Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΙΣΤ': Περί των ενεργειών του Αγίου Πνεύματος και του θείου φωτός

Διήγηση περί της εκστατικής προσευχής και της ελλάμψεως του θείου φωτός σε έναν υπάκουο νεαρό υποτακτικό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 17 από 35

Περὶ τῶν ἐνεργειῶν τοῦ Πνεύματος τοῦ Ἁγίου. Καὶ τίς ἡ θεωρία τῶν μυστηρίων αὐτοῦ. Καὶ ὅπως τοῖς καθαροῖς τὴν καρδίαν ἀποκαλύπτονται. Καὶ διήγησις ἐκ προοιμίων ἐπωφελὴς περί τινος ὑποτακτικοῦ, λαβόντος Πνεῦμα Ἅγιον ταῖς εὐχαῖς τοῦ πνευματικοῦ αὐτοῦ πατρός.

Λόγος Ιϛʹ. Ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα, νεώτερός τις διηγήσατό μοι λέγων ὅτι· «Ὑποτακτικὸς τυγχάνων πατρὸς τιμίου καὶ ἰσοστασίου τῶν μεγάλων καὶ ὑψηλῶν ἁγίων, ἀκούων παρ’ αὐτοῦ πολλάκις θείας οὐρανόθεν γινομένας ἐν τοῖς ἀγωνιζομένοις ἐλλάμψεις, φωτός τε πλῆθος καὶ ὁμιλίαν Θεοῦ δι’ αὐτοῦ πρὸς ἀνθρώπους, ἐθαύμαζον. Καὶ τοσαύτην εἶχον—φησί—τὴν ἐπιθυμίαν καὶ τὸν ἔρωτα τοῦ τοιούτου καλοῦ, ὥστε τῇ ἐννοίᾳ τῇ πρὸς αὐτὸ πάντων τῶν ἐπιγείων καὶ ἐπουρανίων ἐπιλανθάνεσθαί με, οὐ μόνον δὲ ἀλλὰ καὶ πάσης βρώσεώς τε καὶ πόσεως καὶ σωματικῆς παντοίας ἀνέσεως. Μέγας δὲ ὑπάρχων ὁ ἐν ἁγίοις ἅγιος οὗτος καὶ τῷ προορατικῷ κεκοσμημένος χαρίσματι, βλέπων με ἀδιστάκτως ἐπιτελοῦντα μόνα τὰ παρ’ αὐτοῦ μοι ἐπιτασσόμενα καὶ μήτε ἐσθίοντα μήτε πίνοντα, ἀλλὰ σύννουν ὄντα δι’ ὅλου καὶ ὡς ὑπό τινος ἰοῦ δαπανώμενον, συμπάθειαν κεκτημένος ἀμέτρητον, προσέταττέ μοι μετ’ ἐπιτιμίου, καὶ μὴ βουλόμενος ἤσθιον· ἐφοβούμην γάρ—φησί—τὸ κρίμα τῆς παρακοῆς.

Ὅσον οὖν τροφῆς μετελάμβανον, πλεῖον ἐφλεγόμην καὶ τὴν ἀνάγκην οὐκ ἔφερον, ὡς καὶ ποταμηδὸν ἐκχέειν με τὰ δάκρυα καὶ οὕτω τῆς τραπέζης πολλάκις ἀνίστασθαι. Ἐδόκουν γὰρ ὁ ἀναίσθητος ὅτι ἐμποδίζει μου τὴν πρόθεσιν, μὴ εἰδὼς οἷον ἔχω πόνον ἐνδότατον, καὶ οὕτως ἔχων ἠγνόουν ὁ ἄθλιος ὅτι καὶ τοὺς λογισμοὺς ἐγίνωσκε τοὺς κρυπτοὺς τῆς καρδίας μου. Τοῦτο γὰρ διὰ τῶν ἑξῆς δηλωθήσεται.

Ἐν μιᾷ οὖν συνέβη ἡμῖν ἐν τῇ πόλει εἰσελθεῖν, ἐν ᾗ καὶ τὴν κατοίκησιν εἶχε, πρὸς τὸ τοὺς πνευματικοὺς αὐτοῦ ἐπισκέψασθαι παῖδας. Δι’ ὅλης τοίνυν τῆς ἡμέρας ἐν αὐτοῖς διατρίψαντες—πολλοὺς γὰρ ὠφέλει καὶ μόνον φαινόμενος—, ἑσπέρας ἐλθόντες ἐν τῷ κελλίῳ καὶ ὥσπερ ἀπὸ τοῦ πολλοῦ κόπου καὶ καύματος πρόσπεινοι γεγονότες καὶ ἔκδιψοι— οὐδαμοῦ γὰρ εἶχεν ἔθος ὕπνου μεταλαμβάνειν, καίπερ θερινῆς οὔσης τῆς ὥρας καὶ αὐτὸς γέρων ὤν, ὡς περὶ τὰ ἑξήκοντα ἐληλακὼς ἔτη—, καθεσθέντες πρὸς τὸ μεταλαβεῖν ἄρτου, ἐγὼ οὐκ ἤσθιον. Ἤμην γὰρ τῷ σώματι πλήρης κατάκοπος.

Ἐλογιζόμην γὰρ ὅτι, εἰ μεταλάβω τροφῆς καὶ πόσεως, οὐ μὴ δυνηθῶ ἐν τῇ εὐχῇ μου στῆναι τὸ σύνολον πρὸς τὴν τοῦ ποθουμένου ζήτησιν. Ταῦτα—φησίν—ἐννοῶν, ἐκαθεζόμην ὥσπερ ἐξεστηκώς. Ὁ οὖν ἅγιος, ἰδών με καὶ τὸν κόπον ὃν μετ’ αὐτοῦ ἐκοπίασα ἀναλογισάμενος καὶ γνοὺς τὴν αἰτίαν, οἷα δὴ τῷ διορατικῷ κεκοσμημένος, ὥσπερ εἴρηται, χαρίσματι, δι’ ἣν ταῦτα ὑπέμενον, εἰς συμπάθειαν ἐκινήθη πολλὴν καὶ λέγει μοι μετ’ ἐπιτιμίου· «Φάγε, τέκνον, καὶ πίε καὶ μὴ λυποῦ ἀπὸ τοῦ παρόντος. Εἰ γὰρ μὴ ἤθελεν ὁ Θεὸς ἐλεῆσαί σε, οὐκ ἂν ηὐδόκησεν ἐλθεῖν πρὸς ἡμᾶς.» Ἐφάγομεν οὖν— φησί—καὶ ἐπίομεν καὶ ὑπὲρ τὴν χρείαν· ἤσθιε γὰρ τῇ ἐμῇ κἀκεῖνος ἐξακολουθῶν ἀσθενείᾳ. Εἶτα τῆς τραπέζης ἀρθείσης φησὶ πρὸς ἐμέ· «Γίνωσκε, τέκνον, ὅτι οὔτε νηστείᾳ, οὔτε ἀγρυπνίᾳ, οὔτε κόπῳ σωματικῷ, οὔτε τινὶ ἑτέρῳ τῶν δεξιῶν πράξεων χαίρει ὁ Θεὸς καὶ ἐμφανίζεται, εἰ μὴ ταπεινῇ τε καὶ μόνῃ ἀπεριέργῳ καὶ ἀγαθῇ ψυχῇ καὶ καρδίᾳ.»

Ταῦτα τοιγαροῦν ἀκούσας ἐγὼ καὶ θαυμάσας ἐπὶ τῷ λόγῳ καὶ τῇ παραινέσει τοῦ ἁγίου, ἐπὶ πλεῖστόν τε ἐκκαιόμενος καὶ τὰς ἁμαρτίας μου τῇ τοῦ νοὸς ὀξύτητι πάσας ἐν ῥιπῇ ἐπὶ μνήμης μου φέρων, περιελιμναζόμην τοῖς δάκρυσι καὶ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ τοὺς ἁγίους καὶ τούτους κρατήσας· «Εὔχου ὑπὲρ ἐμοῦ, ἔφην, ἅγιε τοῦ Θεοῦ, ἵνα διὰ σοῦ εὕρω ἔλεος, ἐπεὶ ἐξ ὧν εἶπας ἀγαθῶν, ἐμοὶ οὐδὲ ἓν πρόσεστιν, εἰ μὴ πολλαὶ ἁμαρτίαι, ἃς ἐπίστασαι καὶ αὐτός.» Συμπαθήσας οὖν με ἐπὶ πλεῖον ὁ ἅγιος καὶ δακρύσας, εἶτα κελεύσας με ἀναστῆναι ἀπὸ τοῦ ἐδάφους, φησί· «Θαρρῶ τῷ Θεῷ, τῷ τὴν χάριν αὐτοῦ πλουσίως μοι δωρησαμένῳ, ὅτι ταύτην καὶ σοὶ δισσῶς δωρήσεται ὑπὲρ τῆς πίστεως μόνης ἧς ἔχεις καὶ πρὸς αὐτὸν καὶ πρὸς τὴν ἐμὴν ταπείνωσιν.» Τοῦτον τοίνυν τὸν λόγον ὡς ἐξ αὐτοῦ δεξάμενος τοῦ Θεοῦ καὶ τὸ παρὰ Ἠλιοῦ πρὸς Ἐλισαιὲ γενόμενον ἐννοήσας καὶ πιστεύσας ὅτι, εἰ καὶ ἀνάξιος ἐγώ, ἀλλ’ ὁ Θεὸς φιλάνθρωπος, συντόμως ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτόν, βαλὼν καὶ αὖθις μετάνοιαν καὶ αἰτήσας εὐχήν, ἀπῆλθον πρὸς τὸ κελλίον μου, ἐντολὴν λαβὼν ἐξ αὐτοῦ τοῦ ποιῆσαι μόνον Τρισάγιον καὶ ὑπνῶσαι.

Εἰσελθὼν οὖν ἔνθα εἰώθην προσεύχεσθαι καὶ τὸ «Ἅγιος ὁ Θεός» ἐναρξάμενος, μνησθείς τε τῶν λόγων τοῦ ἁγίου, εὐθέως εἰς δάκρυα καὶ εἰς πόθον θεῖον ἐπὶ τοσοῦτον ἐκινήθην, ὥστε μὴ δύνασθαί με διὰ λόγου παραστῆσαι τὴν γενομένην μοι τηνικαῦτα χαράν τε καὶ ἡδονήν. Ἀλλὰ γὰρ εὐθὺς πρηνὴς πεσὼν ἐπὶ γῆς εἶδον, καὶ ἰδοὺ φῶς πολὺ νοερῶς ἐπιλάμψαν μοι καὶ προσλαβόμενόν μου τὸν νοῦν ὅλον ἅμα πρὸς ἑαυτὸ καὶ τὴν ψυχήν, ὥστε τῷ ἀθρόῳ τοῦ θαύματος ἐκπλαγῆναί με καὶ ὡς ἐν ἐκστάσει γενέσθαι. Οὐ μὴν ἀλλὰ γὰρ καὶ ἐπελαθόμην τοῦ τε τόπου, ἐν ᾧ ἱστάμην, καὶ ὅστις ὑπῆρχον καὶ ποῦ, μόνον κράζων τὸ «Κύριε ἐλέησον», καθὼς καὶ ἐν συναισθήσει γενόμενος τοῦτο λέγων ἐπέγνων· τίς δὲ ἦν ὁ λαλῶν, πάτερ, ἢ κινῶν μου τὴν γλῶτταν, οὐκ οἶδα—φησίν— ὁ Θεὸς οἶδεν. Εἴτε γὰρ ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος τῷ φωτὶ τούτῳ προσωμίλησα, οἶδεν αὐτὸ τὸ φῶς, τὸ καὶ ἀποδιῶξαν ὅσον ἀχλυῶδες ὑπῆρχεν ἐν τῇ ψυχῇ μου καὶ ἅπαν γήϊνον φρόνημα, τὸ ἀπελάσαν ἀπ’ ἐμοῦ ὕλην ὅση παχεῖα καὶ βάρος σώματος τὸ ἀκηδίαν καὶ νάρκωσιν ἐμποιῆσαν τοῖς ἐμοῖς μέλεσιν. Οὕτω γὰρ ἐτόνωσεν, ὢ θαύματος φρικτοῦ, καὶ ἐνίσχυσε τὴν ἔκλυσιν τῶν ἄρθρων καὶ νεύρων, τὴν ἐκ τοῦ πολλοῦ κόπου μοι τηνικαῦτα προσγενομένην, ὡς δόξαι καὶ φανῆναί μοι φθορᾶς ἱμάτιον ἀποδύσασθαι.

Οὐ μόνον δέ, ἀλλὰ καὶ χαρὰν εὐθέως πολλὴν νοεράν τε αἴσθησιν καὶ γλυκύτητα ὑπὲρ πᾶσαν γεῦσιν τῶν ὁρωμένων ἐν τῇ ψυχῇ μου ἀφράστως ἐνέσταξεν, ἔτι δὲ ἐλευθερίαν καὶ λήθην πάντων λογισμῶν, τῶν ἐν τῷ βίῳ, καὶ αὐτὸν τὸν τῆς ἐκδημίας τρόπον τῆς παρούσης ζωῆς παραδόξως ἐχαρίσατό μοι καὶ ἐγνώρισε. Πρὸς γὰρ μόνην τὴν ἐκείνου τοῦ φωτὸς ἄρρητον εὐφροσύνην πᾶσαι καὶ τοῦ νοὸς καὶ τῆς ψυχῆς αἱ αἰσθήσεις μου ἐκολλήθησαν.

Ἀλλὰ γὰρ τοῦ φανέντος μοι—φησίν—ἐκείνου ἀπλέτου φωτός—οὐδὲ γὰρ ἔχω τι ἕτερον τοῦτο καλέσαι οἰκεῖον καὶ κατάλληλον ὄνομα—, ἠρέμα πως ὑπολωφήσαντος καὶ οἱονεὶ συσταλέντος, ἐν συναισθήσει ἐγενόμην καὶ γνοὺς οἷα ἡ τούτου δύναμις ἀθρόον εἰργάσατο ἐν ἐμοὶ καὶ ἐννοήσας τὸν αὐτοῦ χωρισμὸν καὶ ὡς πάλιν ἐν τῷ βίῳ μόνον με κατέλιπεν ἀναλογισάμενος, λύπῃ κάτοχος γέγονα καὶ ὀδύνῃ βαρείᾳ τοσαύτῃ, ὡς ἐκφράσαι ἀξίως ἀπορῶ τὸ μέγεθος τῆς δίκην πυρὸς ἀναφθείσης ἐν τῇ καρδίᾳ μου ποικίλης καὶ σφοδροτάτης ὀδύνης. Λοιπὸν οὖν παράστησον—ἔλεγεν—εἰ δύνασαι σύ, πάτερ, τόν τε πόνον τοῦ χωρισμοῦ καὶ τῆς ἀγάπης τὸ ἄμετρον καὶ τὸ πλῆθος τοῦ ἔρωτος καὶ τῆς μεγίστης εὐεργεσίας τὸ ὕψος. Ἐγὼ γὰρ οὔτε λέγειν διὰ στόματος δύναμαι οὔτε νῷ καταλαβεῖν τὸ ἀπέραντον τῆς ὁράσεως.» «Ἀλλ’ εἰπέ μοι σύ, ὦ σεβασμιώτατε πάτερ καὶ ἀδελφέ, ἔφην ἐγώ, τὰς τοῦ ὁραθέντος σοι ἐνεργείας τρανότερον καὶ σαφέστερον.» Ὁ δὲ γλυκὺς ἐκεῖνος καὶ πλήρης Πνεύματος θείου καὶ θεωρίας ἠξιωμένος προσηνεστάτῃ καὶ μελιρρύτῳ φωνῇ τάχιστα ἀπεκρίνατο· «Εὐφραίνει, πάτερ, φαινόμενον καὶ τιτρώσκει κρυπτόμενον. Καὶ πλησίον μου γίνεται καὶ εἰς οὐρανοὺς ἀναφέρει με. Μαργαρίτης ἐστί. Καὶ τὸ φῶς ἐπενδύει με καὶ ὡς ἄστρον μοι φαίνεται καὶ ὑπάρχει τοῖς πᾶσι ἀχώρητον.

Ἀπαστράπτει ὡς ἥλιος καὶ τὴν κτίσιν συνεχομένην κατανοῶ ἐν αὐτῷ, τὰ ἐν αὐτῇ πάντα δεικνύει μοι καὶ φυλάσσειν προστάττει μοι τὰ μέτρα τὰ ἴδια. Συνέχομαι ὑπὸ στέγης καὶ τοίχων καὶ τοὺς οὐρανοὺς διανοίγει μοι.

Τοὺς ὀφθαλμούς μου αἴρω αἰσθητῶς τὰ ἐκεῖσε θεάσασθαι καὶ πάντα βλέπω καθὼς ὑπῆρχον τὸ πρότερον. Θαυμάζω τὸ γεγονὸς καὶ ἀκούω φωνῆς μυστικῶς λεγούσης μοι ἄνωθεν· ‘Ταῦτα αἰνίγματά εἰσι καὶ προοίμια, τὸ γὰρ τέλειον οὐ θεάσῃ ἕως τὴν σάρκα ἐνδέδυσαι. Ἀλλὰ πρὸς ἑαυτὸν ἐπίστρεφε καὶ βλέπε μή τι πράξῃς τῶν τὰ ἐνταῦθα ἀποστερούντων σε. Εἰ δὲ καὶ παρασφαλεῖς, εἰς ὑπόμνημα ταπεινώσεως, ἀλλὰ μὴ ἀποστῇς τῆς μετανοίας ἐπιμελούμενος.

Αὕτη γὰρ καὶ τὰ προγεγονότα καὶ τὰ γινόμενα πταίσματα, τῇ ἐμῇ φιλανθρωπίᾳ ἑνουμένη, ἐξαφανίζει’.» Ταῦτα τοίνυν ἀκηκοὼς ἐγὼ ἐξ αὐτοῦ, πατέρες καὶ ἀδελφοί, μικροῦ δεῖν ἐξέστην καὶ ὅλος σύντρομος ἐγενόμην, ἐννοήσας ἐξαυτῆς εἰς ὅσον εὐθὺς ὕψος θεωρίας ἀνῆλθεν καὶ γνώσεως ἐκ μόνης τῆς πρὸς τὸν πνευματικὸν πατέρα αὐτοῦ ἀγάπης καὶ πίστεως καὶ οἵων ἠξιώθη ἐκ προοιμίων τῶν ἀγαθῶν ἰδεῖν καὶ ἀπολαῦσαι, ὡς ἤδη τὴν ἀνθρωπίνην ἀσθένειαν ἀποβαλλόμενος καὶ ἄγγελος γεγονὼς ἐξ ἀνθρώπων.

Διὰ τοῦτο οὖν παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, ἀπορρίψωμεν μακρὰν ἀφ’ ἑαυτῶν πᾶσαν σχέσιν καὶ πᾶσαν μέριμναν τῆς παρούσης ζωῆς, μισήσωμεν τὰς ἡδονὰς τῆς σαρκός, τὴν εὐπάθειαν τοῦ σώματος, τὴν ἄνεσιν καὶ ἀργίαν, δι’ ὧν ἰσχύει τὸ χεῖρον κατὰ τοῦ κρείττονος· καὶ δεῦτε, ἀναλαβώμεθα πίστιν εἰλικρινῆ πρὸς τὸν Θεὸν καὶ τοὺς κατὰ Θεὸν πατέρας καὶ διδασκάλους ἡμῶν, κτησώμεθα συντετριμμένην καρδίαν, τεταπεινωμένον τὸ φρόνημα τῆς ψυχῆς καὶ καθαρὰν τὴν καρδίαν διὰ δακρύων καὶ μετανοίας ἀπὸ παντὸς σπίλου καὶ ῥύπου τῆς ἁμαρτίας, ἵνα καὶ ἡμεῖς ἀξιωθῶμεν ἐλάσαι ποτὲ εἰς μέτρα συντόμως τοιαῦτα καὶ ἰδεῖν καὶ ἀπολαῦσαι τῶν ἀπορρήτων ἀγαθῶν ἔνθεν ἤδη τοῦ θείου φωτός, εἰ καὶ μὴ τελείως, ἀλλ’ ἐκ μέρους καὶ ὅσον χωροῦμεν κατὰ τὴν ἀναλογίαν τῆς καθάρσεως ἡμῶν. Οὕτω γὰρ καὶ ἑαυτοὺς ἑνώσομεν τῷ Θεῷ καὶ ὁ Θεὸς ἑνωθείη ἡμῖν καὶ τοῖς ἐγγίζουσιν ἐσόμεθα φῶς καὶ ἅλας καὶ εἰς μεγάλην ὠφέλειαν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.