινομένου καὶ τῷ δοκεῖν με τοῖς ὕδασι πλύνοντος καὶ περιαντλοῦντος καὶ ἐν αὐτοῖς πολλάκις ἐμβάπτοντος, τὰς ἀστραπὰς τὰς περιλαμπούσας με καὶ τὰς ἀκτῖνας τοῦ προσώπου σου ἀναμιγείσας ἐθεασάμην τοῖς ὕδασι καὶ ἐξέστην, ὁρῶν φωτοειδεῖ με ὕδατι ἐκπλυνόμενον. Καὶ ποῦ πόθεν ἦν ἢ τίς ὁ τούτου πάροχος, οὐκ ἐγίνωσκον, μόνον δὲ λουόμενος ἔχαιρον τῇ πίστει αὐξάνων, τῇ ἐλπίδι πτερούμενος καὶ ἕως οὐρανοῦ ἀνερχόμενος, τοὺς δὲ πλάνους ἐκείνους, τοὺς τὰ ῥήματα τῆς ἀπάτης καὶ τοῦ ψεύδους ὑποτιθεμένους μοι, σφόδρα μισῶν καὶ τῆς πλάνης κατελεῶν, οὐδὲ πρὸς συντυχίαν ἢ ὁμιλίαν ὅλως αὐτοῖς συνηρχόμην, ἀλλὰ καὶ τῆς θέας αὐτῶν τὴν βλάβην ἐξέφευγον, τὸν δὲ συνεργὸν καὶ βοηθόν μου, τὸν ἅγιόν σου λέγω μαθητὴν καὶ ἀπόστολον, ὡς αὐτὸν σὲ τὸν ἐμὲ πλάσαντα, ἐσεβόμην, ἐτίμων, ἠγάπων ἀπὸ ψυχῆς, προσπίπτων αὐτοῦ τοῖς ποσὶ νυκτὸς καὶ ἡμέρας καὶ «Εἴ τι δύνασαι, βοήθει μοι» αὐτὸν ἐξαιτούμενος, πληροφορίαν ἔχων ὅτι ὅσα καὶ βούλεται, δύναται παρὰ σοί.

Οὕτως οὖν ἐφ’ ἱκανὸν χρόνον τῇ χάριτί σου διατελῶν, ἄλλο πάλιν εἶδον φρικτὸν μυστήριον. Λαβόμενος γάρ με, εἰς οὐρανοὺς ἀνελθών, συνανήγαγες, εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, σὺ μόνος οἶδας, ὁ καὶ τοῦτο ποιήσας. Ἀλλὰ γὰρ ὥραν ἐκεῖσε μετὰ σοῦ με ποιήσαντα, καὶ τῆς δόξης—τίνος δὲ ἀγνοῶ καὶ οὗτινος—τὸ μέγεθος ἐκπλαγεὶς καὶ τῷ ἀμετρήτῳ ὕψει ἐκθαμβηθείς, ὅλος ἔφριξα.

Πάλιν δέ με μόνον ἀφῆκας ἐν γῇ, ἐν ᾗ καὶ ἱστάμην τὸ πρότερον, καὶ εὑρέθην θρηνῶν καὶ τὴν ταλαιπωρίαν μου ἐκθαμβούμενος. Εἶτα κάτω μετ’ οὐ πολὺ ὄντος μου, ἄνω εἰς οὐρανούς, διανοιχθέντων αὐτῶν, τὸ πρόσωπόν σου, ὡς ἥλιον ἄμορφον, κατηξίωσας ὑποδεῖξαί μοι. Καὶ ὅστις ποτὲ ᾖς, οὐδ’ οὕτω μοι γνῶναι δέδωκας—πῶς γάρ, μὴ λαλήσας μοι; —ἀλλ’ ἐκρύβης εὐθὺς κἀγὼ περιῄειν ζητῶν σε, ὃν οὐκ ἐγίνωσκον, καὶ μορφήν σου ἰδεῖν καὶ γνωστῶς γνῶναι ὅστις ᾖς ἐπεπόθουν. Διὸ καὶ ἀπὸ τῆς πολλῆς βίας καὶ τοῦ πυρὸς τῆς ἀγάπης σου διαπαντὸς ἔκλαιον, μὴ εἰδὼς αὐτὸν σὲ ὅστις εἶ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα με καὶ ἐκ τοῦ βορβόρου ἐξαγαγόντα καὶ τὰ εἰρημένα ἅπαντα γεγονότα μοι.

Ὡς οὖν οὕτω πάλιν πολλάκις ὤφθης καὶ πολλάκις πάλιν μὴ λαλήσας ἐκρύβης μοι μηδόλως ὁρώμενος, τὰς ἀστραπὰς δὲ καὶ τὴν αἴγλην τὴν τοῦ προσώπου σου ὁρῶν, ὥσπερ πρότερον ἐν τοῖς ὕδασι, πάλιν καὶ πολλάκις περικυκλούσας με, κρατεῖν δὲ ταύτας ὅλως ἀμηχανῶν, ἐμιμνησκόμην ὅπου ποτὲ ἄνω εἶδόν σε, καὶ ἄλλον εἶναι ἀφρόνως ὑπονοούμενος πάλιν ἐζήτουν μετὰ δακρύων ἰδέσθαι σε. Οὕτως οὖν ἐν πολλῇ λύπῃ καὶ θλίψει καὶ στενοχωρίᾳ ἐμαυτὸν ἐκπιέζων καὶ ἐμαυτοῦ ἐπιλανθανόμενος καὶ ὅλου ὅλως τοῦ κόσμου καὶ τῶν ἐν κόσμῳ, καὶ μηδὲ σκιάν, μηδὲ ὁτιοῦν ἢ ὅτι ἐστί τί ποτε τὸ ὁρώμενον ἐννοῶν, αὐτὸς ὁ πᾶσιν ἀόρατος, ὁ ἀναφὴς καὶ ἄληπτος, ἔφανας καὶ ἐδόκεις μοι τὸν ἐμὸν νοῦν καθαίρων καὶ πλατύνων τὸ τῆς ψυχῆς ὀπτικὸν καὶ ἐπὶ πλεῖον παρέχων ὁρᾶν τὴν δόξαν σου, καὶ ὅτι μᾶλλον αὐξάνεις αὐτὸς καὶ λάμπων πλέον πλατύνῃ, καὶ τῇ τοῦ σκότους ὑποχωρήσει αὐτόν σε πλησιάζοντα καὶ ἐρχόμενον κατεμάνθανον, καθὰ πολλάκις καὶ ἐν τοῖς αἰσθητοῖς πάσχομεν. Σελήνης γὰρ φαινούσης καὶ περιπατούντων οἱονεὶ τῶν νεφῶν, ἡ σελήνη ὁρᾶται καὶ δοκεῖ τρέχειν ταχύτατα, μηδὲν τῷ συνήθει προστιθεῖσα δρόμῳ ἢ τὴν ἐξ ἀρχῆς ὑπαλλάσσουσα πορείαν.

Οὕτως οὖν, Δέσποτα, ἐδόκεις ἔρχεσθαι ὁ ἀκίνητος καὶ ὁ ἀναλλοίωτος μεγεθύνεσθαι καὶ μορφοῦσθαι ὁ ἄμορφος. Ὥσπερ γὰρ ἐπὶ τυφλοῦ κατὰ μικρὸν ἀναβλέποντος καὶ τὸν χαρακτῆρα τοῦ ἀνθρώπου κατανοοῦντος καὶ οἷός ἐστιν ἐκ τοῦ κατ’ ὀλίγον ἀνιστοροῦντος, οὐχ ὁ χαρακτὴρ πρὸς τὴν ὅρασιν μεταποιεῖται ἢ μεταπλάττεται, ἀλλὰ τὸ ὀπτικὸν μᾶλλον τῶν ὀφθαλμῶν αὐτοῦ ἀποκαθαιρόμενον, τὸν χαρακτῆρα, οἷός ἐστιν, ὁρᾷ, ἐντυπουμένης οἱονεὶ τῆς ἐμφερείας αὐτοῦ ὅλης τῷ ὀπτικῷ καὶ διὰ τούτου διϊκνουμένης καὶ ἀπομασσομένης καὶ ὡς ἐν πίνακι ἐγχαραττομένης τῷ νοερῷ τε καὶ μνημονευτικῷ τῆς ψυχῆς, οὕτω καὶ αὐτὸς ὡράθης, τῷ φωτὶ τρανῶς τοῦ Ἁγίου Πνεύματος ἐκκαθάρας μου τὸν νοῦν ὁλικῶς. Κἀκείνου τρανότερον καὶ καθαρώτερον βλέποντος, αὐτός μοί ποθεν ἐδόκεις ἐξέρχεσθαι καὶ λαμπρότερος φαίνεσθαι, καὶ χαρακτῆρα μορφῆς ἀμόρφου ὁρᾶν ἐμπαρεῖχές μοι, καὶ ἔξω με τοῦ κόσμου τότε πεποίηκας—δοκῶ εἰπεῖν καὶ τοῦ σώματος, τοῦτο γὰρ ἀκριβῶς γνῶναι οὐκ ἔδωκας —, ὑπερηύγασας δ’ οὖν καὶ τῷ δοκεῖν ὅλως ὅλῳ καλῶς βλέποντι ὤφθης μοι, καὶ «Ὦ Δέσποτα» λέγοντά με, «τίς ποτε ᾖς;», τότε φωνῆς με πρῶτον τὸν ἄσωτον κατηξίωσας καὶ οὑτωσὶ προσηνῶς προσεφθέγξω μοι, ἐξανισταμένῳ καὶ θαμβουμένῳ καὶ τρέμοντι καὶ ἐν ἐμαυτῷ ποσῶς ἐννοοῦντι καὶ λέγοντι· «Τί ποτε ἄρα ἡ δόξα αὕτη καὶ τὸ τῆς λαμπρότητος ταύτης μέγεθος βούλεται;

Πῶς δὲ ἢ πόθεν ἐγὼ τοιούτων ἀγαθῶν κατηξίωμαι;» —«Ἐγώ, φησιν, εἰμὶ ὁ Θεὸς ὁ διὰ σὲ γεγονὼς ἄνθρωπος, καὶ ὅτι με ἐξ ὅλης ψυχῆς ἐπεζήτησας, ἰδοὺ ὑπάρξεις ἀπὸ τοῦ νῦν ἀδελφός μου καὶ συγκληρονόμος μου καὶ φίλος μου.» Ἐπὶ τούτοις οὖν καταπλαγέντος μου καὶ τῇ ψυχῇ ἐκχυθέντος καὶ τὴν ἰσχὺν διασκορπισθέντος καὶ «Τίς εἰμι» ἀνταποκριθέντος «ἐγὼ ἢ τί πεποίηκα ὁ ἄθλιος, Δέσποτα, καὶ ταλαίπωρος, ἵνα με τοιούτων ἀγαθῶν ἄξιον καταστήσῃς καὶ τοιαύτης δόξης συμμέτοχον καὶ συγκληρονόμον ποιήσῃς;»—λογισαμένου μου δὲ ταύτην ὑπὲρ νοῦν εἶναι τὴν δόξαν καὶ τὴν χαράν, ὁ Δεσπότης πάλιν σύ, οἱονεὶ φίλος φίλῳ διαλεγόμενος διὰ τοῦ ἐν ἐμοὶ λαλοῦντος σοῦ Πνεύματος, εἶπάς μοι· «Ταῦτα διὰ μόνην τὴν πρόθεσιν καὶ προαίρεσιν καὶ πίστιν σου ἐδωρησάμην σοι καὶ ἔτι δωρήσομαι. Τί γὰρ ἔχεις ἄλλο ἢ ἔσχε ποτὲ σόν, γυμνὸς παρ’ ἐμοῦ παραχθείς, ἵνα ἐκεῖνο λαβὼν ἀντ’ ἐκείνου ταῦτά σοι δώσοιμι; Ἐὰν γὰρ μὴ λυθῇς τῆς σαρκός, τὸ τέλειον οὐ θεάσῃ, οὐδὲ ἐπαπολαῦσαι ὅλου αὐτοῦ ἰσχύσεις καλῶς.» Ἐμοῦ δὲ εἰπόντος· «Καὶ τί τούτου μεῖζον εἴτε λαμπρότερον; Ἐμοὶ τέως ἀρκεῖ τὸ οὕτως εἶναι καὶ μετὰ θάνατον»—«Ὡς λίαν εἶ σὺ μικρόψυχος, εἶπας, τοῖς τοιούτοις ἀρκούμενος.

Ταῦτα γὰρ πρὸς τὰ μέλλοντα ἴσον εἰσὶν ἱστορηθέντος ἐν χάρτῃ οὐρανοῦ καὶ ταῖς χερσὶ κρατουμένου· ὅσῳ γὰρ οὗτος τοῦ ἀληθινοῦ οὐρανοῦ ἀπολείπεται, τοσούτῳ πλέον ἀσυγκρίτως ἡ μέλλουσα δόξα ὑπὲρ τὴν νῦν ὁρωμένην σοι ἀποκαλυφθήσεται.» Ταῦτα εἰπὼν ἐσιώπησας καὶ μικρὸν μικρὸν ὁ γλυκὺς καὶ καλὸς Δεσπότης ἐκρύβης ἐξ ὀφθαλμῶν μου, εἴτε ἐμοῦ μακρύναντος ἀπὸ σοῦ, εἴτε σοῦ ἀπ’ ἐμοῦ ἀπελθόντος, οὐκ οἶδα. Τέως δ’ οὖν ἐγενόμην πάλιν ὅλος ἐν ἐμαυτῷ, ποθὲν νομίσας ἐλθεῖν, καὶ εἰσῆλθον ἐν τῷ πρώτῳ σκηνώματι. Ὅθεν μιμνησκόμενος τοῦ κάλλους τῆς δόξης καὶ τῶν ῥημάτων σου, περιπατῶν, καθεζόμενος, ἐσθίων, πίνων καὶ προσευχόμενος, ἔκλαιον καὶ ἐν χαρᾷ διῆγον ἀνεκφράστῳ, γνωρίσας σε, τὸν Ποιητὴν τῶν ἁπάντων. Πῶς γὰρ καὶ μὴ ἔχαιρον;

Ἀλλὰ γὰρ πάλιν λυπούμενος καὶ οὕτως αὖθις ἰδεῖν σε ἐπιποθῶν, ὡς ἀπῆλθόν ποτε πρὸς τὸ τὴν ἄχραντον εἰκόνα τῆς σε Τεκούσης ἀσπάσασθαι καὶ ταύτῃ προσέπεσα, αὐτὸς πρὸ τοῦ ἀναστῆναί με, ἐντὸς τῆς ταλαιπώρου καρδίας μου, ὡς φῶς ἀποτελέσας αὐτήν, ὡράθης μοι, καὶ τότε ἔγνων ὅτι ἐν ἐμοί σε γνωστῶς ἔχω. Ἀπὸ οὖν τότε οὐχὶ μνημονεύων σου καὶ τῶν περὶ σὲ ἠγάπων σε ἀπὸ τῆς τῶν τοιούτων μνήμης, ἀλλ’ ἐν ἐμοὶ σέ; τὴν ἐνυπόστατον ἀγάπην, ἔχειν ἐπ’ ἀληθείας ἐπίστευσα. Ἡ γὰρ ὄντως ἀγάπη σὺ εἶ, ὁ Θεός.

Τῇ οὖν πίστει ἡ ἐλπὶς ἐμφυτευθεῖσα καὶ ἐν αὐτῇ ὑπὸ τῆς μετανοίας καὶ τῶν δακρύων ποτισθεῖσα, ἔπειτα καὶ ὑπὸ τοῦ σοῦ φωτὸς ἐλλαμφθεῖσα, ἐρριζώθη καὶ ηὐξήθη καλῶς. Εἶτα σὺ αὐτός, ὁ καλὸς τεχνίτης καὶ δημιουργός, παραγεγονὼς διὰ τῆς τῶν πειρασμῶν μαχαίρας, φημὶ δὴ τῆς ταπεινώσεως, τοὺς εἰς πολὺ ὕψος ἀναχθέντας περιττοὺς κλῶνας τῶν λογισμῶν ἀφελών, τῇ ἐλπίδι μόνῃ, ὡς ἐν μιᾷ ῥίζῃ δένδρου, τὴν σὴν ἁγίαν ἀγάπην ἐνεκέντρισας. Ταύτην οὖν ὁρῶν ὁσημέραι αὐξάνουσαν καὶ ἀεὶ ὁμιλοῦσάν μοι, μᾶλλον δὲ διὰ ταύτης σὺ καὶ διδάσκων καὶ περιλάμπων με, ὡς ἤδη ὑπὲρ πᾶσαν πίστιν γεγονὼς καὶ ἐλπίδα, οὕτω χαίρων διάκειμαι, καθὰ καὶ Παῦλος βοᾷ λέγων· «Ὃ γάρ τις βλέπει, τί καὶ ἐλπίζει;» Εἰ οὖν ἐγὼ σὲ ἔχω, τί πλέον ἐλπίσω; «Ἄκουσόν τι» πάλιν ἔφησας, Δέσποτα, ὥσπερ τὸν ἥλιον ὁρᾷς ἐν τοῖς ὕδασιν, ἐκεῖνον δὲ αὐτὸν οὐδόλως τότε μᾶλλον κάτω νεύων ὁρᾷς, οὕτω καὶ τὸ ἐν σοὶ γινόμενον νόει μοι καὶ ἀσφαλίζου σεαυτὸν καὶ σπούδαζε ἀεὶ ἐντὸς σοῦ καθαρῶς καὶ τρανῶς, ὡς τὸν ἥλιον ἐν τοῖς καθαροῖς ὕδασι, καθορᾶν με· καὶ εἶθ’ οὕτως ἰδεῖν με, ὥσπερ εἶπόν σοι, καταξιωθήσῃ καὶ μετὰ θάνατον. Εἰ δὲ μή, ὁ κύκλος ὅλος τῶν ἔργων καὶ κόπων καὶ λόγων σου τούτων ὠφελήσουσί σε οὐδέν, μᾶλλον μὲν οὖν καὶ μειζόνως κατακρινοῦσι καὶ πλείονα θλῖψίν σοι προξενήσουσιν, ἐπειδήπερ, ὡς ἀκούεις, «δυνατοὶ δυνατῶς ἐτασθήσονται».

Καὶ γὰρ οὐχ οὕτω πένητι ἐκ γενετῆς αἰσχύνης αἰτία γίνεται ἡ πενία, οὐδὲ ἡ ἐκ ταύτης λύπη ἐπὶ τοσοῦτον λυπεῖ, ὡς τῷ πλουτήσαντι καὶ δοξασθέντι καὶ ὑψωθέντι καὶ τῷ ἐπὶ γῆς βασιλεῖ οἰκειωθέντι, εἶτα πάντων ἐκπεσόντι ἐκείνων καὶ εἰς παντελῆ πτωχείαν κατενεχθέντι, καίτοι μὴ οὐχ οὕτως ὄντων τῶν πραγμάτων ἐν τοῖς ἐπιγείοις καὶ ὁρωμένοις καὶ ἐν αὐτοῖς τοῖς πνευματικοῖς πράγμασι καὶ ἀοράτοις. Τοῖς μὲν γὰρ ἐκπεσοῦσι τῆς φιλίας καὶ δουλείας τοῦ ἐπιγείου βασιλέως ἔκ τινος αἰτίας, τῶν ὑπαρχόντων αὐτοῖς κυρίους εἶναι καὶ ἐπαπολαύειν αὐτῶν καὶ ζῆν ἔξεστιν, ἐμοῦ δὲ τῆς ἀγάπης καὶ φιλίας εἰ ἐκπέσειέ τις, ζῆν ὅλως οὐ δύναται—ἡ ζωὴ γὰρ αὐτοῦ ἐγώ εἰμι—, ἀλλ’ εὐθὺς ἁπάντων γυμνοῦται καὶ τοῖς ἐχθροῖς ἐμοῦ τε καὶ αὐτοῦ αἰχμάλωτος παραδίδοται, ὃν ἐκεῖνοι λαβόντες ὑπὲρ τῆς προτέρας αὐτοῦ εὐνοίας καὶ ἀγάπης, ἧς πρὸς μὲ ἐκέκτητο, μανιωδέστερον αὐτῷ ἐπεμβαίνουσι, τιμωροῦντες, καταγελῶντες καὶ καταπαίζοντες.

Ναὶ ὄντως, πανάγιε Βασιλεῦ, οὕτως εἶναι κἀγὼ πιστεύω σοι τῷ Θεῷ μου καὶ προσπίπτων καθικετεύω σε, φύλαξόν με τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον ὃν ἠλέησας, καὶ τὸ φυτὸν τῆς ἀγάπης σου, ὅπερ ἐνεκέντρισας ἐν τῷ δένδρῳ τῆς ἐλπίδος μου, τῇ δυνάμει σου στήριξον. Μὴ ὑπὸ ἀνέμων σεισθῇ, μὴ ὑπὸ καταιγίδος θραυσθῇ, μὴ ὑπὸ ἐχθροῦ τινος ἐκσπασθῇ, μὴ ὑπὸ ἀμελείας καύσωνος φλεχθῇ, μὴ ὑπὸ ῥαθυμίας καὶ μετεωρισμῶν ξηρανθῇ, μὴ ὑπὸ φιλοδοξίας τέλεον ἐξαφανισθῇ. Σὺ γὰρ οἶδας, ὁ τοῦτο καὶ χαρισάμενος καὶ κατεργασάμενος ἐν ἐμοί, ὅτι ἕνεκεν τούτου ἀπὸ παντὸς ἀνθρώπου εἰμὶ ἀβοήθητος, τὸν γὰρ συνεργόν μου καὶ βοηθόν, σὸν δὲ ἀπόστολον, ὡς αὐτὸς ἠβουλήθης ἀπ’ ἐμοῦ σωματικῶς ἀπεχώρισας. Σὺ γινώσκεις μου τὴν ἀσθένειαν, σὺ ἐπίστασαι τὴν ταλαιπωρίαν καὶ τὴν εἰς ἅπαν ἀδυναμίαν μου. Τοιγαροῦν διὰ τοῦτο σπλαγχνίσθητι ἐπὶ πλεῖον ἀπὸ τοῦ νῦν ἐπ’ ἐμοὶ ὁ πολυεύσπλαγχνος Κύριος.

Προσπίπτω σοι ἀπὸ καρδίας, ἵνα μὴ ἐάσῃς με εἰς τὸ θέλημά μου, ὁ ποιήσας τοσαῦτα καλὰ μετ’ ἐμοῦ, ἀλλὰ ἐν τῇ σῇ ἀγάπῃ ἵδρυσόν μου τὴν ψυχὴν καὶ ἐν ταύτῃ ῥιζῶσαι τὴν σὴν ἀγάπην ποίησον ἀσφαλῶς, ἵνα κατὰ τὴν ἄχραντον καὶ ἁγίαν καὶ ἀψευδῆ σου ἐπαγγελίαν σὺ ᾖς ἐν ἐμοὶ κἀγὼ ὑπάρχω ἐν σοί, καὶ σκέπομαι ὑπ’ αὐτῆς κἀγὼ σκέπω καὶ φυλάττω αὐτὴν ἐν ἐμοί, καὶ σὺ μὲν βλέπεις με, Δέσποτα, ἐν αὐτῇ κἀγὼ δὲ ὁρᾶν σε καταξιοῦμαι δι’ αὐτῆς, νῦν μὲν ὡς ἐν ἐσόπτρῳ, καθὼς εἶπας, καὶ ἐν αἰνίγματι, τότε δὲ ἐν ὅλῃ τῇ ἀγάπῃ ὅλον σε, τὸν ἀγάπην ὄντα καὶ οὕτω καλεῖσθαι καταξιώσαντα, ὅτι σοὶ πρέπει πᾶσα εὐχαριστία, κράτος, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.