Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις
Κατήχηση ΣΤ': Περί πνευματικής εργασίας και μιμήσεως των αγίων
Αναγκαιότητα των ασκητικών κόπων για τη μετοχή στο Άγιο Πνεύμα, με πρότυπα τον Μέγα Αντώνιο, τον Μέγα Αρσένιο και τον άγιο Συμεών τον Ευλαβή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κατήχηση ΣΤ': Περί πνευματικής εργασίας και μιμήσεως των αγίων
Αναγκαιότητα των ασκητικών κόπων για τη μετοχή στο Άγιο Πνεύμα, με πρότυπα τον Μέγα Αντώνιο, τον Μέγα Αρσένιο και τον άγιο Συμεών τον Ευλαβή.
Περὶ ἐργασίας πνευματικῆς. Καὶ τίς ἦν ἡ ἐργασία τῶν παλαιῶν ἁγίων. Καὶ πῶς ταύτην κατορθῶσαι δυνάμεθα, ἵνα καὶ μέτοχοι, ὥσπερ ἐκεῖνοι, τοῦ Παναγίου γενώμεθα Πνεύματος.
Λόγος ϛʹ. Ἀδελφοὶ καὶ πατέρες, ἐπειδήπερ μεγάλα τινὲς οἰόμενοι περὶ ἑαυτῶν, ὡς οὐκ ὤφελεν, ἴσους ἑαυτοὺς ἡγοῦνται κατά τε πρᾶξιν καὶ γνῶσιν καὶ τελειότητα τῶν πάλαι ἁγίων καὶ θεοφόρων πατέρων ἡμῶν καὶ τοῦ αὐτοῦ πνεύματος, ᾧ ἔζων καὶ ἐκινοῦντο ἐκεῖνοι, συνιστάνοντες ἑαυτοὺς ἐκ λόγων μόνων καὶ δίχα τῶν ἔργων, πνεύματι ἀποπλανηθέντες οἰήσεως, ᾠήθην διὰ βραχέων οὕτω πως ἐν ἁπλότητι καὶ ὑπτιότητι λόγου πρὸς αὐτοὺς εἰπεῖν ὡς πρὸς ἕνα, διά τε τὸν εἰρηκότα Θεόν· «Καὶ σὺ στραφείς, τοὺς ἀδελφούς σου διόρθωσαι», καὶ διὰ τὴν κοινὴν ἀγάπην ἣν ἐντελλόμεθα ἔχειν πρὸς τοὺς πλησίον ἡμῶν. Ἄρξομαι δὲ ἐντεῦθεν τοῦ λέγειν ἐν ἀφελότητι καὶ παρακαλεῖν τὴν ἀγάπην ὑμῶν.
Βούλῃ τοιγαροῦν ἀκοῦσαι τί ἐποίουν οἱ πατέρες ἡμῶν οἱ ἅγιοι, ἐν τοῖς ἑαυτῶν κελλίοις καθήμενοι; Ἀνάγνωθι τοὺς βίους αὐτῶν καὶ μάθε σὺ πρῶτον τὴν σωματικὴν τέως πρᾶξιν αὐτῶν, εἶτα ἐγώ σοι ἀναγγελῶ τὴν πνευματικὴν ἐργασίαν ἣν ἐκεῖνοι εἰργάζοντο. Οἱ γὰρ τοὺς βίους συγγραψάμενοι τῶν ἁγίων, τὰς πράξεις αὐτῶν ἐδήλωσαν τὰς σωματικάς, τὴν ἀκτημοσύνην, τὴν νηστείαν, τὴν ἀγρυπνίαν, τὴν ἐγκράτειαν, τὴν ὑπομονὴν καὶ καθεξῆς τὰ λοιπά, ἵνα μὴ πάντα ἀπαριθμοῦντες τὸν λόγον μηκύνωμεν, τὴν δὲ πνευματικὴν αὐτῶν ἐργασίαν μικρόν τε καὶ ὡς ἐν ἐσόπτρῳ διὰ τῶν τοιούτων ἐδήλωσαν, ἵνα οἱ τοὺς κόπους ἐκείνων καὶ τὴν πίστιν ἐκ τῶν ἔργων ἐπιδεικνύμενοι, ἔργοις αὐτοῖς καὶ τῶν πνευματικῶν χαρισμάτων αὐτῶν ἐν γνώσει καὶ μετοχῇ γένωνται, οἱ δέ γε λοιποὶ μηδὲ ἀκοῦσαι περὶ τῶν τοιούτων ἀξιωθήσωνται. Ἐπεὶ δὲ εἰς τοσοῦτον ἀνοίας βόθρον κατήχθημεν, ὡς καὶ δίχα τῶν ἔργων, ὧν ἐκεῖνοι εἰργάσαντο, ἴσως ἐκείνοις τὴν χάριν ἔχειν καὶ ἡμᾶς οἴεσθαι, φέρε τὸν περὶ ἐκείνων γυμνάσωμεν λόγον καὶ ἀπὸ τῶν μεμαρτυρημένων πραγμάτων τὴν πληροφορίαν λαβόντες, σπουδάσωμεν τέως κατὰ πόδας ἐκείνων βαδίσαι, εἰ καὶ μὴ φθάσαι δυνηθῶμεν αὐτούς. Ἄνωθεν δὲ τὸν λόγον ἀρξάμενοι, κατ’ ὀλίγον ἕως ἡμῶν καταβαίνοντες ἔλθωμεν.
Τί οὖν ὁ μέγας Ἀντώνιος ἐν τῷ μνήματι καθεζόμενος ἔπραττε, καί τοι μήπω πνευματικὴν ἐργασίαν ὅλως εἰδώς; Οὐχὶ ὡς νεκρὸν ἑαυτὸν ἐν τῷ μνήματι ἔκλεισε, μηδὲν τῶν τοῦ κόσμου ἐπιφερόμενος, μηδὲ μέριμναν ἔχων τὴν οἱανοῦν ἐν αὐτῷ; Οὐχὶ ὅλος ἦν νεκρὸς ἐκ τοῦ κόσμου, καὶ κείμενος ἐν τῷ μνημείῳ τὸν ζωῶσαι καὶ ἀναστῆσαι δυνάμενον ἐζήτει Θεόν; Οὐχὶ ἄρτῳ μόνῳ ἠρκεῖτο καὶ ὕδατι; Οὐχὶ πολλὰ παρὰ τῶν δαιμόνων ὑπέστη κακὰ καὶ ἡμιθανὴς ἔκειτο ἐκ τοῦ ἀφορήτου δαρμοῦ; Οὐχὶ ἐν τῇ ἐκκλησίᾳ ὡς νεκροῦ ἀπενεχθέντος αὐτοῦ, ἡνίκα ἦλθεν εἰς ἑαυτόν, πάλιν αὐθόρμητος πρὸς τοὺς ἀντιπάλους ἀπῆλθεν; Εἰ μὴ γὰρ πρὸς ἐκείνους ὑπέστρεψεν, ἀλλ’ ἐνέμεινε τῷ κόσμῳ καὶ εἰ μὴ μέχρι τέλους ἐνεκαρτέρησεν, εἰς θάνατον ἐκδεδωκὼς ἑαυτὸν τῇ προθυμίᾳ καὶ προαιρέσει, οὐκ ἂν τῆς πολυποθήτου θέας τοῦ Δεσπότου αὐτοῦ ἠξιώθη, οὐκ ἂν τῆς γλυκείας ἐκείνου φωνῆς ἀκήκοεν.
Ἀλλὰ ἐζήτησεν ὁλοψύχως, ἔκρουσεν ἀόκνως, ὑπέμεινεν εἰς τέλος καὶ ἔλαβεν ἐπάξιον τὸν μισθόν. Ἀποθανὼν γάρ, ὡς εἴρηται, τῇ προαιρέσει ὑπὲρ Χριστοῦ, ἔκειτο ὡσεὶ νεκρός, ἕως οὗ ἦλθεν ὁ ζωογονῶν τοὺς νεκροὺς καὶ ἀνέστησεν αὐτὸν ἐκ τοῦ ᾅδου, τοῦ σκότους φημὶ τοῦ ψυχικοῦ, καὶ ἐξήγαγεν αὐτὸν εἰς τὸ θαυμαστὸν φῶς τοῦ προσώπου αὐτοῦ.
Ὅπερ θεασάμενος καὶ τῶν λυπηρῶν ἐκείνων ἀπαλλαγεὶς καὶ περιχαρὴς γεγονὼς ἔλεγε· «Κύριε, ποῦ ᾖς ἕως ἄρτι;» Τὸ μὲν οὖν εἰπεῖν «Ποῦ ᾖς;» ἀγνοοῦντος πάντως ἐστὶν ὅπου καὶ ἦν· τὸ δὲ εἰπεῖν «Ἕως ἄρτι» τὴν θεωρίαν καὶ αἴσθησιν καὶ γνῶσιν τῆς τοῦ Δεσπότου παρουσίας ἐδήλωσεν.
Εἰ τοίνυν οὕτως ἀποτάξασθαι ἡμεῖς οὐ βουλόμεθα καὶ καρτερῆσαι ὁμοίως ἐκείνῳ καὶ ὑπομεῖναι οὐ προαιρούμεθα, πῶς τὸν Θεὸν ἐν Ἁγίῳ Πνεύματι ὡς ἐκεῖνος ἰδεῖν ἀξιωθῶμεν καὶ πληρωθῆναι ἀγαλλιάσεως; Οὐδαμῶς.
Ἀλλὰ γὰρ καὶ πρὸς ἕτερον, εἰ δοκεῖ, τὸν λόγον ἰθύνωμεν. Τί ὁ μέγας Ἀρσένιος διεπράξατο ἐξ αὐτῆς ἀρχῆς τῆς ἀποταγῆς αὐτοῦ; Οὐχὶ τὰ βασίλεια καταλιπὼν καὶ τοὺς βασιλεῖς, τοὺς σηρικοφόρους οἰκέτας καὶ πάντα τὸν πλοῦτον αὐτοῦ, μόνος ὡς πτωχὸς καὶ πένης ἐν τῷ μοναστηρίῳ ἀφίκετο, ὅστις ποτὲ ἦν σπουδάσας λαθεῖν, φεύγων τὴν δόξαν καὶ τὸν ἀνθρώπινον ἔπαινον, ἵνα παρὰ Θεῷ δοξασθῇ;
Τί οὖν ἄρα τούτοις μόνοις ἔμεινεν ἀρκεσθείς; μὴ γένοιτο· ἀλλὰ τί; Οὐδὲ ὡς εὐτελὴς μετὰ εὐτελῶν ἀνθρώπων ἑαυτὸν κατατάξαι ἠνέσχετο, ἀλλ’ ὡς κύνα ἐλογίσατο ἑαυτόν. Ῥιφέντος γὰρ αὐτῷ παρὰ τοῦ ἡγουμένου τοῦ ἄρτου καὶ πεσόντος τούτου ἐπὶ τῆς γῆς, αὐτὸς τετραποδίσας, οὐ τῇ χειρὶ ἀλλὰ τῷ στόματι, ὡς κύων ἄρας τὸν ἄρτον, οὕτως αὐτὸν ἔφαγεν. Ἐν δὲ τῷ κελλίῳ καθήμενος, οὐ μόνον εἰργάζετο, ἀλλὰ καὶ πολὺ ἔλαττον τοῦ ἐργοχείρου αὐτοῦ εἰς τὴν ἑαυτοῦ χρείαν ἀνήλισκεν, ὕδωρ πίνων βορβόρου ὄζοντος ὅμοιον. Διὰ τοῦτο καὶ ἐργαζόμενος καὶ εὐχόμενος διηνεκῶς ἔκλαιε καὶ τοῖς ἑαυτοῦ δάκρυσι κατεβρέχετο, ἀλλὰ καὶ ἀφ’ ἑσπέρας εὐχόμενος ἵστατο μέχρι πρωΐας καὶ τῇ πτωχείᾳ καὶ εὐτελείᾳ μέχρι τέλους ἐνεκαρτέρησε. Διὰ τί; Διὰ τὸ παθεῖν πάντως καὶ ἰδεῖν καὶ αὐτόν, ὅπερ ὁ μέγας Ἀντώνιος ἰδεῖν καὶ παθεῖν ἠξιώθη. Πῶς οὖν οὐ γέγραπται καὶ ἐπὶ τούτου, ὅτι εἶδε τὸν Κύριον; Μὴ τοὺς μὲν κόπους αὐτὸς κατεβάλετο, ἐκεῖνον δὲ ἰδεῖν οὐκ ἠξίωται; Οὐχί, ἀλλὰ καὶ αὐτὸς οὕτως ἰδεῖν τὸν Θεὸν ἠξιώθη, εἰ καὶ μὴ ὁ συγγραψάμενος τοῦτο οὕτως ἐδήλωσε φανερῶς· καὶ εἰ βούλει τοῦτο μαθεῖν ἀκριβῶς, τὰ παρ’ ἐκείνου αὐτοῦ, φημὶ τοῦ ἁγίου Ἀρσενίου, ἐκτεθέντα κεφάλαια δίελθε καὶ γνώσει ἐξ αὐτῶν ὅτι καὶ οὗτος θεόπτης ἐστὶν ἀληθῶς.
Ὁ οὖν αὐτοὺς ἐκμιμούμενος ἔργῳ καὶ πόνοις τῆς αὐτῆς ὄντως καταξιωθήσεται χάριτος· εἰ δὲ μὴ βούλεταί τις τὴν ταπείνωσιν τούτων καὶ τὴν ὑπομονὴν ἐκμιμήσασθαι, τί καὶ λέγει τὸ πρᾶγμα ἀδύνατον; Εὐθυμίου δὲ καὶ Σάβα καὶ τῶν καθεξῆς ἁγίων τὰς πράξεις, τὰς ὑπὲρ ἄνθρωπον, τίς διηγήσεται;
Εἴτε γὰρ πρὸ τοῦ τὴν χάριν λαβεῖν τοῦ Πνεύματος, εἴτε καὶ μετὰ τὸ ταύτην λαβεῖν, τέως ἄνευ κόπων καὶ πόνων πολλῶν καὶ ἱδρώτων βίας τε καὶ στενοχωρίας καὶ θλίψεως οὐδεὶς διῆλθε τὸν σκοτασμὸν τῆς ψυχῆς, οὐδὲ τὸ φῶς τοῦ Παναγίου Πνεύματος ἐθεάσατο. Βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν, ἐπειδὴ καὶ διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἡ δὲ βασιλεία τῶν οὐρανῶν ἡ μετοχὴ ὑπάρχει τοῦ Πνεύματος τοῦ Ἁγίου· τοῦτο γάρ ἐστι τὸ εἰρημένον ὅτι ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστιν, ἵνα τὸ Πνεῦμα τὸ Ἅγιον ἐντὸς ἡμῶν λαβεῖν καὶ ἔχειν σπουδάσωμεν.
Μὴ οὖν λεγέτωσαν οἱ ἐκτὸς ὄντες τῆς διηνεκοῦς βίας καὶ στενοχωρίας καὶ εὐτελείας καὶ θλίψεως, ὅτι ἐντὸς ἡμῶν ἔχομεν τὸ Πνεῦμα τὸ Ἅγιον· ἄνευ γὰρ ἔργων καὶ ἱδρώτων καὶ πόνων τῆς ἀρετῆς ὁ μισθὸς οὗτος οὐ δίδοταί τισι. Διό μοι καλῶς ἔχειν δοκεῖ καὶ τὸ παρὰ πολλοῖς οὕτω λεγόμενον· «Δεῖξον, φησίν, ἔργα καὶ ἀπαίτει μισθούς.» Ἐγὼ γὰρ οἶδα ἄνθρωπον πρὸ τοῦ κόπους καταβαλέσθαι καὶ πρὸ τοῦ βιάσασθαι ἑαυτόν, εὐθύτητι διαλογισμῶν καὶ ψυχῆς ἁπλότητι ταῖς θείαις Γραφαῖς ἐγκύψαντα καὶ ὀλίγας ἡμέρας καὶ νύκτας ἀκόπως, ἵν’ εἴπω, ἀγρυπνήσαντα καὶ εὐξάμενον καὶ ἐπὶ τοσοῦτον ἐλλαμφθέντα ὑπὸ τῆς ἄνωθεν χάριτος, ὡς ἔξω δόξαι αὐτὸν γενέσθαι τοῦ σώματος καὶ τοῦ οἰκήματος καὶ τοῦ κόσμου παντός—νὺξ γὰρ ἦν καὶ ὡς ἡμέρα τελεία ἐγένετο—, ἀλλ’ ἐπεὶ ἀπόνως πλοῦτον ἔλαβε, συντόμως αὐτοῦ καὶ κατεφρόνησε. Διὸ καὶ ἀμελήσας, ὅλον ὁμοῦ τὸν πλοῦτον ἀπώλεσε καὶ ἐπὶ τοσοῦτον, ὡς μηδὲ μνημονεύειν ὅλως αὐτόν, ὅτι ποτὲ τοιαύτην δόξαν τεθέαται.
Πῶς οὖν οἱ μηδὲ λαβεῖν ἀξιωθέντες ποτὲ ἢ κατιδεῖν τὴν δόξαν ταύτην ποσῶς, λέγουσιν ἔχειν ταύτην ὅλην ἐν ἑαυτοῖς, ἀπορῶ. Ἀλλ’ ὢ τῆς πωρώσεως, ὢ τοῦ σκοτασμοῦ, ὢ τῆς ἀγνοίας καὶ τῆς ματαίας οἰήσεως, ποῦ ποτε τοῦτο ἢ διὰ ποίων γραφῶν μεμαθήκασιν; Ὄντως ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία καὶ ἔμειναν ἐν Αἰγύπτῳ, τουτέστιν ἐν τῷ σκότει τῶν παθῶν αὐτῶν καὶ τῶν ἡδονῶν.
Οἱ γὰρ τὴν γῆν τῆς ἐπαγγελίας ἰδεῖν ποθήσαντες, ἣν πραέων ὀφθαλμοὶ καὶ ταπεινῶν καὶ πτωχῶν βλέπειν καταξιοῦνται, πᾶσαν στενοχωρίαν καὶ πᾶσαν θλῖψιν καὶ εὐτέλειαν καταδέχονται καὶ ἀπὸ πάσης καὶ παντοίας σωματικῆς ἡδονῆς καὶ τιμῆς καὶ ἀνέσεως σφοδρῶς ἀπέχονται.
Οὐ μόνον δὲ ἀλλὰ καὶ ἀπὸ παντὸς ἀνθρώπου μικροῦ τε καὶ μεγάλου χωρίζονται, φεύγοντες αὐτοὺς ἀμίσως, ἵνα ταύτης καταξιωθῶσιν ἐπιβῆναι πρὸ τοῦ ἐκκοπῆναι τὸν δρόμον αὐτῶν ἀπὸ τῆς ὁδοῦ τῆς παρούσης ζωῆς. Ταπεινούμενοι γὰρ καὶ ὡς πονηροὶ καὶ προσκεκρουκότες πολλὰ ἐπ’ ἀληθῶς διακείμενοι, οὐ μὴν ἀλλὰ γὰρ καὶ ὡς ἐχθροὶ καὶ παραβάται τῶν ἐντολῶν τοῦ Θεοῦ στυγνοὶ καὶ λελυπημένοι διάγουσιν, ἐπιποθοῦντες μαθεῖν τὸ τί ἂν δέοι αὐτοὺς διαπράξασθαι πρὸς τὸ καταλλαγῆναι τῷ Δεσπότῃ Χριστῷ. Διὰ τοῦτο τοίνυν χαρίζεται αὐτοῖς ὁ Κύριος οὐ μόνον τὸ γνῶναι ὅ τι δέοι ποιῆσαι, ἀλλὰ καὶ ἰσχὺς δίδοται αὐτοῖς παρ’ αὐτοῦ καὶ ὑπομονὴ εἰς τὸ ἐκπληρώσαντας πάντα ἃ δεῖ, αὐτὸν ἐκεῖνον ἰδέσθαι καὶ κτήσασθαι τὸν ἐπὶ πάντων καὶ ἐν πᾶσι Θεὸν καὶ τηνικαῦτα ὡς ἐν οὐρανῷ διάγειν καὶ ἐκεῖσε τὸ πολίτευμα ἔχειν, κἂν ἐν σπηλαίοις κἂν ἐν ὄρεσι κἂν ἐν κελλίοις διάγωσι, κἂν ἐν μέσαις ἀναστρέφωνται πόλεσι, καὶ οὕτως ἀεὶ ἐν χαρᾷ καὶ εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀρρήτῳ δουλεύειν αὐτῷ.
Αὕτη τοιγαροῦν ἡ ἐργασία τῶν ἁγίων ἐστίν, αὕτη ἡ πρᾶξις τῶν ἐν Πνεύματι ἀγομένων Θεοῦ. Οἷος γέγονε καὶ ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ ὁ ἅγιος καὶ μακαριώτατος εὐλαβὴς Συμεών, ὁ λάμψας δίκην ἡλίου μέσον τῆς περιωνύμου μονῆς τῶν Στουδίου, ὁ ἐν μέσῳ τοῦ κόσμου ποτὲ ὢν καὶ τοῖς τοῦ κόσμου πράγμασι καὶ φίλοις καὶ συγγενέσιν, οὐ μόνον δὲ ἀλλὰ καὶ ταῖς φροντίσι καὶ μερίμναις καὶ ἡδοναῖς τοῦ βίου ἐπὶ τοσοῦτον ἀποταξάμενος, ὡς μηδὲ τὴν μνήμην ὅλως ἔχειν αὐτῶν, ἀλλὰ καὶ ταύτην ἀφ’ ἑαυτοῦ ἐξορίσαι μακράν, ὁ ἀναστραφεὶς μέσον τοῦ πλήθους τῶν μοναχῶν καὶ τὴν μακαρίαν ἐκείνην τότε λέξας φωνήν, «Ὀφείλει» λέγων «εἶναι ὁ μοναχὸς ἐν τῷ μοναστηρίῳ ὡς ὢν καὶ μὴ ὢν καὶ μὴ φαινόμενος, μᾶλλον δὲ μηδὲ γνωριζόμενος», ἣν καὶ ἑρμηνεύων ἔλεγεν· «Ὡς ὢν μὲν τῷ σώματι, μὴ ὢν δὲ τῷ πνεύματι, μὴ φαινόμενος δὲ εἰ μὴ μόνοις διὰ τοῦ Ἁγίου Πνεύματος τοῖς καθαροῖς τῇ καρδίᾳ, μὴ γνωριζόμενος δὲ διὰ τὸ μὴ ἔχειν μετά τινός τι.» Ὢ μακαρίων ῥημάτων, δι’ ὧν ἡ ὑπὲρ ἄνθρωπον ἀγγελικὴ πολιτεία αὐτοῦ κηρύττεται, δι’ ὧν κεκτῆσθαι ἐν οὐρανοῖς τὸ πολίτευμα αὐτὸς ἑαυτῷ διὰ τοῦ Ἁγίου Πνεύματος μεμαρτύρηκεν, δι’ ὧν τὴν μετὰ Θεοῦ ἡμῶν διαγωγὴν ὑπέφηνε, μὴ ἔχειν εἰπὼν μετά τινός τι.
Ὅπερ οὐδεὶς κατορθῶσαι ἢ ἐπ’ ἀληθῶς εἰπεῖν δύναται, εἰ μὴ ὅλως ὅλῳ ἑνωθῇ τῷ Θεῷ· εἰ δὲ καὶ εἴπῃ, πλανᾷ ἑαυτόν. Ὁ γὰρ λέγων μὴ ἁμαρτάνειν τυφλός ἐστι μυωπάζων, τὸν Θεὸν δὲ ὁ ἔχων ἁμαρτάνειν οὐ δύναται, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καθώς φησιν ὁ Ἰωάννης ἡ θεολογικωτάτη τῶν ἀποστόλων βροντή. Ὅτι δὲ ἐκεῖνος τὸν Θεὸν ὅλον εἶχεν ἐν ἑαυτῷ καὶ ζῶν ἔλεγε καὶ ἀποθανὼν διὰ τῆς οἰκειοχείρου αὐτοῦ γραφῆς μεγάλῃ βοᾷ τῇ φωνῇ· «Θεὸν κτῆσαι σεαυτῷ φίλον καὶ ἀνθρώπου βοηθείας οὐ δεηθήσῃ».
καὶ πάλιν· «Θεὸν κτῆσαι καὶ οὐ δεηθήσῃ βιβλίου», καὶ τοῦτο ἐδήλωσεν ἐξ ἔργων αὐτῶν, βιβλίον ἐκ τοῦ ἰδίου κόπου, μᾶλλον δὲ ἐκ τοῦ ἐνοικήσαντος αὐτῷ Πνεύματος συγγραψάμενος, μαθήσεως γραμμάτων ὑπάρχων ἀμύητος, ὁμολογοῦμεν δὲ καὶ ἡμεῖς, συμμαρτυροῦντες τῷ ἁγίῳ ἡμῶν πατρὶ καὶ μὴ κρύπτοντες τὴν εὐεργεσίαν φειδοῖ τοῦ μὴ νομισθῆναι ἀλαζόνας ἡμᾶς παρά τισιν, ὅτι ὥσπερ δεξαμενή τις ἀπορρέοντος ὕδατος, οὕτως ὁ ἅγιος πατὴρ ἡμῶν ἐκ τοῦ πληρώματος μετέλαβε τοῦ Δεσπότου ἡμῶν Χριστοῦ καὶ ἐπλήσθη τῆς χάριτος τοῦ Πνεύματος αὐτοῦ, ὅπερ ἐστὶν ὕδωρ ζῶν· ὥσπερ δὲ πάλιν ἀπὸ τῆς δεξαμενῆς τὸ ὑπερπλεονάσαν καὶ ἔξωθεν ὑπερεκχυνόμενον ὕδωρ λαμβάνει τις εἰς κόρον, οὕτω καὶ ἡμεῖς ἐκ τοῦ πατρὸς ἡμῶν τοῦ ἁγίου τὴν ὑπερπλεονάσασαν καὶ ὑπερεκχυνομένην ἀεὶ ἐξ αὐτοῦ χάριν εἴδομεν καὶ ἐλάβομεν καὶ ἐπίομεν καὶ τὰς ὄψεις ἐξ αὐτοῦ ἐνιψάμεθα, τὰς χεῖρας καὶ τοὺς πόδας αὐτούς, εἶτα καὶ ὅλοι ὅλῳ τῷ σώματι ἐλουσάμεθα καὶ αὐτὴν τὴν ψυχὴν μετὰ τοῦ ἀθανάτου ὕδατος ἐκείνου.
Ὢ μυστηρίου ξένου καὶ θαυμαστοῦ, ἀδελφοί. Καὶ μὴ ἀπιστήσητε τοῦτο· οὐ γὰρ ἐμοῦ μόνου ὁ λόγος ἢ ἐπ’ ἐμοὶ μόνῳ γέγονε, ἀλλ’ ἄκουε τοῦ εὐαγγελιστοῦ Ἰωάννου, τί περὶ τοῦ ὕδατος τούτου φησί, μᾶλλον δὲ αὐτοῦ τοῦ Υἱοῦ καὶ Λόγου τοῦ ζῶντος Θεοῦ, παρ’ οὗ καὶ Ἰωάννης τὸν λόγον πεπλούτηκεν· «Ὁ πίνων γάρ, φησίν, ἐκ τοῦ ὕδατος τούτου—τοῦ αἰσθητοῦ δηλονότι—, διψήσει πάλιν· ὅστις δὲ πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ πώποτε, ἀλλὰ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Καὶ ἑρμηνεύων τοῦτο ὁ εὐαγγελιστής φησι· «Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Διὰ τοῦ τοιούτου γὰρ ὕδατος ὥσπερ ῥύπος ἡ πονηρία ἐκπλύνεται ἀπὸ τῆς ψυχῆς· ἄνευ δὲ τούτου πολλὰ πονήσας ὠφελήσει οὐδέν. Διὰ δὲ τοῦτο καὶ μὴ δυνάμενοι ὅλως ἡμεῖς τὸ τάλαντον τοῦ Δεσπότου ἡμῶν κρύπτειν καὶ τὴν γινομένην εἰς ἡμᾶς τοῦ Θεοῦ δωρεὰν μὴ ἀναγγέλλειν, φανερῶς ὁμολογοῦμεν τὸ ἔλεος τοῦ Θεοῦ, ὅτι ἐνεπλήσθημεν ἀπλήστως οἱ ἀνάξιοι ἐκ τοῦ ὕδατος οὗ ἐλάβομεν διὰ τοῦ πατρὸς ἡμῶν ἀπὸ τοῦ Θεοῦ καὶ ἐκορέσθημεν ἀκορέστως εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ τοῦ ἁγίου, καὶ κατὰ τὸ ἐνὸν ἡμῖν τῆς δυνάμεως, ὡς ἔσχατοι καὶ ἀχρεῖοι, ἐδοξάσαμεν καὶ νῦν δοξάζομεν τὸν Θεόν, τὸν δοξάσαντα τὸν πατέρα ἡμῶν τὸν ἅγιον καὶ διὰ τοῦ πατρὸς ἡμῶν τοὺς ταπεινοὺς καὶ ἀναξίους ἡμᾶς.
Μὴ οὖν οἰηθείη μέ τις ψεύδεσθαι καὶ κατὰ τῆς ἐμῆς ψυχῆς καὶ κατὰ τοῦ ἐμοῦ πατρὸς φθέγγεσθαι, κομπολόγον με καὶ τορνολόγον ἡγούμενος· εἰδὼς γάρ εἰμι ὅτι ἀπολεῖ ὁ Θεὸς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, καὶ τοῦτο ποιεῖν με Παῦλος ὁ θεῖος διδάσκει, «Εὐλογητὸς ὁ Θεὸς» λέγων, «καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀλήθειαν λέγω καὶ οὐ ψεύδομαι. Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων» καὶ τὰ ἑξῆς, καὶ πάλιν· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν.» Τί δὲ καὶ ἐμαυτὸν ὠφελήσαιμι ἢ τὸν ἐμὸν πατέρα τὸν ἅγιον ἐκ τῶν ἐπαίνων κἂν ὅλως; Πάντως οὐδέν. Ἀλλὰ καθάπερ περὶ τῶν λοιπῶν ἁγίων ἄνωθεν εἰρηκώς, ἐκείνους μὲν ἐκ τῶν λόγων οὐδὲν ὠφέλησα, τοὺς δὲ ἀκροατὰς πρὸς ζῆλον διήγειρα καὶ πρὸς τὴν ἐκείνων παρώτρυνα μίμησιν, οὕτω καὶ περὶ τοῦ ἁγίου εἶπον Συμεὼν καὶ λέγων οὐ παύσομαι, ἀνάγκης δέ μοι ἐπικειμένης μὴ βουλόμενος λέγω καὶ περὶ ἡμῶν αὐτῶν τῶν ἀναξίων.
Ἡ γὰρ τῶν πολλῶν ἀπιστία τῶν λεγόντων εἰς βλάβην τῶν ἀκουόντων, μὴ δύνασθαι εἶναί τινα τοιοῦτον ἄρτι μήτε τοῖς ἔργοις εἰς τὰς τῶν μεγάλων πατέρων ἀφικνούμενον πράξεις, μήτε τῶν ἐκείνοις δοθέντων χαρισμάτων καταξιούμενον, ἀναγκάζει με καὶ ἄκοντα λέγειν ἃ λέγειν οὐκ ἐβουλόμην οὐδέποτε καὶ δημοσιεύειν ὄντως τοῦ Θεοῦ τὸ φιλάνθρωπον, ἵνα τῶν ταῦτα λεγόντων τὸ ὀκνηρὸν καὶ ῥάθυμον ἀπελέγχηται.
Ἐκοπίασεν ὁ μακάριος πατὴρ ἡμῶν καὶ ἅγιος Συμεών, ὡς πολλοὺς τῶν πάλαι ἁγίων πατέρων ὑπερβαλέσθαι, θλίψεις δὲ καὶ πειρασμοὺς τοσούτους ὑπέμεινε, ὡς ἐξισωθῆναι πολλοῖς τῶν περιφανεστέρων ἐν μάρτυσι. Διὰ ταῦτα οὖν ἐδοξάσθη ἀπὸ Θεοῦ καὶ ἐγένετο ἀπαθὴς καὶ ἅγιος, λαβὼν ἐν ἑαυτῷ ὅλον, ὡς εἰπεῖν, τὸν Παράκλητον· καὶ τότε, ὥσπερ προῖκα πατὴρ υἱῷ κλῆρον δίδωσι, οὕτω κἀμὲ τὸν ἀνάξιον δοῦλον αὐτοῦ Πνεύματος Ἁγίου ἀκαματὶ καὶ δωρεὰν ἔπλησε. Ποῖος γάρ, εἰπέ μοι, ἐξ ὑμῶν, μὴ ὅτι γε εἴπω διεπράξατο, ἀλλ’ ἔτι τὰ παρ’ ἐκείνου πραχθέντα καὶ ὡς δυνατὸν ῥηθέντα, νοῆσαι καλῶς δύναται;
Πρῶτον γὰρ πάντων τοῦτο ἔγραψεν, ὡς ἐν τάξει διδασκαλίας οὕτως εἰπών· «Ἀδελφέ, ταύτην ἡγοῦ λέγεσθαι ἀναχώρησιν τελείαν τοῦ κόσμου, τὴν παντελῆ τοῦ ἰδίου θελήματος ἀπονέκρωσιν.» Ὢ μακαρίας φωνῆς, μᾶλλον δὲ ψυχῆς τῆς οὕτω γενέσθαι ἀξιωθείσης καὶ τοῦ κόσμου παντὸς χωρισθείσης. Πρὸς γοῦν τούτους καὶ τοὺς τοιούτους ὁ Δεσπότης λέγει Χριστός· «Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου. Δεῦτε πρός με κἀγὼ ἀναπαύσω ὑμᾶς». Οἱ γὰρ ἄλλως πως ἐν τοῖς ἑαυτῶν θελήμασι κἂν ὁπωσοῦν ἢ ἔν τισι καλοῖς τὸ δοκεῖν πορευόμενοι, οὐ μὴ ἴδωσι τὴν ζωήν, ἣν οἱ ἀποτμηθέντες τοῦ κόσμου καὶ τῷ ἑαυτῶν ἀποθανόντες θελήματι βλέπουσιν.
Εἰ οὖν σὺ ταπεινωθῆναι καὶ ὑποταγῆναι, θλιβῆναί τε καὶ ἀτιμασθῆναι, ἐξουδενωθῆναι καὶ λοιδορηθῆναι καὶ ὡς εἷς τῶν ἀφανῶν καὶ ἀφρόνων καὶ εὐτελῶν καὶ παραπεσόντων, ἀδελφέ, οὐ καταδέχῃ γενέσθαι, ἀλλ’ οὐδὲ καταφρονηθῆναι παρὰ παντὸς ἀνθρώπου καὶ ὡς εἷς τῶν ἐπιλήπτων καὶ προσαιτούντων εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως λογισθῆναι, πῶς, εἰπέ, γένῃ ξένος τοῦ ἰδίου θελήματος;
Εἰ γὰρ ταῦτα πρὸς δοκιμὴν καὶ πεῖραν ἐπερχόμενα φέρειν ἐν ὑπομονῇ πᾶσιν ἡμῖν ὁ Θεὸς ἐνετείλατο, μᾶλλον δὲ οὐ πρὸς δοκιμὴν καὶ πεῖραν, ἀλλὰ πρὸς κάθαρσιν τῶν ψυχῶν ἡμῶν ἐπαγόμενα, ἡμεῖς ὑπομεῖναι ταῦτα οὐ θέλομεν, ἀλλὰ ζῇ ἐν ἡμῖν τὸ μὴ θέλειν ταῦτα παθεῖν, ὅπερ ἐστὶ τὸ γεῶδες φρόνημα τῆς σαρκός, πῶς νεκροὶ γενησώμεθα; Οὐδαμῶς.
Εἰ δὲ μὴ νεκροὶ τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ γενοίμεθα, πῶς οἱ μὴ γεγονότες διὰ Θεὸν νεκροί, ζήσωμεν τὴν ἐν Χριστῷ κεκρυμμένην ζωήν; Πῶς, ὡς ὁ ἅγιος εἶπε Συμεών, θεασώμεθα τὸν Θεὸν ἐνοικήσαντα ὡς φῶς ἐν ἡμῖν;
Οὐδαμῶς, ἀδελφοί, μηδεὶς πλανάτω ὑμᾶς. Ἀλλὰ μωρὸν ἡγῇ τὸν μακάριον Συμεὼν καὶ αἰσχύνῃ μιμήσασθαι τὰς πράξεις αὐτοῦ; Μίμησαι Χριστὸν τὸν Θεόν. Πάθε καὶ αὐτὸς διὰ τὴν σεαυτοῦ σωτηρίαν, ὡς ἐκεῖνος ἔπαθε διὰ σέ. Ἐκάλουν γὰρ αὐτόν, ὡς ἀκούεις, δαιμονῶντα, πλάνον, φάγον καὶ οἰνοπότην. Ἔλεγον γάρ· «Δαιμόνιον ἔχεις», καὶ πάλιν· «Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.» Ταῦτα δὲ καὶ ὁ μακάριος πατὴρ ἡμῶν, ὁ ἅγιος λέγω Συμεών, ὑπὲρ ἡμῶν, μᾶλλον δὲ δι’ ἡμᾶς ἤκουσε. Σὺν τούτοις ἀκούεις πάλιν ὡς φονέα καὶ κακοῦργον δεδεμένον συρόμενον τὸν Κύριον καὶ ὡς ἕνα τῶν εὐτελῶν παριστάμενον τῷ Πιλάτῳ, ῥάπισμα καταδεχόμενον ὑπὸ δούλου, εἰς φυλακὴν ἐμβαλλόμενον καὶ ἀπὸ φυλακῆς ἐκβαλλόμενον, ὑπὸ στρατιωτῶν ῥαβδούχων ἀγόμενον, τῷ λαῷ ὑπὸ Πιλάτου παραδιδόμενον, «Λάβετε αὐτόν» φάσκοντος «ὑμεῖς καὶ σταυρώσατε». Ἐννόησον οὖν πῶς ἦν ἀποδοθεὶς μέσον αὐτῶν, ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν καὶ τὰ πάντα διακρατῶν τῇ χειρὶ αὐτοῦ, ὠθούμενος, ἀντωθούμενος, πυγμιζόμενος, ῥαπιζόμενος, ἐγγελώμενος, φραγγελόμενος, εἰς τὸ πραιτώριον εἰσαγόμενος, ὁ πάσῃ κτίσει καὶ αὐτοῖς τοῖς Σεραφεὶμ ἀθεώρητος, ἐκδυόμενος, τῷ κίονι προσδεσμούμενος, τεσσαράκοντα πλήρεις λαμβάνων πληγάς, τὴν ἐπιθάνατον δηλούσας ἀπόφασιν. Εἶτα τί;
Πορφύραν κοκκίνην παικτικῶς ἐνδυόμενον, κατὰ κεφαλῆς ῥαπιζόμενον καὶ «Τίς ἐστιν ὁ παίσας σε;» ἐρωτώμενον, ἀκάνθαις στεφανούμενον, προσκυνούμενόν τε καὶ ἐμπαιζόμενον, ἐμπτυόμενον καὶ εἰρωνικῶς ἀκούοντα· «Ἴδε ὁ βασιλεὺς τῶν Ἰουδαίων», ἐνδυόμενον πάλιν τὰ ἑαυτοῦ ἱμάτια, τὸν τράχηλον σχοινίῳ δεσμούμενον καὶ ἐπὶ τὸν θάνατον ἀπαγόμενον, εἶθ’ οὕτω τὸν ἑαυτοῦ σταυρὸν ἐπιφορτιζόμενον καὶ ἐπὶ τοῦ τόπου γινόμενον καὶ τοῦτον ὁρῶντα πηγνύμενον καὶ μόνον ὑπὸ τῶν φίλων καὶ μαθητῶν ἐγκαταλειπόμενον, μετὰ ταῦτα πάλιν ἀποδυόμενον, ἀναρτώμενον, τὰς χεῖρας καὶ τοὺς πόδας ὑπὸ τῶν στρατιωτῶν καθηλούμενον καὶ κρέμασθαι ἀφιέμενον, χολὴν ποτιζόμενον, λόγχῃ νυττόμενον, ὑπὸ ληστοῦ βλασφημούμενον, χλευαζόμενον καὶ ἀκούοντα· «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων, σῶσον σεαυτὸν καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ», καὶ αὖθις· «Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν εἰς αὐτόν», καὶ οὕτω μετὰ τὸ ταῦτα πάντα παθεῖν, εὐχαριστοῦντα καὶ εὐχόμενον ὑπὲρ τῶν φονευσάντων αὐτὸν καὶ τὴν ψυχὴν εἰς χεῖρας παρατιθέντα τοῦ Πατρὸς αὐτοῦ.
Οὐκ ἀρκοῦσι ταῦτά σοι πάντα εἰς μίμησιν, ἀδελφέ, ἀλλ’ αἰσχύνῃ οὕτω ταῦτα παθεῖν; Διὰ ποίων δὲ ἄλλων ἔργων ἢ πῶς συνδοξασθήσῃ αὐτῷ; «Ὅστις γάρ, φησίν, ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, ἐπαισχυνθήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου, τοῦ ἐν τοῖς οὐρανοῖς.» Διὸ καὶ ὁ Παῦλός φησιν· «Εἰ συμπάσχομεν καὶ συνδοξασθησόμεθα.» Εἰ δὲ τὰ παθήματα αὐτοῦ, ἃ ὑπέστη ὑπὲρ ἡμῶν, αἰσχυνόμεθα μιμήσασθαι καὶ παθεῖν, ὡς ἐκεῖνος ἔπαθεν, εὔδηλον ὅτι οὐδὲ τῆς δόξης αὐτοῦ συμμέτοχοι γενησόμεθα· οὐ γὰρ ἔργῳ ἀλλὰ λόγῳ μόνῳ ἐσμέν, οὕτως ἔχοντες, πιστοί· ἔργων δὲ μὴ προσόντων, νεκρὰ ὑπάρχει ἡ πίστις ἡμῶν.
Διὰ τοῦτο τοιγαροῦν λέγω καὶ λέγων οὐ παύσομαι, ὅτι οἱ μὴ τὰ πάθη Χριστοῦ διὰ μετανοίας καὶ ὑπακοῆς μιμησάμενοι καὶ τοῦ θανάτου αὐτοῦ μέτοχοι γεγονότες, καθὼς ἀνωτέρω λεπτομερῶς ἐδηλώσαμεν, οὔτε τῆς πνευματικῆς αὐτοῦ ἀναστάσεως συμμέτοχοι γενήσωνται, οὔτε Πνεῦμα λάβωσιν Ἅγιον. Διὰ γὰρ τοῦ Ἁγίου Πνεύματος ἡ ἀνάστασις πάντων γίνεται· καὶ οὐ λέγω τὴν ἐπὶ συντελείᾳ τῶν σωμάτων ἀνάστασιν—σαλπίσει γὰρ τότε ὁ ἄγγελος καὶ τὰ νεκρὰ σώματα ἀναστήσονται—, ἀλλὰ τὴν καθ’ ἑκάστην γινομένην τῶν νεκρῶν ψυχῶν πνευματικῶς πνευματικὴν ἀναγέννησιν καὶ ἀνάστασιν, ἣν ὁ ἅπαξ ἀποθανὼν καὶ ἐγερθεὶς καὶ διὰ πάντων καὶ εἰς πάντας τοὺς ἀξίως βιοῦντας ἀνιστάμενος καὶ τὰς συναποθανούσας αὐτῷ τῇ προθέσει καὶ τῇ πίστει ψυχὰς συνεγείρων, δίδωσι διὰ τοῦ Παναγίου αὐτοῦ Πνεύματος, δωρούμενος αὐταῖς ἀπεντεῦθεν ἤδη τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.