Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση Η': Περί της τέλειας αγάπης και της χάριτος του Αγίου Πνεύματος

Η συμπεριφορά των τελείων, η παιδαγωγική τους συγκατάβαση και η αναγκαιότητα της θείας υιοθεσίας για την πνευματική αναγέννηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 9 από 35

Περὶ τελείας ἀγάπης καὶ τίς ἡ ταύτης ἐνέργεια. Καὶ ὅτι ἐὰν μὴ διὰ σπουδῆς ἐντεῦθεν ἤδη τῆς τοῦ Πνεύματος μεθέξεως γενώμεθα μέτοχοι, οὐδὲ πιστοὶ καὶ χριστιανοὶ δυνάμεθα εἶναι, ἀλλ’ οὐδὲ υἱοὶ καὶ τέκνα Θεοῦ χρηματίσομεν.

Λόγος Ηʹ. Ἀδελφοὶ καὶ πατέρες, εἰ ὁ τὴν ἀρετὴν ὑποκρινόμενος πρὸς ἀπάτην πολλῶν καὶ ἀπώλειαν, ἄθλιος ὄντως ἐστὶ καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις κατακεκριμένος ὑπάρχει καὶ βδελυκτός, εὔδηλον ὅτι ὁ ἐμπάθειάν τινα, ἀπαθὴς ὤν, πρὸς σωτηρίαν πολλῶν καὶ ὠφέλειαν ἐν προσποιήσει κατὰ τοὺς παλαιοὺς πατέρας σχηματιζόμενος, ἐπαινετὸς καὶ μακάριος.

Ὥσπερ γὰρ ὁ διάβολος ἐν προσχήματι ὄφεως καὶ συμβουλῆς, τῷ δοκεῖν μὲν χρηστῆς καὶ ἐπωφελοῦς, τῇ δὲ ἀληθείᾳ θανασίμου τυγχανούσης καὶ τοῦ Θεοῦ καὶ πάντων τῶν ἐν τῷ παραδείσῳ καρπῶν ἀποστερούσης τὸν ἄνθρωπον, θεομάχος καὶ ἀνθρωποκτόνος ἐδείχθη, οὕτω καὶ ὁ ἐν προσχήματι κακίας πονηρούς τινας λόγους κατὰ τὸ φαινόμενον ἐκφέρων, ἵνα τὰ τελούμενα τῷ διαβόλῳ ὑπὸ τῶν ὑποκρινομένων τὴν ἀρετὴν καὶ εὐλάβειαν ἀναμαθὼν ἐπιστρέψῃ τοὺς δρῶντας τὰ κακὰ πρὸς μετάνοιαν καὶ σωτηρίαν καὶ ἐξομολόγησιν, χριστομίμητος ὄντως καὶ συνεργὸς Θεοῦ καὶ σωτὴρ ἀνθρώπων προφανῶς γίνεται. Τοῦτο δὲ μόνων ἐκείνων ἔργον ἐστίν, ὧν ἡ αἴσθησις ἀναίσθητός ἐστι τοῦ ἀέρος τούτου καὶ τοῦ κόσμου καὶ τῶν πραγμάτων αὐτοῦ τῆς αἰσθήσεως, ὧν ἡ διάνοια οὐ προσπάσχει τοῖς ὁρωμένοις ἀλλ’ ἐξέστη τῆς τοῦ σώματος ταπεινώσεως, τῶν ἰσαγγέλων λέγω, τῶν τελείως τῷ Θεῷ ἑνωθέντων καὶ ὅλον Χριστὸν ἐν ἑαυτοῖς ὁλοτελῶς κτησαμένων ἔργῳ καὶ πείρᾳ, αἰσθήσει καὶ γνώσει καὶ θεωρίᾳ.

Κακὸν τοιγαροῦν τὸ ἐπακροᾶσθαι ἢ παρατηρεῖν λάθρα τί ὁ πλησίον προσομιλεῖ ἢ διαπράττεται, ἀλλ’ ἐὰν πρὸς τὸ ὀνειδίσαι ἢ ἐκφαυλίσαι ἢ λοιδωρῆσαι ἢ ἐκπομπεῦσαι ἐν καιρῷ ἅπερ εἶδεν ἢ ἤκουσεν· εἰ δὲ πρὸς τὸ συμπαθῶς καὶ σοφῶς ἐν φρονήσει τὰ τοῦ πλησίον ἐπιδιορθώσασθαι καὶ ἀπὸ ψυχῆς ὑπὲρ αὐτοῦ μετὰ δακρύων προσεύξασθαι τοῦτο ποιεῖ, οὐκ ἔστι πονηρὸν τὸ τοιοῦτον. Εἶδον γὰρ ἐγὼ ἄνθρωπον πολλὰ ἐπιτηδεύματα καὶ πολλοὺς τρόπους ποιοῦντα, ὅπως μηδὲν αὐτὸν τῶν γινομένων ἢ λεγομένων ὑπὸ τῶν συνόντων αὐτῷ διαλανθάνῃ· οὐκ ἐποίει δὲ τοῦτο πρὸς βλάβην, μὴ γένοιτο, ἀλλ’ ὅπως τὸν μὲν λόγῳ, τὸν δὲ δώροις, τὸν δὲ ἑτέρᾳ τινὶ προφάσει τῶν ἐναντίων πράξεων καὶ λογισμῶν ἀποστήσῃ. Καὶ εἶδον τὸν τοιοῦτον ποτὲ μὲν κλαίοντα διὰ τὸν δεῖνα, ποτὲ δὲ θρηνοῦντα ὑπὲρ τοῦ δεῖνος, ποτὲ δὲ καὶ τὰς ἑαυτοῦ ὄψεις καὶ τὸ στῆθος αὐτοῦ τύπτοντα ὑπὲρ ἄλλου, τὸ τοῦ ἁμαρτήσαντος ἐν λόγῳ ἢ ἐν ἔργῳ ἀναδεχόμενον πρόσωπον δηλονότι, καὶ ὡς ἐκεῖνον αὐτὸν εἶναι τὸν τὸ κακὸν ποιήσαντα λογιζόμενον ἑαυτὸν καὶ τῷ Θεῷ ἐξομολογούμενον καὶ προσπίπτοντα καὶ πενθοῦντα σφοδρῶς.

Καὶ εἶδον ἕτερον ἐπὶ τοῖς κατορθοῦσι καὶ ἀγωνιζομένοις τοσοῦτον χαίροντα καὶ τὴν ἐκείνων προκοπὴν ἀποδεχόμενον, ὡς δοκεῖν ἐκεῖνον αὐτὸν μᾶλλον ἢ ἐκείνους τῶν ἀρετῶν καὶ πόνων μέλλειν ἀπολήψεσθαι τοὺς μισθούς· ἐπὶ δὲ τοῖς ἐν λόγῳ ἢ ἔργῳ καταπίπτουσι καὶ τοῖς κακοῖς ἐπιμένουσι τοσοῦτον ἐλυπεῖτο καὶ ἔστενεν, ὡς δοκεῖν αὐτὸν μόνον ἐν ἀληθείᾳ ὑπὲρ ἐκείνων πάντων λόγον ἀποδοῦναι προσαπαιτούμενον καὶ τῇ κολάσει παραδοθῆναι. Καὶ εἶδον ἕτερον οὕτω τὴν σωτηρίαν τῶν ἀδελφῶν αὐτοῦ παραζηλοῦντα καὶ θέλοντα, ὡς πολλάκις μετὰ δακρύων θερμῶν ἐξ ὅλης ψυχῆς δέεσθαι τοῦ φιλανθρώπου Θεοῦ ἢ κἀκείνους σωθῆναι ἢ καὶ αὐτὸν σὺν ἐκείνοις κατακριθῆναι, ἀπὸ διαθέσεως θεομιμήτου καὶ Μωσαϊκῆς ὅλως σωθῆναι μόνον ἑαυτὸν μὴ θέλοντα.

Τῇ ἁγίᾳ γὰρ ἀγάπῃ ἐν Ἁγίῳ Πνεύματι πνευματικῶς αὐτοῖς συνδεθείς, οὐδὲ εἰς αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν προῃρεῖτο καὶ χωρισθῆναι αὐτῶν. Ὢ δεσμὸς ἅγιος, ὢ δύναμις ἄφατος, ὢ ψυχῆς οὐρανόφρονος, μᾶλλον δὲ εἰπεῖν θεοφορουμένης καὶ ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ καὶ τῇ τοῦ πλησίον σφόδρα τετελειωμένης!

Ὁ τοίνυν εἰς ταύτην οὔπω πεφθακὼς τὴν ἀγάπην, μηδὲ ἴχνος αὐτῆς ἐν τῇ ἑαυτοῦ ψυχῇ θεασάμενος μηδὲ τὴν παρουσίαν αὐτῆς ὅλως ἐπαισθανθείς, ἔτι τῇ γῇ καὶ τοῖς ἐν τῇ γῇ μᾶλλον δὲ ὑπὸ γῆν κρύπτεσθαι πέφυκεν, ὥσπερ ὁ λεγόμενος ἀσπάλαξ, τυφλὸς δηλαδὴ ὢν καὶ αὐτὸς ὡς ἐκεῖνος καὶ μόνῃ τῇ ἀκοῇ τῶν ἐπὶ γῆς λαλούντων ἐπακροώμενος. Ὢ τῆς συμφορᾶς, ὅτι ἐκ Θεοῦ γεννηθέντες καὶ ἀπαθανατισθέντες ἐπουρανίου τε κλήσεως μέτοχοι καὶ κληρονόμοι Θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ καὶ πολῖται τῶν οὐρανῶν γενόμενοι, αἴσθησιν οὔπω τῶν τοσούτων ἐλάβομεν ἀγαθῶν· ἀλλ’ ἀναισθήτως, ἵν’ οὕτως εἴπω, ὥσπερ σίδηρος ἐμβάλλεται τῷ πυρὶ ἢ ὡς ἄψυχον δέρμα ἐμβάπτεται ἀνεπαισθήτως κοκκίνῃ βαφῇ, οὕτω καὶ ἡμεῖς ἔτι ἐν τοῖς τοσούτοις ἀγαθοῖς τοῦ Θεοῦ μέσον ὄντες διακείμεθα, μηδεμίαν αἴσθησιν ἐν ἑαυτοῖς ἔχειν ὁμολογοῦντες. Καὶ ὡς ἤδη σεσωσμένοι καὶ τοῖς ἁγίοις κατειλεγμένοι ἐνσεμνυνόμεθα, σχηματιζόμενοί τε καὶ κοσμούμενοι καὶ τὴν ἁγιωσύνην ὑποκρινόμενοι, ὡς ἐπὶ ὀρχήστρας ἢ σκηνῆς ἀθλίως βιοῦντες, τοῖς μίμοις καὶ ταῖς πόρναις ἐξομοιούμεθα, αἳ τὸ φυσικὸν οὐκ ἔχουσαι κάλλος ἐπιτρίμμασι καὶ βαφαῖς ξέναις ἑαυτὰς κοσμεῖν ἀφρόνως οἴονται. Ἀλλ’ οὐχὶ καὶ τῶν ἁγίων τῶν ἄνωθεν γεννωμένων οἱ χαρακτῆρες τοιοῦτοι.

Χρεὼν δὲ εἰδέναι, ὅτι ὥσπερ τὸ βρέφος ὅταν τῆς μητρικῆς νηδύος προέλθοι, τοῦ ἀέρος τούτου ἀνεπαισθήτως αἰσθάνεται καὶ εὐθέως πρὸς κλαυθμὸν καὶ θρῆνον αὐτομάτως κινεῖται, οὕτω καὶ ὁ γεννηθεὶς ἄνωθεν καὶ ἐκ τοῦ κόσμου μὲν τούτου ὡς ἐκ νηδύος σκοτεινῆς προελθών, εἰσελθὼν δὲ εἰς τὸ νοητὸν καὶ οὐράνιον φῶς καὶ οἱονεὶ προκύψας ἔνδον τούτου μικρόν, εὐθὺς χαρᾶς ἀφάτου πληροῦται καὶ δάκρυα ἀνωδύνως προχέει, ἐννοῶν, ὡς εἰκός, ὅθεν ἐρρύσθη καὶ ἐν οἵῳ γενέσθαι κατηξιώθη φωτί· ἀρχὴ γὰρ τοῦ εἰς χριστιανοὺς καταλεγῆναί τινα τοῦτό ἐστιν. Οἱ δέ γε τοῦ τοιούτου καλοῦ ἐν γνώσει καὶ θεωρίᾳ μήπω γενόμενοι, μηδὲ ζητήσαντες αὐτὸ ἐν ἐπιμονῇ πολλῇ καὶ θρήνοις καὶ δάκρυσιν, ἵνα διὰ τῶν τοιούτων πράξεων καθαρθέντες τύχωσιν αὐτοῦ καὶ τέλεον ἑνωθέντες αὐτῷ κοινωνίαν σχῶσι μετ’ αὐτοῦ, πῶς, εἰπέ, χριστιανοὶ καθόλου κληθῶσιν; Οὐκ εἰσὶ γὰρ ὡς χρή.

Εἰ γὰρ τὸ γεννώμενον ἐκ τῆς σαρκὸς σάρξ ἐστι καὶ τὸ γεννώμενον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν, ὁ σωματικῶς γεννηθεὶς καὶ ἀνὴρ γεγονώς, πνευματικῶς δὲ μηδὲ ὅτι γε ὀφείλει γεννηθῆναι ἐννοήσας ἢ πιστεύσας ἢ σπουδάσας ποτέ, πῶς ἄρα πνευματικὸς γένηται καὶ πνευματικοῖς ἀνδράσιν ἑαυτὸν συναριθμήσειεν, εἰ μὴ λάθρα, ὡς ὁ τὰ ῥυπαρὰ ἱμάτια ἐνδεδυμένος, ἑαυτὸν παρενείρει τοῖς λαμπροφοροῦσιν ἁγίοις, καὶ ἐπὶ τῆς βασιλικῆς τραπέζης μετ’ αὐτῶν συνανακλιθεὶς ἔξω βληθείη χεῖρας καὶ πόδας δεθείς, ὡς μὴ φωτὸς υἱὸς ἀλλὰ σαρκὸς καὶ αἵματος, καὶ παραπεμφθείη τῷ αἰωνίῳ πυρί, τῷ ἡτοιμασμένῳ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ;

Ὁ γὰρ λαβὼν ἐξουσίαν υἱὸς γενέσθαι Θεοῦ βασιλείας τε οὐρανῶν καὶ αἰωνίων ἀγαθῶν κληρονόμος, ὁ μαθὼν πολυτρόπως διὰ ποίων ἔργων καὶ ἐντολῶν ὀφείλει εἰς ταύτην τὴν τιμὴν καὶ τὴν δόξαν ἀναχθῆναι, καὶ τούτων μὲν ἁπάντων καταφρονήσας, προτιμήσας δὲ τὰ ἐπίγεια καὶ φθειρόμενα καὶ τὸν χοιρώδη βίον προκρίνας καὶ τὴν πρόσκαιρον δόξαν τῆς αἰωνίου δόξης κρείττονα ἡγησάμενος, πῶς οὐχὶ δικαίως πάντων τῶν πιστῶν χωρισθήσεται καὶ μετὰ τῶν ἀπίστων σὺν αὐτῷ τῷ διαβόλῳ κατακριθήσεται;

Διὸ παρακαλῶ πάντας ὑμᾶς, ἀδελφοὶ καὶ πατέρες, σπουδάσατε ἕως καιρός ἐστι καὶ ἐν τοῖς ζῶσίν ἐσμεν, ἀγωνίσασθε ἵνα υἱοὶ Θεοῦ γένησθε, ἵνα φωτὸς χρηματίσητε τέκνα— ταῦτα γὰρ ἡ ἄνωθεν ἡμῖν γέννησις δίδωσι—, μισήσατε τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ, μισήσατε τὴν σάρκα καὶ τὰ ἐξ αὐτῆς τικτόμενα πάθη, μισήσατε πᾶσαν ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν μέχρι ἐλαχίστου εἴδους καὶ πράγματος.

Τοῦτο δὲ ποιῆσαι δυνησόμεθα, ἐὰν τὸ μέγεθος τῆς μελλούσης ἡμᾶς διαδέξασθαι δόξης καὶ χαρᾶς καὶ τρυφῆς ἐννοήσωμεν. Τί γάρ, εἰπέ μοι, τοσοῦτον μεῖζον ἐν οὐρανῷ ἢ ἐπὶ τῆς γῆς ὡς τὸ γενέσθαι τινα υἱὸν Θεοῦ καὶ κληρονόμον αὐτοῦ καὶ συγκληρονόμον Χριστοῦ; Πάντως οὐδέν! Ἀλλὰ διὰ τὸ προτιμᾶν ἡμᾶς τὰ ἐπίγεια καὶ τὰ ἐν χερσὶ καὶ διὰ τὸ μὴ ζητεῖν τὰ ἐν οὐρανοῖς ἀποκείμενα ἀγαθὰ μηδὲ τῷ πόθῳ τούτων ἐκκρέμασθαι, σαφῆ παρέχομεν τοῖς ὁρῶσιν ἀπόδειξιν ὅτι πρῶτον μὲν ἀπιστίας νόσῳ κρατούμεθα, καθὼς γέγραπται· «Πῶς δύνασθε πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ μὴ ἐπιζητοῦντες;» —ἔπειτα καὶ δοῦλοι παθῶν γεγονότες τῇ γῇ καὶ τοῖς ἐν αὐτῇ προσηλούμεθα μηδ’ ὅλως ἀνανεῦσαι βουλόμενοι πρὸς οὐρανοὺς καὶ Θεόν, ἀλλ’ ἐν ἀφροσύνῃ ψυχῆς παρακρουόμενοι τὰς τοῦ Θεοῦ ἐντολὰς ἐκπίπτομεν τῆς υἱοθεσίας αὐτοῦ.

Τί γὰρ ἀφρονέστερον, εἰπέ μοι, τοῦ παρακούοντος τοῦ Θεοῦ καὶ μὴ σπουδάζοντος ἐπιτυχεῖν τῆς υἱοθεσίας αὐτοῦ; Ὁ γὰρ πιστεύων ὅτι ἔστι Θεός, μεγάλα τινὰ φαντάζεται περὶ αὐτοῦ. Οἶδε γὰρ ὅτι μόνος Δεσπότης καὶ Κτίστης καὶ Κύριος αὐτός ἐστι τῶν ἁπάντων, καὶ ὅτι ἀθάνατος, ἀΐδιος, ἀκατάληπτος, ἄφραστος, ἄφθαρτος, καὶ τῆς βασιλείας αὐτοῦ τέλος οὐκ ἔσται. Ὁ γοῦν τοιοῦτον εἰδὼς τὸν Θεόν, πῶς οὐ ποθήσει αὐτόν; Πῶς οὐ σπουδάσει καὶ αὐτὴν τὴν ψυχὴν αὐτοῦ εἰς θάνατον ὑπὲρ τῆς ἀγάπης αὐτοῦ θεῖναι, ἵνα καταξιωθῇ, μὴ εἴπω υἱὸς αὐτοῦ καὶ κληρονόμος γενέσθαι, ἀλλὰ κἂν τῶν γνησίων αὐτοῦ δούλων εἷς, τῶν ἱσταμένων πλησίον αὐτοῦ; Εἰ δὲ πᾶς μὲν ὁ ἀγωνιζόμενος καὶ φυλάττων ἀπαρατρώτως πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ τέκνον Θεοῦ καὶ υἱὸς Θεοῦ γεννηθεὶς ἄνωθεν γίνεται, καὶ πιστὸς ὄντως καὶ χριστιανὸς τοῖς πᾶσι γνωρίζεται, ἡμεῖς δὲ τῶν τοῦ Θεοῦ ἐντολῶν καταφρονοῦμεν καὶ ἀθετοῦμεν τοὺς νόμους αὐτοῦ, οὓς ἐκδικήσει ἐκεῖνος ἐλθὼν μετὰ δόξης αὖθις καὶ δυνάμεως φοβερᾶς, καὶ δεικνύομεν ἑαυτοὺς ἐν μὲν τῇ πίστει τοῖς ἔργοις αὐτοῖς ἀπίστους, ἐν δὲ τῇ ἀπιστίᾳ διὰ τῶν λόγων μόνον πιστούς. Ἄνευ γὰρ ἔργων, μὴ πλανᾶσθε, οὐδὲν ἡμᾶς ἡ πίστις μόνη ὠφελήσει· νεκρὰ γάρ ἐστι, νεκροὶ δὲ ζωῆς οὐ γίνονται μέτοχοι, εἰ μὴ πρότερον διὰ τῆς τῶν ἐντολῶν ἐργασίας ταύτην ζητήσουσιν.

Ἐν γὰρ τῇ ἐργασίᾳ ταύτῃ ἀναφύεται ὥσπερ τις πολύχους καρπὸς ἐντὸς ἡμῶν ἡ ἀγάπη, ἡ ἐλεημοσύνη, ἡ πρὸς τὸν πλησίον συμπάθεια, ἡ πραότης, ἡ ταπείνωσις, ἡ ὑπομονὴ τῶν πειρασμῶν, ἡ ἁγνεία, ἡ καθαρότης τῆς καρδίας, δι’ ἧς καταξιούμεθα ὁρᾶν τὸν Θεὸν καὶ ἐν ᾗ ἡ τοῦ Ἁγίου Πνεύματος παρουσία καὶ ἔλλαμψις γίνεται, ἥτις καὶ ἄνωθεν ἡμᾶς γεννᾷ καὶ υἱοὺς Θεοῦ ἀποτελεῖ καὶ τὸν Χριστὸν ἐπενδύει καὶ τὴν λαμπάδα ἀνάπτει καὶ τέκνα φωτὸς ἀποδεικνύει καὶ τοῦ σκότους τὰς ψυχὰς ἐλευθεροῖ καὶ τῆς αἰωνίου ζωῆς κοινωνοὺς ἡμᾶς ἀπ’ ἐντεῦθεν ἤδη γνωστῶς ἀπεργάζεται.

Μὴ οὖν ἐπὶ μόναις ἄλλαις τισὶν ἐργασίαις καὶ ἀρεταῖς θαρρήσαντες, νηστείαις λέγω ἢ ἀγρυπνίαις ἢ χαμευνίαις καὶ ποικίλαις ἄλλαις κακοπαθείαις, ταύτης τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ Κυρίου καταφρονήσωμεν, ὡς δι’ ἐκείνων καὶ χωρὶς ταύτης σωθῆναι δυνάμενοι. Ἀδύνατον γὰρ τοῦτο, ἀδύνατον! Καὶ πειθέτωσάν σε αἱ πέντε μωραὶ παρθένοι καὶ οἱ πολλὰ σημεῖα καὶ θαύματα ἐν τῷ τοῦ Χριστοῦ ὀνόματι πεποιηκότες, οἳ διὰ τὸ μὴ ἔχειν ἐν ἑαυτοῖς τὴν ἀγάπην καὶ τὴν τοῦ Παναγίου Πνεύματος χάριν ἤκουσαν ἀπὸ τοῦ Κυρίου· «Ἀπέλθατε ἀπ’ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας! οὐ γὰρ οἶδα ὑμᾶς πόθεν ἐστέ», καὶ οὐ μόνον οὗτοι ἀλλὰ μετὰ τούτων καὶ πολλοὶ ἕτεροι, οἵτινες παρὰ μὲν τῶν ἁγίων ἐβαπτίσθησαν ἀποστόλων καὶ τῶν μετὰ ταῦτα ἁγίων, τῆς δὲ χάριτος τοῦ Ἁγίου Πνεύματος μὴ καταξιωθέντες διὰ πονηρίας ὑπερβολήν, οὔτε βίον ἄξιον τῆς κλήσεως ἧς ἐκλήθησαν ἐπεδείξαντο, οὔτε τέκνα Θεοῦ ἐχρημάτισαν, ἀλλ’ ἔμειναν σάρκες ὄντες καὶ αἵματα, μηδὲ ὅτι ποτέ ἐστι Πνεῦμα πιστεύσαντες ἢ ζητήσαντες ἢ λαβεῖν προσδοκήσαντες.

Ὅθεν οἱ τοιοῦτοι οὐδὲ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν οὐδὲ τῶν ψυχικῶν παθῶν δεσπόται ποτὲ γενέσθαι ἰσχύσουσιν, οὔτε τι γενναῖον ἐν ἀρεταῖς ἐπιδείξονται, φησὶ γὰρ ὁ Κύριος· «Οὐ δύνασθε χωρὶς ἐμοῦ ποιεῖν οὐδέν.» Ἀλλὰ παρακαλῶ, πατέρες καὶ ἀδελφοί, σπουδάσωμεν ἡμεῖς ὅση δύναμις, ἵνα μέτοχοι ἔνθεν ἤδη τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς καταξιωθῶμεν γενέσθαι, ὅπως καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.