Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Κατηχήσεις

Συμεὼν ὁ Νέος Θεολόγος

Κατήχηση ΙΗ': Περί της εκλογής ηγουμένου και της ποιμαντικής ευθύνης

Έλεγχος της φιλαρχίας, οδηγίες προς τους μοναχούς για την αποφυγή διαιρέσεων και οι αναγκαίες αρετές του προεστώτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 19 από 35

Ἀμήν. Περὶ μεθόδων τοῦ πονηροῦ, ὧν ὑποβάλλει τοῖς κουφοτέροις καὶ φιλοπρωτεύουσιν, ὁπόταν ὁ ποιμὴν ἐξ ἀνθρώπων γένηται. Καὶ ὅτι χρὴ τοὺς μὲν ἀναξίως ἐπιπηδῶντας τῇ ἀρχῇ πάσῃ κωλύειν σπουδῇ, τοὺς δὲ πνευματικοὺς καὶ ἁγίους συνωθεῖν ἐπὶ τοῦτο καὶ συνεργεῖν. Καὶ πρὸς τῷ τέλει, πρὸς τὸν ποιμένα.

Λόγος ΙΗʹ. Ἀδελφέ, εἰ λαοῦ καὶ ποίμνης ἡγούμενος κατεστάθης, σκόπησον καλῶς καὶ ἀνάκρινον σεαυτὸν ποίῳ λογισμῷ καὶ ἐκ ποίου τρόπου εἰς τὴν τοιαύτην κατέστης ἀρχήν. Εἰ μὲν οὖν εὑρήσεις σεαυτὸν κἂν ψιλῷ λογισμῷ ἐνθυμηθέντα, ὅτι διὰ τὴν τῶν ἀνθρώπων τιμὴν ταύτῃ ἐπέδραμες ἢ διὰ προεδρίαν ἢ διὰ δόξαν, εἴτε ὡς μὴ καταδεξαμένου σου παρ’ ἑτέρου ἄρχεσθαι ἀδελφοῦ διὰ τὸ οἴεσθαι μὴ εἶναί σου εὐλαβέστερον ἢ λογιώτερον ἕτερον, ἢ διὰ τὸ ἔχειν τὰς σωματικὰς χρείας περισσότερον τῶν ἄλλων ἁπάντων καὶ τὴν δουλείαν καὶ τὴν ἀνάπαυσιν, ἢ διὰ τό τινας τῶν ἰδίων καὶ συγγενῶν εὐεργετῆσαι καὶ φίλους κτήσασθαι τοὺς κατὰ σάρκα περιπατοῦντας, ἢ διὰ τὸ ὀνομαστόν σε ἐκ τῆς ἡγουμενείας γενέσθαι καὶ τοῖς τοῦ κόσμου βασιλεῦσι καὶ ἄρχουσι γνώριμον, εἴτε καὶ κατὰ φθόνον—ὡς ὅτι οὐκ ἤθελες, ἀλλ’ ἵνα μὴ γένηται ὁ δεῖνα ὁ ἀδελφός—ἐσπούδασας τοῦ γενέσθαι σύ, ἢ καὶ διὰ τὴν τῶν ἀνθρώπων αἰσχύνην, ἵνα μὴ ἀκούσωσι πάντες ἢ καὶ παραγενόμενοί τινες ἴδωσιν ὅτι ἄλλος ὑπὲρ σὲ προεκρίθη καὶ καταγνώσωσί σου ὡς μὴ ἐναρέτου, γινώσκων γίνωσκε ὅτι οὐ κατὰ Θεὸν ἐγένετό σου ἡ πρόβλησις.

Καὶ ἵνα σοι, ἐξ ὧν ὑποτίθεται ὁ πονηρὸς ἑκάστῳ τῶν ἐν κοινοβίῳ καθεζομένων, σαφέστερον τοῦτο ποιήσωμαι, ἐντεῦθεν ἄκουε τὰς ἐπιβουλὰς καὶ ὑπονοίας τοῦ Σατανᾶ. Ὑποβάλλειν ἄρχεται ὁ ἐχθρός, ὅταν ὁ ποιμὴν πρὸς Κύριον ἐκδημήσῃ, ἕτερον δὲ ὀφείλει ἐκλέξασθαι ἡ ἀδελφότης, καὶ λέγειν ἑκάστῳ κατὰ τὸ ἴδιον πάθος, κατὰ τὸ ἴδιον θέλημα, κατὰ τὴν ἰδίαν κατάστασιν. Ἐὰν οὖν ὦσιν ἐν τῇ ποίμνῃ ἐκείνῃ τῶν εὐλαβεστέρων τινές, ταῦτα ἑκάστῳ αὐτῶν ὑποτίθεται καὶ φησίν· «Εἰ ἐγένου σὺ ἐνταῦθα ποιμὴν καὶ ἡγούμενος, εἶχες ἂν πάντως ὠφελῆσαι καὶ σῶσαι καὶ τῶν σῶν αὐτοῖς ἀρετῶν μεταδοῦναι, ἐπεὶ ὁ δεῖνα ἢ ὁ δεῖνα ἀδελφὸς ἐν τῷ πράγματι τοῦτο οὐ ποιεῖ.» Εἰ δὲ καὶ γνώριμος τοῖς κατὰ κόσμον ἐστίν, ὑποβάλλει αὐτῷ ὅτι· «Καὶ πολλοὺς ἂν ἑλκύσαι εἶχες πρὸς τὴν μοναχικὴν πολιτείαν καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τοῦ κόσμου, καὶ στόμα ἂν ἐγένου Χριστοῦ· ὁ γὰρ ἐξάγων, φησί, τίμιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται.

Εἶχον δὲ προσαγαγεῖν οἱ τοιοῦτοι καὶ ἀποταγὰς μεγάλας καὶ τὰς ὑποστάσεις αὐτῶν ἐν τῇ μονῇ ἐπιδοῦναι, καὶ προστεθῆναι εἶχε τὸ μοναστήριον καὶ οἷον τοῦ μεγάλου Εὐθυμίου καὶ Σάβα καὶ Παχωμίου τῶν ἁγίων γενέσθαι. Ἀλλὰ γὰρ πρὸς τούτοις καὶ αὐτὸς περισσοτέραν ταπείνωσιν εἶχες κτήσασθαι, ἵνα ἔβλεπον καὶ ἐμιμοῦντό σε οἱ ἀδελφοί, ὡς γὰρ ἔσχατος πάντων ἂν διῆγες ἐν τῇ μονῇ καὶ βαστάζειν εἶχες πάντων τὰ βάρη, πάντων τὰ ἐλαττώματα. Καὶ οὕτως οὐ μόνον ὠφελήσας τοὺς πολλούς, ἀλλὰ καὶ αὐτὸς σὺ ὠφελήθης μᾶλλον ψυχικῶς καὶ σωματικῶς εὗρες μεγάλην ἀνάπαυσιν.» Ταῦτα τοίνυν ὑποβάλλει τοῖς δῆθεν ἀγωνιζομένοις ἐν τῷ σεμνείῳ. Ἄρχεται οὖν ἕκαστος αὐτῶν ἀποκαλύπτειν τὸν ἴδιον λογισμὸν πρὸς ὃν ἂν θαρρεῖ ἀδελφὸν καὶ δῆθεν ὡς ἀστειαζόμενος καὶ μετριάζων, ἵνα μὴ καταγνωσθῇ ὡς φιλόδοξος, φησί· «Ἄρτι, κῦρι ὁ δεῖνα, ἐὰν ἐφρονοῦσαν οἱ ἀδελφοί, οὐ μὴ εἶχον ποιῆσαί με ἡγούμενον;» Ὁ δὲ ἴσως ἀποκρίνεται καὶ λέγει· «Πίστευσόν μοι, πάτερ, σὺ μέν, οἶδα ὅτι μετριάζεις, ἐπεὶ πρὸ πολλοῦ τοῦτο χρόνου ἐνεθυμούμην ἐγώ, ἀλλ’ εὐλαβούμην εἰπεῖν σοι περὶ τούτου, ἵνα μήπως ὡς τὰ παρὰ γνώμην σου λαλοῦντά μοι μέμψῃ.» Εἶτα πάλιν ἐκεῖνός φησι· «Καλῶς εἶπας, ἀδελφέ.

Πίστευσον, οὐ χρήζω γενέσθαι, ἀλλ’ ἵνα μὴ ἀδιάφορός τις γένηται καὶ τὸ μοναστήριον καταστρέψῃ καὶ τοὺς ἀδελφοὺς λυπήσῃ, ἐὰν ἤθελον οἱ ἀδελφοὶ ἵνα ἐγενόμην, καὶ πάντως ποιῆσαι εἶχον σὲ οἰκονόμον, τὸν δεῖνα καὶ δεῖνα κελλαρίτην καὶ ἀποθηκάριον, ἐγὼ δὲ ἐσχόλαζον πάντως εἰς μόνα τὰ ψυχικὰ καὶ ἵνα ἤμην ἀπὸ τῶν πραγμάτων ἐλεύθερος.» Ἀκούει ταῦτα ὁ ἀδελφὸς καὶ ὅτι οἰκονόμον μέλλει τοῦτον ποιεῖν, καὶ ἀπελθὼν θαρρεῖ ταῦτα τοῖς ἀδελφοῖς οὓς εἶπε ποιήσειν διακονητάς.

Ταῦτα τοίνυν δύο καὶ τρεῖς ἐκ τῶν εὐλαβεστέρων ἴσως ποιοῦσιν, ἀγνοοῦντες τὰς μεθόδους τοῦ πονηροῦ· τοῖς δέ γε σαρκικωτέροις καὶ ἀμελῶς ἔχουσι περὶ τὴν ἑαυτῶν σωτηρίαν ταῦτα ὑποβάλλει καὶ ὑποτίθησιν ὁ ἐχθρός, τὴν τρυφήν, τὴν δόξαν καὶ τὴν παρὰ πάντων τιμήν. «Καὶ ἵνα μὴ ἐκ τῶν ὑποκριτῶν, φησί, γένηταί τις καὶ ψευδοευλαβῶν τούτων, σπούδασον γενέσθαι σύ. Εἰ γὰρ μὴ τοῦτο ποιήσεις, μέλλεις πάντως δεδεμέναις χερσὶ τῷ γενομένῳ παρίστασθαι καὶ ἀτιμάζεσθαι παρ’ αὐτοῦ. Ἀλλὰ γὰρ καὶ ἐποχούμενος ἔσται ἐκεῖνος ἐν ἡμιόνοις πολυτίμοις, σὺ δὲ πεζοπορῶν ἔσῃ καὶ κοπιῶν· ἐκείνῳ διάφορος ἑτοιμασθήσεται τράπεζα καὶ ἄρτος ὡσαύτως καὶ οἶνος, σοὶ δὲ ἡ λαχανώδης καὶ σπερματώδης καὶ τοῖς πᾶσι κοινή. Ἐκεῖνος καθεσθήσεται ἐπὶ θρόνου καὶ πρῶτος, σὺ δὲ μέσον τῶν ἄλλων ἢ καὶ τῶν λοιπῶν ἔσχατος· ἀγαπᾷ γὰρ διαφερόντως τὸν δεῖνα, καὶ εἰ γένηται ἡγούμενος, ὑπὲρ σὲ τιμήσας ἐπάνω σου προκαθίσει αὐτόν, καὶ πῶς βαστάσεις τὴν αἰσχύνην τῶν ἀδελφῶν; Οὐ μόνον δὲ ἀλλὰ καὶ ὁ δεῖνας εὐλαβέστερός σού ἐστι, καὶ ἴσως παρ’ ἐκείνου προτιμηθῇ;

Ἔτι δὲ ἴσως καὶ ἀπὸ τῶν ἐμφανῶν καὶ ἐνδόξων ἀποκεῖραι ἔχει, καὶ μέλλουσιν ἐκεῖνον μὲν τιμᾶν ὡς ἡγούμενον, ἐκεῖνος δὲ πάλιν ἐκείνους ὡς ἀξιωματικοὺς καὶ ὡς ἀποκαρέντας παρ’ αὐτοῦ τιμήσει καὶ σοῦ ὑπερκαθίσει αὐτούς, σὲ δὲ εἰς τὸ διαζύγιον ἀπολύσει ἢ καὶ παντελῶς ἵστασθαί σε καὶ διακονεῖν προτρέψεται. Καὶ πρὸς ταῦτα τί ἄρα μέλλεις ποιεῖν; Λαλῆσαι οὐ τολμᾷς· εἰσὶ γὰρ οἱ ἀγαπῶντες αὐτὸν καὶ εὐθὺς ἐπιστομίσουσί σε. Τάχα δὲ ἴσως καὶ τύψουσί σε ἀντιλέγοντα, καὶ χείρων ἔσται ἡ ἀτιμία. Ὑποχωρῆσαι τῆς μονῆς κατάγνωσίς σού ἐστι, καὶ πᾶς ἄνθρωπος καταγελάσεται καὶ καταμέμψεταί σε, καὶ οὐδὲ εὑρήσεις ἀλλαχοῦ ἀνάπαυσιν· ἔνθα γὰρ ἀπέλθῃς, ὡς ξενοκουρίτης πάντων ἔσχατος εἶναι ὀφείλεις. Ὑπομένειν ταῦτα καὶ εἶναι ἐν τῇ μονῇ σου οὐ δύνασαι. Λοιπὸν οὖν πάσῃ δυνάμει ἀγώνισαι μή σε νικήσῃ τις τῶν εὐλαβεστέρων.» Εἶτα σκέπτεται καὶ λέγει ἐν ἑαυτῷ· «Πάντες γινώσκουσι τὸν δεῖνα ἀδελφὸν καὶ τὸν δεῖνα εὐλαβεστέρους καὶ μέλλουσιν ἐκείνους ζητεῖν κἀμὲ παραβλέψασθαι. Ἀλλ’ ἀπελθὼν ἐγὼ τὸν δεῖνα κρατήσω ἀδελφὸν καὶ τὸν δεῖνα· αὐτοὶ γὰρ τρυφᾶν ἀγαπῶσι, παίζειν τε καὶ χαίρεσθαι καὶ τῆς μονῆς ἐξέρχεσθαι συνεχῶς καὶ διάγειν ἐν οἷς θέλουσιν. Αὐτοῖς οὖν καὶ συντάξομαι. Ἄλλως τε καὶ ὅσα ἄν μοι εἴπωσι, καὶ αὐτοὶ ἀγωνίσονται σπουδαίως ἵνα ἡγούμενος γένωμαι.»

Τοιγαροῦν καὶ ἀπελθών, οὕτω κατὰ τὴν ματαίαν αὐτοῦ μελέτην καὶ ποιεῖ. Φησὶ δὲ καὶ τοῦτο πρὸς ἑαυτόν· «Ὁ δεῖνα ἀδελφὸς εὐλαβής ἐστι καὶ τοῦ πράγματος τούτου οὐ χρήζει, ἔχει δὲ συγγενεῖς καὶ φίλους καὶ βούλεται θεραπεύειν αὐτοὺς ἀπὸ τῆς μονῆς. Ἀπελθὼν λαλήσω κἀκείνῳ, καὶ ὁμοίως συντάξομαι.» Περιέρχεται οὖν τὸ μοναστήριον συνεχῶς καὶ ἁπλῶς ἕκαστον παρακαλῶν κατ’ ἰδίαν καὶ συντασσόμενος πληρῶσαι πάντων τὰ καταθύμια ἐν ἀγωνίᾳ καὶ τρόμῳ ὑπάρχει πολλῷ, φόβῳ τοῦ μὴ ἀποτυχεῖν τοῦ σκοποῦ.

Ἐκ τούτων οὖν καὶ ἑτέρων πολλῶν σχίσματα, διχόνοιαι καὶ στάσεις γίνονται ἐν τῷ μοναστηρίῳ πολλαί, τῶν μὲν εὐλαβεστέρων πρὸς τὸ καὶ ἑαυτοὺς καὶ ἄλλους ὠφελῆσαι σπευδόντων, τῶν δὲ σαρκικωτέρων τὴν ἑαυτῶν μόνον δόξαν ζητούντων, τὸ πρόσκαιρον κέρδος καὶ τὰς τοῦ σώματος ἡδονάς, τοῦ δὲ λοιποῦ πλήθους ζητοῦντος κατὰ τὰς ἰδίας ἐπιθυμίας τὸν ἄγοντα καὶ τῷ ὁμοίῳ προστρέχοντος. Σὺ οὖν, πνευματικὲ ἀδελφέ, ἄκουσον μετὰ προσοχῆς, παρακαλῶ, τῶν ἐμῶν ῥημάτων· οὐ γὰρ ἀπ’ ἐμαυτοῦ λαλήσω, ἀλλ’ ἅπερ ὁ μόνος σοφὸς καὶ εὔσπλαγχνος λαλῆσαι θελήσει σοι.

Ἐὰν ᾖς ἐν κοινοβίῳ ἀδελφῶν καθεζόμενος, κατὰ τοῦ ἀποκείραντός σε πατρὸς μὴ θελήσῃς γενέσθαι ποτε, εἰ καὶ πορνεύοντα, εἰ καὶ μεθύοντα βλέπεις αὐτὸν καὶ τῷ δοκεῖν σοι κακῶς τὰ τῆς μονῆς διεξάγοντα πράγματα, εἰ τύπτεσαι καὶ ἀτιμάζεσαι παρ’ αὐτοῦ καὶ πολλαῖς ἄλλαις καθυποβάλλεσαι θλίψεσι. Μὴ συγκαθεσθῇς τοῖς λοιδοροῦσιν αὐτόν, μηδὲ πορευθῇς μετὰ τῶν μελετησάντων κατ’ αὐτοῦ. Ὑπόμεινον δὲ αὐτὸν μέχρι τέλους μηδὲν περιεργαζόμενος τῶν ἐκείνου κακῶν. Ὅσα οὖν ἀγαθὰ βλέπεις ποιοῦντα αὐτόν, βάλε ἐν τῇ καρδίᾳ σου καὶ ἐκείνων μόνων βιάζου μιμνήσκεσθαι· ὅσα δὲ ἀπρεπῆ καὶ κακὰ ἢ ἐργαζόμενον ἢ λέγοντα ἴδῃς, ταῦτα σεαυτῷ ἐπίγραφε καὶ ὡς ἴδιά σου ἁμαρτήματα λογίζου καὶ μετανόει ἐν δάκρυσιν, ἔχων ὡς ἅγιον ἐκεῖνον καὶ ἐπικαλούμενος τὴν εὐχὴν αὐτοῦ.

Εἰ δὲ συμβῇ αὐτῷ θάνατος, καὶ ἕτερον προβαλέσθαι ἡγούμενον οἱ ἀδελφοὶ βούλονται, πρόσεχε ἐὰν γινώσκῃ σου ἡ συνείδησις ἴσον σου εἶναι ἀδελφόν τινα τῆς μονῆς ἢ καὶ μείζονα λόγῳ καὶ ἔργῳ καὶ πράξεσιν ἀγαθαῖς, καὶ διὰ τοῦτο παρὰ τῶν ἀδελφῶν εἰς ἡγούμενον προτιμώμενον. Μὴ θελήσῃς γενέσθαι ἀντίχριστος, τῇ βουλῇ τοῦ Θεοῦ δηλαδὴ καὶ τῷ ἀδελφῷ ἀντικείμενος, τῷ ἀγαθῷ καὶ χρηστῷ, λόγους λαλῶν ἢ ἔργα ἐπιτηδεύων ὁπωσοῦν σκανδάλου καὶ ὑπονοίας, ὡς ἂν ἀποσπάσῃς τινὰς τῶν ἀδελφῶν ἐκ τῆς πρὸς ἐκεῖνον ἀγάπης καὶ πίστεως, ἀλλὰ πάσῃ χαρᾷ καὶ ταπεινώσει κατάδεξαι καὶ συνέργησον καθαρῶς τῇ θελήσει τῶν ἀδελφῶν.

Εἰ δὲ καὶ εὐλαβέστερον ἄλλον παρὰ τὸν ψηφιζόμενον ἐπίστασαι εἶναι, εἰπὲ τῷ μέλλοντι γίνεσθαι ἀδελφῷ κατ’ ἰδίαν· «Κῦρι ἀδελφέ, σὺ Θεοῦ χάριτι εὐλαβὴς ὑπάρχεις καὶ πνευματικός, καὶ καθὼς ἐπίστασαι, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν ὀφείλομεν καὶ εἰς σωτηρίαν τῶν ἡμετέρων ψυχῶν. Καὶ οἶδας ὅτι ὁ ἀδελφὸς ἡμῶν ὁ δεῖνα εὐλαβής ἐστι καὶ ἐνάρετος.

Καὶ ἂν κελεύῃς, ἂς ποιήσωμεν ἐκεῖνον ἡγούμενον, καὶ ἔχει καλῶς ποιμᾶναι πᾶσαν τὴν ἀδελφότητα. Συναγωνισώμεθα δὲ αὐτῷ πάσῃ δυνάμει καὶ ἡμεῖς, καὶ τὸν μισθόν, πίστευσον, ἵνα ἕξωμεν μετ’ αὐτοῦ καὶ σὺν αὐτῷ καὶ τὴν συνείδησιν, ἡμῶν ἀκατάκριτον. Ἀλλὰ γὰρ καὶ αὐτὸν ἐν τούτῳ τὸν Θεὸν θεραπεύσομεν καὶ πάντες ἡμᾶς ἐπαινέσουσιν ὅτι οὐχ ἑαυτοὺς συνεστήσαμεν, ἀλλ’ ὃν ὁ Θεὸς ἤθελεν.» Εἰ μὲν οὖν ἔχει ταπείνωσιν ὁ ἀδελφὸς καὶ τὴν ψυχὴν ἀπηλλαγμένην φιλοδοξίας, χωρὶς δὲ πάσης προσπαθείας τῆς εἰς τὸν ἕτερον, λέγει καὶ αὐτὸς αὐτῷ ταῦτα, καὶ πάσης ἄλλης πονηρᾶς ὑπονοίας πληροφορεῖ αὐτὸν ὁ Θεός· καὶ δέξεται πάντως τοὺς λόγους σου καὶ εὐθὺς ὑπακούσει σου. Καὶ τηνικαῦτα οἱ ἀμφότεροι λαλεῖτε πάσῃ τῇ ἀδελφότητι, καὶ γίνεται τὸ θέλημα τοῦ Θεοῦ.

Εἰ δὲ σὺ μὲν λέγεις ἀπροσπαθῶς ὑπὲρ τοῦ πνευματικωτέρου ἀδελφοῦ, ὁ δὲ ἀδελφὸς οὐχ ὑπακούει σου, ἀλλὰ πρὸς δικαιολογίας κινηθῇ συνιστῶν ἑαυτόν, γίνωσκε ὅτι ὑπὸ φιλοδοξίας κατέχεται, καὶ σπούδασον παντὶ τρόπῳ, ὡς Χριστοῦ διάκονος, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς σῆς συνειδήσεως τὸν πνευματικώτερον ἀδελφὸν γενέσθαι ἡγούμενον.

Εἰ δὲ καὶ ὑποβληθεὶς παρὰ τοῦ ἐχθροῦ ἢ καὶ δοκιμάζων σε, λέγει σοι· «Γενοῦ λοιπὸν σύ, ἐπεὶ ἐκεῖνον ὃν λέγεις οὐκ ἐῶ γενέσθαι, χαίρω δὲ εἰς σέ», μὴ συγκατασπασθῇς τῷ πάθει αὐτοῦ μηδὲ τῷ ἐκείνου πτώματι περιπέσῃς, ἀλλὰ φύλαξόν σου τὴν τῆς ψυχῆς παρθενίαν ἄφθορον τῷ Χριστῷ, ὑπ’ οὐδεμιᾶς ἐπιθυμίας κλαπεῖσαν πρὸς ἡδονῆς ἐπιθυμίαν.

Ἀλλὰ γὰρ μήτε ὑπὸ φόβου ἐκκλίνῃς τοῦ ἀγαθοῦ καὶ τὸν πονηρὸν καταδέξῃ γενέσθαι, λέγων ἐν σεαυτῷ· «Μὴ φανῶ κωλύων καὶ ἀντιλέγων περὶ τοῦ δεῖνος, ὡς οὐκ ἔστιν ἄξιος τῆς προστασίας· εἶτα καὶ μὴ βουλομένου μου γένηται καὶ θλίψεις πολλὰς ἐπαγάγει μοι.» Ἀλλ’ εἰ μὲν τῶν προκριτοτέρων ᾖς, ἐρωτώμενος μετὰ παρρησίας εἶπον τὴν ἀλήθειαν καὶ τοὺς ἀστηρίκτους εἰς τὸ καλὸν στήριξον· εἰ δὲ τῶν ἐσχάτων καὶ τῶν μὴ καλῶς εἰδότων διακρίνειν τοῦ δικαίου τὸν ἄδικον, τοῖς εὐλαβεστέροις καὶ πνευματικωτέροις ἐξακολούθησον.

Ἐὰν δὲ καὶ πρὸς κακὸν ἴσως οἱ πλείονες ἢ καὶ πάντες ὁμοφωνήσωσιν, ἔχειν δὲ καὶ τῶν ἔξωθεν βοηθοὺς ἐπὶ τοῦτο ἐπραγματεύσαντο, παραχώρησον καὶ μήτε συνεργήσῃς μήτε κωλύσῃς, ἀλλὰ ἄφες τοὺς κακοὺς συντριβῆναι παρ’ οὗ ἔκριναν ἄρχεσθαι, ὡς ἂν καὶ τὸν οἰκεῖον κερδήσωσι πόνον καὶ ὠφέλειαν οὐχ εὑρήσωσιν, ἐπειδὴ πολλάκις δίδωσιν ἄρχοντα τῷ λαῷ ἀπειθεῖ ὁ Θεὸς κατὰ τὴν καρδίαν αὐτῶν. Καὶ ταῦτα μὲν οὕτως ἔστωσάν σοι βέβαια καὶ ἀμετακίνητα.

Εἰ δὲ μετὰ τὸν θάνατον τοῦ προεστῶτος ἴδῃς τὴν περὶ σὲ ἀδελφότητα πᾶσαν ἀστήρικτον, σαλευομένην πᾶσαν ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις καὶ ἡδοναῖς διασυρομένην καὶ καταπίπτουσαν, καὶ μηδεμίαν ἔχουσαν βάσιν μήτε θεμέλιον ἐπὶ τῆς πέτρας, ἀλλ’ ὅλην κλονουμένην καὶ ἄλλον ἀλλαχῆ ἀδελφὸν τὰς χεῖρας ἁπλοῦντα καὶ περιδράξασθαί τι σπουδάζοντα, οὐχ ὅπερ σῴζει αὐτὸν ἀλλ’ ὅπερ συγκατασπᾷ εἰς ᾅδην καὶ εἰς σκότος καὶ εἰς πῦρ ἡδονῶν τὸ σῶμα καὶ τὴν ψυχὴν αὐτοῦ, ἄλλους δὲ πάλιν σφριγῶντας καὶ περὶ τὴν ἀρχὴν μαινομένους καὶ τὴν ἐπιθυμίαν ταύτης ἀκράτητον ἔχοντας· ἐλέησον, συμπάθησον, σπλαγχνίσθητι καὶ οἰκτείρησον, πένθησον ὑπὲρ τῶν τοιούτων καὶ δάκρυσον, ἀνιστόρησον κατὰ νοῦν, εἰ καλῶς βλέπειν ἠξίωσαι, τῶν σῶν ἀδελφῶν τὰ τραύματα, τῶν σῶν μελῶν τὰ συντρίμματα, τοῦ ὅλου σώματος τὴν κατάπτωσιν, καὶ τὸν Θεὸν ἀπὸ καρδίας τὴν ῥύμην καὶ πρὸς ἱκέτευσον στῆσαι τῆς τοσαύτης κακίας τὴν ῥύμην καὶ πρὸς τὸ κρεῖττον μεταστρέψαι τὰς καρδίας τῶν ἀδελφῶν. Ὅρα δὲ τὴν ῥοπὴν τῆς καρδίας σου, μήποτε προσφέρῃ τὴν δέησιν περὶ σεαυτοῦ, ὡς ἂν προτιμήσωνταί σε, καὶ ἀντὶ εὐλογίας κατάραν σοι καὶ ὀργὴν τοῦ Θεοῦ προξενήσῃ.

Ἐὰν οὖν οὕτω ποιῶν καὶ οὕτως ἔχων ἴδῃς τῶν ἀδελφῶν σού τινας ἐπὶ κακῷ ὁμονοήσαντας καὶ ἀπατᾶν περιτρέχοντας τοὺς ἁπλουστέρους αὐτῶν, ἀλλὰ καὶ πάσῃ σπουδῇ καὶ δώροις εἰς βοήθειαν αὐτῶν τοὺς ἔξωθεν ἐπισπωμένους, λυπήθητι καὶ ἐν ὀδύνῃ καρδίας σου θρήνησον, ὅτι εἰς τοιαύτην τόλμαν καὶ σκότωσιν οἱ μοναχοὶ κατηντήσαμεν, ὥστε ποιμαίνειν ἐπιχειρεῖν ἡμᾶς δίχα Χριστοῦ τὰ τοῦ Χριστοῦ πρόβατα, καὶ διὰ ἡδονὴν καὶ ἀπόλαυσιν σώματος καὶ χρημάτων πορισμὸν καὶ τὴν ἐξ ἀνθρώπων τιμήν. Φεῦ μοι τῷ ταπεινῷ καὶ ἀθλίῳ, τὴν ἀξίαν τῶν ἀποστόλων παντὶ τρόπῳ λαμβάνειν ἀγωνιζόμεθα καὶ τὴν ἐκείνων ἐξουσίαν χρυσίῳ ἐξαγοράζομεν, μήτε τὸν Θεὸν φοβούμενοι μήτε τοὺς ὁρῶντας ἡμᾶς αἰσχυνόμενοι. Καὶ θρόνῳ μὲν βασιλέως οὐδεὶς ἐπιβῆναι τολμᾷ μὴ θελήσαντος ἐκείνου, ἀλλ’ οὐδὲ γραμματικοῦ ἢ ῥήτορός τινος ἀναλαβέσθαι τάξιν ἰδιώτης τυγχάνων, οὐδὲ ἐπὶ λαοῦ ἀναγνῶναι ἀγράμματος ὤν, τὴν δὲ τῶν ἀποστόλων ἀξίαν ἐπιζητεῖς ἢ καὶ καταδέχῃ, μήπω τὴν χάριν τῶν ἀποστόλων λαβὼν μηδὲ τοὺς καρποὺς αὐτῆς θεασάμενος γεωργηθέντας ἐν σοί! Καὶ πῶς ὑποφέρεις, ἀδελφέ, τὸ μέγεθος ἐννοῆσαι τῆς τόλμης;

Εἰπέ μοι, ἀγαπητέ, ἐάν σε πᾶσα ἡ μεγάλη αὕτη καὶ πολυάνθρωπος πόλις παρεκάλει λέγουσα· «Ποιήσομέν σε πραιπόσιτον καὶ τοῦ βασιλέως πρωτοβεστιάριον, καὶ ἀνάβηθι μόνος εἰς τὸ παλάτιον καὶ εἰσελθὼν λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ παρακάλεσον αὐτὸν ποιῆσαι ἡμῖν τὰ καὶ τά», σοῦ δηλονότι εἰς παλάτιον μὴ εἰσελθόντος ποτέ, ἀλλὰ ἀγνωρίστου τυγχάνοντος καὶ αὐτῷ τῷ βασιλεῖ, ὡς ξένου πᾶσι τοῖς ἐν τῷ παλατίῳ, ἆρα ἐτόλμησας ἄν ποτε τοῦτο ποιῆσαι ἢ ἀποδέξασθαι τὸ ἀξίωμα; Πάντως ὁμολογήσεις ὡς οὐκ ἄν ποτε διαπράξασθαι τετόλμηκας, ἀλλὰ καὶ τοὺς ταῦτά σοι λέγοντας ὡς μαινομένους καὶ ἔκφρονας μᾶλλον ἐμέμψω καὶ κατεγέλασας, καὶ τὸ ἀξίωμα οὐχ ὡς τιμῆς ἀλλ’ ὡς ἀτιμίας καὶ κολάσεως πρόξενον ἀπερρίψω. Εἰ τοίνυν ἀδυνάτως ἔχομεν ἐπὶ ἀνθρωπίνων πραγμάτων τοιαῦτα ποιεῖν, οὐ φρικτόν σοί ἐστι καὶ δοκεῖ τὸ ἀναλαβέσθαι ἀποστολικὸν ἀξίωμα προπετῶς, ἀδελφέ; Καὶ πλησιάσαι τῷ ἀπροσίτῳ φωτὶ καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενέσθαι μικρόν σοι λελόγισται; Καὶ ὡς εὐκαταφρόνητος ἡ ἐπιχείρησις τούτου τοῦ πράγματος; Οὐαί μοι, ἀδελφέ, φοβοῦμαι ὅτι εἰς παντελῆ κατηνέχθημεν σκότωσιν καὶ διὰ τοῦτο ἀγνοοῦμεν ὁποίων κατατολμῶμεν πραγμάτων.

Εἰ γὰρ ἐγινώσκομεν, οὐκ ἂν εἰς τοσοῦτόν ποτε αὐθαδείας καὶ τόλμης ἠλάσαμεν, ὥστε τῶν θείων κατορχεῖσθαι πραγμάτων καὶ πλείονα τὴν τιμὴν καὶ τὸν φόβον φυλάττειν τῷ ἐπὶ γῆς βασιλεῖ ὑπὲρ τὸν ἀθάνατον βασιλέα Χριστόν. Τοιγαροῦν μὴ παυσώμεθα ἑαυτοὺς ἀνακρίνοντες, καὶ τοὺς εἰς τοιαύτην ἀναξίως ἐπιβαίνειν ἐπιχειροῦντας ἀρχὴν παντὶ τρόπῳ ἀνατρέπειν καὶ ἐκκόπτειν τῆς ἐγχειρήσεως· ἀλλὰ σπουδάσωμεν ὅσον τὸ ἐφικτὸν κωλύειν αὐτοὺς τῆς παραλόγου ὁρμῆς, ἵνα καὶ αὐτοὺς τοῦ κρίματος ἀπαλλάξωμεν καὶ ἡμεῖς βιώσωμεν ἀσφαλέστερον.

Ἐὰν δέ, καθὼς εἴρηται, οὐδένα ὁρᾷς ἐν τῷ μοναστηρίῳ ἀδελφὸν ἐμμάρτυρον βίον ἔχοντα καὶ πνευματικὸν ἔργῳ καὶ λόγῳ τυγχάνοντα, πάντα δὲ τὸν τυχόντα ἁπλῶς ἐπιπηδῶντα καὶ ἀναξίως τῇ ποιμενικῇ ἀρχῇ, καὶ πρὸς βλάβην μὲν σπουδάζοντα τῶν ἀδελφῶν πρὸς ἀπώλειαν δὲ τῆς ἰδίας ψυχῆς, ἐρευνῶν δὲ ἀκριβῶς εὑρίσκεις σεαυτὸν πάσης μὲν ἀπηλλαγμένον φιλοδοξίας, πάσης δὲ ἡδονῆς καὶ ἐπιθυμίας σωματικῆς ἴχνος οὐκ ἔχοντα, φιλαργυρίας δὲ καὶ μνησικακίας τὸ παντελὲς καθαρεύοντα, πραότητα τελείαν καὶ ἀοργησίαν ἔχοντα, ἀγάπην δὲ τοιαύτην εἰς τὸν Θεὸν ἔχοντα ὡς ἐκ μόνης τῆς ἀκοῆς τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀνάπτεσθαι τῷ πόθῳ εὐθὺς καὶ καταφέρειν τὰ δάκρυα, καὶ πρὸς τούτοις ὑπὲρ τὸν πλησίον πενθοῦντα καὶ ἡγούμενον ἴδια τὰ ἀλλότρια σφάλματα καὶ ἑαυτὸν πάντων ἀπὸ ψυχῆς ἁμαρτολώτερον ἔχοντα· καὶ τέλος, ἐὰν πλουσίαν ἐν σοὶ ὁρᾷς τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, φωτίζουσαν καὶ ὡς ἥλιον ἀποτελοῦσαν τὰ ἐντὸς τῆς καρδίας σου, καὶ τὸ τῆς βάτου θαῦμα ἐναργῶς κατανοεῖς ἐν σοὶ ἐκτελούμενον, ὡς καίεσθαι μὲν ἐν τῷ ἑνοῦσθαι τῷ ἀπροσίτῳ πυρί, μὴ κατακαίεσθαι δὲ διὰ τὸ ἀπηλλαγμένην εἶναι παντὸς πάθους τὴν σὴν ψυχήν· ἔτι δὲ εἰ οὕτω ταπεινοῦσαι, ὡς νομίζειν ἑαυτὸν ἀνίκανον καὶ ἀνάξιον, τῆς ἀνθρωπίνης φύσεως ἐπιστάμενος τὴν ἀσθένειαν, θαρρεῖς δὲ τῇ ἄνωθεν χάριτι καὶ τῇ ἐξ αὐτῆς ἱκανότητι καὶ προθύμως ἐπιχειρεῖς τῷ πράγματι, τῇ ζέσει ταύτης ἀναγκαζόμενος πάντα τε λογισμὸν ἀνθρώπινον ἀπωθούμενος, καὶ τὴν ψυχὴν αὐτὴν διὰ μόνην τὴν τοῦ Θεοῦ ἐντολὴν καὶ τὴν ἀγάπην τοῦ πλησίου ὑπὲρ τῶν ἀδελφῶν προτιθέμενος· καὶ πρὸς τοῖς εἰρημένοις, ἐὰν γυμνὸν ἔχῃς τὸν νοῦν πάσης κοσμικῆς ἐνθυμήσεως, ἐνδεδυμένος δὲ ᾖς τὸν φωτοειδῆ χιτῶνα τῆς ταπεινώσεως, ὥστε μήτε τοῖς συνεργοῦσι κἂν ψιλῶς τὴν καρδίαν προστίθεσθαι μήτε τοῖς ἀντιπράττουσιν ἀηδίζεσθαι, ἀλλ’ ὅλως ἴσος εἶναι πρὸς πάντας τῇ ἁπλότητι καὶ ἀγαθότητι καὶ τῇ ἀκακίᾳ τῆς καρδίας σου· μηδὲ τότε ἄνευ βουλῆς τοῦ σοῦ πνευματικοῦ πατρὸς τῆς ἀρχῆς ἐπιβῆναι τολμήσῃς, ἀλλὰ ταπεινώθητι καὶ μετὰ εὐχῆς αὐτοῦ καὶ προστάξεως τοῦτο ποίησον, καὶ ἐπίβηθι τῆς ἀρχῆς διὰ μόνην τὴν σωτηρίαν τῶν ἀδελφῶν.

Ἀλλ’ ἐὰν οἶδας τὸν σὸν πνευματικὸν πατέρα μέτοχον εἶναι τοῦ αὐτοῦ Πνεύματος, τῆς αὐτῆς ἠξιωμένον γνώσεώς τε καὶ δωρεᾶς, ἵνα μὴ τὰ ἐνάντια τοῦ θείου θελήματος ἀλλὰ κατὰ τὸ αὐτὸ χάρισμα καὶ μέτρον λαλήσῃ σοι τὰ δοκοῦντα Θεῷ καὶ τὰ συμφέροντα τῇ ψυχῇ σου, ὡς ἂν μὴ εὑρεθῇς πειθαρχῶν ἀνθρώπῳ καὶ οὐ Θεῷ, καὶ ἀπογυμνωθήσῃ τῆς δόξης καὶ τοῦ δοθέντος σοι θείου χαρίσματος—ἐὰν γὰρ συνεργὸν εὑρήσῃς ἀγαθὸν καὶ πνευματικὸν σύμβουλον, ἴσθι ὅτι ἀσφαλεστέρα σου ἔσται ἡ ἐπιχείρησις καὶ ταπεινότερόν σου τὸ φρόνημα γίνεται—ταῦτα τοίνυν πάντα καὶ τούτων πλείονα ἕτερα ἐὰν βλέπων βλέπῃς, εὑρήσεις ἀληθῶς καὶ ἀπὸ σεαυτοῦ γνώσεις, μᾶλλον δὲ παρὰ τοῦ ἡλίου τῆς δόξης μαθήσει, εἰ ἄρα καὶ τῷ ἡλίῳ ποτὲ ἐνητένισας.

Εἰ δὲ ἡ πρόβλησις τοιαύτη καὶ οὕτω δύσκολος καὶ εἰς τὸ γενέσθαι ταύτην κατὰ Θεὸν δυσνόητος, πολλῷ μᾶλλον ἡ τῶν πραγμάτων αὐτῶν ἐγχείρησις καὶ διοίκησις, καὶ ἡ πρὸς τοὺς πειρασμοὺς ὑπομονή, καὶ ἡ πρὸς τοὺς πολέμους λεπτοτάτη διάκρισις. Διὰ δὴ τοῦτο ὀλίγα ταῦτα, ἐξ ὧν μαθεῖν καὶ γνῶναι κατηξιώθημεν, δῆλα τῇ ἀγάπῃ ὑμῶν διὰ τῆς κατηχήσεως ταύτης ποιῆσαι ᾠήθημεν δεῖν· περὶ δὲ τῶν λοιπῶν, ἵνα μὴ ἐκπομπεύοντες φανῶμεν τὰ ἐν τοῖς μοναστηρίοις γινόμενα, τὸν νοῦν καὶ τὴν χεῖρα ἐπέσχομεν, ἀλλὰ γὰρ τὰ τῶν ἄλλων ἅπαντα καταλείψαντες ἐπὶ τὸν ποιμένα τὸν λόγον ἰθύνωμεν.

Βλέπων τοίνυν βλέπε τὴν σὴν καρδίαν, πάτερ πνευματικέ, μᾶλλον δὲ τὸν ὀφθαλμὸν ἀεὶ τῆς σῆς διανοίας ἔκπλυνε καὶ καθαρὸν εἶναι περιποιοῦ καὶ ἀθόλωτον, δι’ οὗ καὶ τὴν καρδίαν ἔσῃ βλέπων τὴν σήν, καὶ τὰ τῶν ἐγχειρισθέντων σοι προβάτων, μᾶλλον δὲ πατέρων καὶ ἀδελφῶν, διαγινώσκειν καλῶς καὶ πρεπόντως οἰκονομεῖν. Σῶμα γάρ, ὡς ἀκούεις, ἡ ἐκκλησία ἐστὶ καὶ κεφαλὴ ταύτης ὑπάρχει ὁ προεστώς· καὶ καθάπερ τὰ μὲν ἄλλα μέλη τοῦ σώματος ἓν καθ’ ἓν μίαν ἔχει ἐνέργειαν, οἷον ὁ ποῦς εἰς τὸ περιπατεῖν, ἡ χεῖρ εἰς τὸ κρατεῖν καὶ ἐργάζεσθαι, ἡ δὲ κεφαλὴ τοῦ ὅλου σώματός ἐστιν ἡ σύστασις, ὡς καὶ πάσας ἔχουσα ἐν ἑαυτῇ τὰς αἰσθήσεις καὶ τὸν νοῦν καὶ τὸν λόγον αὐτόν· οὕτω καὶ οἱ ἐν τῇ μονῇ ἀδελφοὶ οὐ πάντες πάσας, ἄλλος δὲ ἄλλο τι ἐνεργεῖν καὶ διακονεῖν πέφυκεν. Ὅθεν καὶ μόλις μίαν ἢ δύο τῶν ἀρετῶν ἐν ταὐτῷ εὑρήσεις ἐν ὑπηκόῳ ἑνί—καὶ οὐδὲν θαυμαστόν· μέλη γὰρ ἐκ μέρους εἰσί—, ὁ δέ γε προεστὼς πάσας ἀπαιτεῖται τὰς ἀρετὰς ἔχειν ἐν ἑαυτῷ, καὶ οὐ μόνον τὰς ψυχικὰς ἀλλὰ δὴ καὶ αὐτὰς τὰς σωματικάς, μᾶλλον δὲ σὺν ταῖς ἀρεταῖς καὶ αὐτὰ τὰ μυστικὰ καὶ μεγάλα χαρίσματα.

Ὥσπερ γὰρ ἡ τοῦ ἀνδρὸς κεφαλὴ ἔχει μὲν ἀπὸ τῆς ἔξωθεν διαπλάσεως καὶ εὐπρεπείας τὸ περικαλλὲς καὶ τὸ τίμιον, ἀχρεῖος δὲ ὑπάρχει καὶ ἄτιμος πᾶσιν, ἐὰν μὴ καὶ τὸν νοῦν καὶ τὰς αἰσθήσεις σώας καὶ ἀκεραίας ἔχῃ, οὕτω δὴ καὶ ὁ προεστώς· οὐ μόνον γὰρ ἀπὸ τῶν ψυχικῶν καὶ σωματικῶν ἀρετῶν ὀφείλει κατακοσμεῖσθαί τε καὶ φαιδρύνεσθαι, ἀλλὰ καὶ ἀπὸ τῶν πνευματικῶν χαρισμάτων πλειόνως ἐγκαλλωπίζεσθαι, ἐπειδὴ ἄλλο ἀρετὴ καὶ ἕτερον χάρισμα. Αἱ μὲν γὰρ ἀρεταὶ ἐξ ἡμετέρας κατορθοῦνται σπουδῆς καὶ ἐξ οἰκείων πόνων συνάγονται, τὰ δὲ πνευματικὰ χαρίσματα δῶρά εἰσιν ἐκ Θεοῦ τοῖς ἀγωνιζομένοις διδόμενα.

Οἷόν τι λέγω; Ἡ νηστεία καὶ ἡ ἐγκράτεια ἀρετή ἐστι· μαραίνει γὰρ τὰς ἡδονὰς καὶ τὰς πυρώσεις συστέλλει τοῦ σώματος. Ταῦτα δὲ τῆς ἡμετέρας εἰσὶ προαιρέσεως ἔργον· τὸ δὲ ἀθλίπτως καὶ ἀπόνως ταύτας μετέρχεσθαι καὶ εἰς ἁγνείαν φθάσαι καὶ τελείαν ἀπάθειαν, τοῦτο δῶρον Θεοῦ καὶ χάρισμα ὑψηλότατον. Πάλιν, τὸ κρατεῖν ὀργῆς καὶ θυμοῦ ἀγῶνός ἐστι θαυμαστοῦ καὶ πόνου σφοδροῦ, τὸ δὲ εἰς ἀκινησίαν τούτων ἐλθεῖν καὶ γαλήνην κτήσασθαι καρδίας καὶ τελείαν πραότητα, Θεοῦ μόνου ἐστὶν ἐνέργεια καὶ τῆς ἐκείνου χειρὸς μεταποίησις. Καὶ πάλιν, τὸ διασκορπίσαι καὶ διαδοῦναι τὰ ὑπάρχοντα πάντα τοῖς πένησι καὶ γενέσθαι πτωχὸν ζητοῦντα ἐλεημοσύνην τῆς ἡμετέρας ὑπάρχει θελήσεως, τὸ δὲ μὴ ἐπιθυμεῖν τινος ἀλλὰ μετὰ χαρᾶς καὶ εὐφροσύνης ὑποφέρειν τῆς πτωχείας τὴν κάμινον, μυστική τις ὑπάρχει καὶ θεία ἐνέργεια. Οὕτω πᾶσα πρᾶξις καλή τε καὶ ἀγαθὴ κατὰ τὴν τοῦ Κυρίου ἐντολὴν γινομένη ἀρετὴ γίνεται· ἀλλὰ καθάπερ ὁ γεωργὸς κοπιᾷ μόνον ἀροτριῶν καὶ σκάπτων καὶ καταβάλλων εἰς γῆν τὰ σπέρματα, Θεοῦ δὲ δῶρον τὸ καὶ φυῆναι ταῦτα καὶ δοῦναι καρπὸν ὄψιμόν τε καὶ πρώϊμον, οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν εὑρήσεις ἐν ἀληθείᾳ γινόμενον.

Ἡμέτερον μὲν γάρ ἐστι τὸ πᾶσαν πρᾶξιν μετελθεῖν καὶ μετὰ πόνου καὶ κόπου σφοδροῦ τὰ σπέρματα τῶν ἀρετῶν καταβαλεῖν, Θεοῦ δὲ μόνου δῶρον καὶ ἔλεος τὸ καὶ βρέξαι ὑετὸν τῆς αὐτοῦ φιλανθρωπίας καὶ χάριτος καὶ καρποφόρον ἀποτελέσαι τὴν ἄκαρπον τῶν καρδιῶν ἡμῶν γῆν, ὡς ἂν ὁ καταπεσὼν τοῦ λόγου κόκκος ἐν ταῖς ἡμετέραις ψυχαῖς νοτίδα θείας μεταλάβοι χρηστότητος καὶ φυεὶς αὐξηθῇ καὶ εἰς δένδρον μέγα φθάσῃ, γενέσθαι εἰς ἀνδρικὴν δηλαδὴ τελειότητα τοῦ μέτρου τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Χρὴ οὖν σέ, τὸν ποιμένα τῶν προβάτων Χριστοῦ, πᾶσαν, ὡς εἴρηται, κεκτῆσθαι σωματικήν τε καὶ πνευματικὴν ἀρετήν, ὡς κεφαλὴν τοῦ λοιποῦ σώματος τῆς ὑπὸ σὲ Ἰσραηλιτικῆς ἐκκλησίας, ἵνα ὡς εἰς ἀρχέτυπον καλὸν πρὸς σὲ οἱ ἀδελφοὶ ἀποβλέποντες, καλοὺς καὶ αὐτοὶ τοὺς χαρακτῆρας καὶ βασιλικοὺς ὅτι μάλιστα ἐν ἑαυτοῖς ἐγχαράξωσι. Μὴ δὴ οὖν ἡ ἐν σοὶ σάλπιγξ ἠχεῖν ἡσυχάσῃ ποτέ, ἀλλὰ τοῖς μὲν τὴν ἐρχομένην ῥομφαίαν ἐπὶ τοὺς ἀπειθεῖς καὶ ἀτεράμονας πρόλεγε, ἵνα κἂν τὴν σὴν παρακουόμενος ῥύσῃ ψυχὴν τῆς φοβερᾶς ὀργῆς τοῦ Θεοῦ, τοὺς δὲ νουθέτει, δίδασκε, παρακάλει, ἐσθ’ ὅτε καὶ δεομένους ἐλέγχων καὶ ἐπιπλήξεων εὐκαίρως ἀκαίρως ἐπίστηθι, ἐπιπλήσσων, ἐπιτιμῶν καὶ ἀνακόπτων τὰς ἐπὶ κακῷ ἐγχειρήσεις αὐτῶν, καθώς σοι ἐντέλλεται ὁ θεῖος ἀπόστολος. Ἄνοιξόν σου τὰ σπλάγχνα ἐπὶ πάντας ἐπίσης τοὺς σοὺς ἀδελφούς, καὶ τὴν μὲν ἀγάπην ἴσην ἕξεις ἐπὶ πάσῃ τῇ ἐν σοὶ ἀδελφότητι, τὴν δὲ τιμὴν ἑνὶ ἑκάστῳ κατὰ τὴν ἀξίαν καὶ τὸ μέγεθος τῆς ἀρετῆς ἀπονέμεις ἀξίως, μὴ προτιμῶν τοῦ πνευματικοῦ καὶ ἐναρέτου μηδὲ αὐτὸν ὃν ἔχεις πρῶτον ἐν ταῖς διακονίαις τῆς ποίμνης σου.

Οἱ μὲν γὰρ διακονοῦντες τὴν ἀξίαν ἐπιφέρονται τῶν ἐν ταῖς Ἀποστολικαῖς Πράξεσιν ἀναγραφομένων ἑπτὰ διακόνων, οἳ καὶ ὡς πνεύματά εἰσι λειτουργικὰ εἰς διακονίαν ἀποστελλόμενα, καὶ τὸν μισθὸν εἰκότως, ἀδόλως ὡς ἐκεῖνοι καὶ πιστῶς διακονοῦντες, δίχα πάσης αἰσχροκερδίας, μέγαν ἔνθεν τε κἀκεῖσε κομίσονται. Οἱ δὲ τῇ προσευχῇ καὶ τῇ ἡσυχίᾳ καὶ τῇ διακονίᾳ προσκαρτεροῦντες τοῦ λόγου ἐν ὑπομονῇ ἔργων ἀρίστων ἀσκήσεως, αὐτῶν τῶν ἀποστόλων καὶ κορυφαίων τὴν ἀξίαν σὺν σοὶ ἐπιφέρονται, οὓς καὶ ὡς συνεργοὺς ἕξεις ἐν τῷ Εὐαγγελίῳ τῆς πνευματικῆς σου διδασκαλίας, ἀναδεχομένους τὰ βάρη τῶν ἀδελφῶν καὶ ἀνακουφίζοντάς σε τῶν πόνων, μέσον δηλαδὴ τῶν λοιπῶν κυλιομένους ὡς λίθους τιμίους.

Οὐκ ἔστι σοι ἀνάπαυσις σώματος ἐν τούτῳ τῷ ἔργῳ, ἀπόλαυσις οὐδεμία. Αἱ νύκτες ἴσα καὶ ἡμέραις δαπανηθήσονταί σοι εἰς τὴν φροντίδα τῶν καταπιστευθεισῶν σοι ψυχῶν, ἵνα μὴ θηριάλωτος μία ἐξ αὐτῶν γένηται, ἢ τῇ ἄρκτῳ τῆς ἐπιθυμίας καταβρωθεῖσα ἢ τῷ δράκοντι τοῦ θυμοῦ καταποθεῖσα ἢ τοῖς γυψὶ τῶν λογισμῶν τῆς ἐπάρσεως διαμερισθεῖσα, καὶ πολλαὶ ἡ μία καὶ τοῦ ἑνὸς γένηται εἰς ἑτερότητα διαμερισθεῖσα, ἀλλ’ ἵνα σῶον τὸ ποίμνιόν σου καὶ πολύτοκον ἀνασώσῃς τῷ ἀρχιποιμένι Χριστῷ τῷ Θεῷ, ὅλον καρποφόρον, ἀρετῶν πλῆρες, γνώσει πεφωτισμένον τῇ θείᾳ, μὴ ψωραλέον ἢ ὠτότμητον ἢ χωλὸν ὅλως ἐπιφερόμενον.

Οὕτω γὰρ καὶ πολλοὺς σώσεις, τελείους ἐν τελείοις τοῖς ἔργοις ἀπεργαζόμενος, ἐν μηδενὶ μηδαμῶς λειπομένους, ὅλους ἁγνούς, καθαροὺς ἀπὸ ῥυπαρῶν ἔργων τῷ Χριστῷ σου προσάγων, καὶ ἑαυτὸν μεγάλων ἀξιώσεις τῶν ἄνωθεν ἀμοιβῶν, ὁμόσκηνος τῶν ἀποστόλων καὶ τῶν ποιμένων Χριστοῦ γενόμενος καὶ συμβασιλεύων αὐτῷ τῷ Υἱῷ τοῦ Θεοῦ εἰς ἀπεράντους αἰῶνας.

Κανὼν εὐθὺς ὁ σὸς ἔστω βίος προκείμενος μέσον τῶν ἀδελφῶν καὶ πατέρων σου, ἵνα τὰ τῶν ἄλλων σκαμβὰ ἐν αὐτῷ ἀπευθύνωνται, μὴ φιλόϋλος, μὴ φιλόδοξος, μὴ φιλήδονος, μὴ φιλοτράπεζος, μὴ φίλοινος, μὴ πέρπερος ἢ εὐτράπελος ἢ φιλάργυρος, μὴ θυμώδης, μὴ κενόδοξος, μὴ ὑβριστής, μὴ μνησίκακος καὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδούς.

Ἀλλ’ ἔστω μᾶλλον ἀκτήμων, μισόδοξος, μισῶν ἡδονὴν πᾶσαν τοῦ βίου καὶ εὐπάθειαν τῆς σαρκός, ταπεινός, εὐτελής, εὐκατάνυκτος, προσηνής, πρᾶος, ἀόργητος, ἀφιλάργυρος, ἀπράγμων, ἥσυχος, εὐσταλής, ὑπομονητικός, πιστός, ἐγκρατής, ἐμμέριμνος, ἄγρυπνος, σπουδαῖος, ζηλωτής, φροντίδα ποιούμενος τῶν καταπιστευθεισῶν σοι ψυχῶν ὡς οἰκείων μελῶν, εἰ δέοι δὲ τιθεὶς καὶ τὴν ψυχήν σου καθ’ ἑκάστην ὑπὲρ αὐτῶν, μὴ προτιμώμενος ἕτερόν τι τῶν τοῦ κόσμου πραγμάτων τῆς ἀγάπης αὐτῶν. Καὶ γὰρ ἐπεὶ τῶν λοιπῶν αὐτὸς προεκρίθης εἰς τὸ ποιμαίνειν τὴν λογικὴν ποίμνην τοῦ Δεσπότου σου καὶ Θεοῦ, δεῖ σε κατὰ τὸν αὐτοῦ λόγον ἔσχατον πάντων εἶναι τῷ φρονήματι καὶ τῇ κατὰ Θεὸν ταπεινώσει σου, ἵνα ὡς δυνατὸς μὲν τὰ ἀσθενήματα βαστάζῃς τῶν ἀδυνάτων, ὡς δὲ ἰατρὸς τὰ πάθη θεραπεύῃς καὶ τὰ νοσήματα τῶν νοσούντων κατὰ ψυχήν, ὡς δὲ ποιμὴν τὸ πλανώμενον ἐπιστρέφῃς καὶ τὸ καλῶς ἔχον πολύτοκον ἐργάζῃ ταῖς ἀρεταῖς, τὸ δὲ ψώρας γέμον καὶ ἀνιάτως ἔχον τῆς ἀγέλης σου τέμνῃς τῆς λογικῆς, ἵνα μὴ καὶ τοῖς ὑγιέσι τῶν λογικῶν σου προβάτων μεταδῷ τοῦ νοσήματος.

Σπεῦδε οὖν ἐπαυξάνειν τὸ ποίμνιον τοῦ Δεσπότου σου. Μὴ πρὸς ἀνέσεις ἢ τρυφὰς ἐκκλίνῃς τοῦ σώματος, μηδὲ τὸ ἔριον καὶ τὸ στέαρ καταδαπανήσῃς κακῶς τῶν προβάτων Χριστοῦ, ἑαυτῷ μᾶλλον ἢ τοῖς ἀδελφοῖς σου τὰ τῆς μονῆς θησαυρίζων ἀπολαύσεως ἕνεκεν. Μὴ διὰ δόξαν ἀνθρωπίνην πράξῃς ἢ λέξῃς τι τῶν μὴ ἀνηκόντων τῇ μονῇ σου πραγμάτων, μὴ συνεχεῖς ἀγαπήσῃς τὰς προόδους ποιεῖσθαι ἐν ἡμιόνοις πολυτιμήτοις καὶ τοῖς ἑπομένοις ὁμοῦ καὶ προάγουσιν. Ἀρκετὸν γάρ σοι καὶ ἅπαξ τοῦ μηνὸς ἐξερχομένῳ τὰς ἀναγκαιοτέρας ἐκτελεῖν διακονίας καὶ ὑποθέσεις τῆς ποίμνης σου, τὰς δ’ ἄλλας οἱ διακονοῦντες ποιήσουσι, τὸ ἀπερίσπαστόν σοι διατηροῦντες ἐν τῇ διακονίᾳ τοῦ λόγου καὶ τῇ ἐπιμελείᾳ δηλονότι μετ’ εὐχῆς προσκαρτεροῦντι τῶν ἀδελφῶν. Μὴ ἑαυτῷ μὲν τραπέζας ἑτοιμάζῃς πολυτελεῖς, τοῖς δέ γε τέκνοις ταπεινὰς καὶ ἀναρτύτους καὶ καταπεφρονημένας, ἀλλὰ κοινὴ μὲν ἡ τράπεζα ἄνευ τινὸς ἀρρωστίας καὶ ὑπαντῆς φίλων, τῶν τοῦ αὐτοῦ σοι καὶ φρονήματος καὶ βίου, σοί τε καὶ τοῖς τέκνοις ἔστω· εἴτε διὰ λαχάνων ἐφθῶν καὶ σπερμάτων, εἴτε καὶ διὰ ἰχθύων ἅπαξ τῆς ἑβδομάδος κατὰ Κυριακὴν ἡμέραν καὶ Δεσποτικὴν ἑορτὴν παρὰ τοῦ κελλαρίτου κοινῶς ἑτοιμάζεται.

Οὐκ ἔσῃ θυμῷ καὶ ὀργῇ καὶ κραυγῇ κατὰ τῶν σῶν φερόμενος τέκνων καὶ ἀδελφῶν ἄνευ τινὸς πράγματος κίνδυνον προξενοῦντος ψυχῆς, ἀλλὰ ἠπίῳ λόγῳ καὶ φθέγματι διδάξεις αὐτοὺς πῶς δεῖ περιπατεῖν ἕκαστον καὶ μέσον τῆς ἀδελφότητος ἀναστρέφεσθαι. Τοὺς νέους καὶ ἀστηρίκτους διδάξεις φείδεσθαι ἑαυτῶν τε καὶ τῶν λοιπῶν ἀδελφῶν, ἵνα μὴ πρόξενοι τοῖς ὁρῶσι γίνωνται βλάβης διά τε τοῦ βαδίσματος καὶ τῆς ἀκαταστασίας τῶν ἠθῶν καὶ τῆς παρρησίας καὶ τῶν ἀτάκτων τῆς νεότητος ἐπιτηδευμάτων.

Τοὺς ἐν τῇ ἀσκήσει χρονίσαντας ἐν λόγῳ διδάξεις συνέσεως τὴν ὑπομονὴν τῶν ἐπερχομένων πειρασμῶν ἀπὸ τοῦ ἐχθροῦ, τὴν ταπείνωσιν, τὴν συντριβὴν τῆς καρδίας, τὴν κατάνυξιν, τὰ δάκρυα, τὴν ἐπιμέλειαν καὶ παράστασιν τῆς εὐχῆς, τὸ μακάριον πένθος καὶ τοῦ εἶναι καὶ γίνεσθαι διὰ λόγου καὶ πράξεως τῶν λοιπῶν εἰς ὠφέλειαν. Τοὺς ἱερεῖς τὴν εὐλάβειαν, τὴν ἡσυχίαν, τὴν μελέτην τῶν θείων Γραφῶν, τὴν εἴδησιν ἀκριβῶς τῶν ἀποστολικῶν κανόνων καὶ παραδόσεων, τὴν τῶν δογμάτων ὀρθότητα, τὴν καθαρότητα τῆς καρδίας, τὴν ἐπίμονον προσευχὴν καὶ κατάνυξιν, τὴν τοῦ θείου βήματος ἐν φόβῳ Θεοῦ καὶ τρόμῳ παράστασιν, τὸ τῆς ἱερουργίας μυστήριον, τὴν ἀποκάλυψιν τῶν τοῦ Θεοῦ μυστηρίων, ἐπειδὴ αὐτοῖς δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν κατὰ τὴν τοῦ Κυρίου φωνήν, ἵνα ὦσι πάσῃ τῇ ἀδελφότητι καὶ τοῖς ἔξω ἅλας θεῖον καὶ φῶς, λόγον ζωῆς ἐν ἑαυτοῖς ἔχοντες.

Εἰ δὲ κατὰ τῶν ἀτάκτων δεῖ σέ ποτε ἐν ῥάβδῳ καὶ βακτηρίᾳ εὐλόγῳ κινηθῆναι θυμῷ πρὸς τὸ ἀνακοπήν τινα ποιήσασθαι τοῦ κακοῦ καὶ ἀναστεῖλαι λοιμώδη φθορὰν ἐν αὐτοῖς, ἵνα μὴ ἐπὶ τὸ χεῖρον ἐπεκτανθῇ τὰ τῆς φαύλης ἐργασίας καὶ διαθέσεως, οὐδὲ τοῦτο ἀπᾷδον ἐκρίθη τοῖς ἀποστόλοις ἐν ταῖς αὐτῶν διατάξεσι καὶ τοῖς θεοφόροις πατράσιν ἡμῶν. Πᾶσα γὰρ κίνησις καὶ πᾶσα πρᾶξις ἡμῶν, ἡ κακίαν μὲν ἀναστέλλουσα καὶ διώκουσα, δικαιοσύνῃ δὲ βοηθοῦσα καὶ ἀρετῇ, ἐπαινετή τέ ἐστι καὶ θεάρεστος καὶ πᾶσιν εὐαπόδεκτος τοῖς δικαίοις. Καὶ μάρτυς Ἰησοῦς, φραγγελίῳ τύπτων τοὺς ἀτεράμονας Ἰουδαίους, ἐμπορίου οἶκον τὸν οἶκον πεποιηκότας τῆς προσευχῆς, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν ἀνατρέπων. Μὴ οὖν ἐν προσποιήσει πραότητος διὰ μόνον ἔπαινον τῶν ἀνθρώπων, μικροῦ τινος πράγματος παρ’ ἐντολὴν Θεοῦ γενομένου ἐπὶ καταστροφῇ τῶν ἀποστολικῶν κανόνων καὶ διατάξεων καὶ ἐφ’ ὕβρει τοῦ εὐαγγελικοῦ βίου καὶ τῆς τῶν μοναχῶν καταστάσεως καταφρονήσῃς, ἀλλὰ τὸν σὸν μιμούμενος Ἰησοῦν καὶ Θεόν, ἐμβριμώμενος καὶ ἑαυτὸν ἀπαθῶς ἐκταράσσων, ἐκδίκησιν ποιοῦ τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν τεθέντων κανόνων ὑπὸ τῶν ἀποστόλων αὐτοῦ.

Ἔστω σοι μετὰ πάντων καὶ ἐπὶ τῇ ἐξετάσει τῶν λογισμῶν ἑκάστου ἀκρίβεια, ὡς ἂν εἰδείης τίνες μὲν αὐτῶν συστάσεως δέονται τῆς τῶν εὐχομένων καὶ κοινωνούντων, τίνες δὲ ἀφορισμοῦ καὶ τῆς μετὰ δακρύων μετανοίας καὶ στάσεως τῶν μετανοούντων, ἵνα μὴ τὴν ἐκκλησίαν Θεοῦ ἀντὶ ναοῦ ἁγίου σπήλαιον ληστῶν ἢ πορνεῖον ἐν ἀγνοίᾳ ἢ γνώσει ποιήσῃς κατὰ προσπάθειαν, καὶ οὐκ ἐκφεύξῃ τὸ φοβερὸν ἐπὶ τούτῳ κρίμα τῆς ὀργῆς τοῦ Θεοῦ.

Ἴσθι γὰρ ὅτι ἑκάστῳ τῶν τοιούτων κατάλληλον οἱ αὐτόπται τοῦ Λόγου καὶ μαθηταὶ τὸν τόπον εἰκότως ἀπένειμον. Καὶ δεῖ σε τῆς ἀναγνώσεως μᾶλλον τῶν διατάξεων καὶ τῶν κανόνων αὐτῶν ἐπιμελῶς ἔχεσθαι, ἵνα εἰδὼς ἔσῃ τίνα τὰ τῶν εἰς Χριστὸν πιστευόντων εἰσὶ κεκρυμμένα μυστήρια, καὶ μὴ σφάλῃ ποιῶν τὰ μὴ τῇ θεοσεβείᾳ προσήκοντα. «Εὐλαβεῖς ποιήσεις» κατὰ τὸ γεγραμμένον «τοὺς πνευματικούς σου υἱούς» καὶ διδάξεις αὐτοὺς εὐλαβεῖσθαι ἀπὸ τῶν ἱερῶν τε καὶ θείων τόπων ὁμοῦ καὶ σκευῶν τοῦ ἡγιασμένου ναοῦ τοῦ Θεοῦ καὶ τῆς λειτουργίας αὐτοῦ, ἐπειδὴ γέγραπται· «Μακάριος ἄνθρωπος ὁ πάντα δι’ εὐλάβειαν καταπτήσσων.» Μόνοις γάρ, ἴσθι, τοῖς ἱερωμένοις καὶ τοῖς ἐξ ἀγώνων καὶ μετανοίας διὰ δακρύων καθαρθεῖσι πολλῶν καὶ τῶν ἀχράντων μετέχουσι μυστηρίων Χριστοῦ ἡγιασμένοις καὶ εὐλαβεστάτοις τῶν μοναχῶν ἡ λειτουργία τῶν τοιούτων καὶ τὸ ἅπτεσθαι αὐτῶν παρὰ τῶν πατέρων καὶ ἀποστόλων ἀφιερώθη. Οὐ συγχωρήσεις πᾶσι καὶ τοῖς βουλομένοις τὴν τοῦ θείου βήματος εἴσοδον, ἀλλ’ ἢ μόνοις, ὡς εἴρηται, τοῖς ἱερωμένοις καὶ ἡγιασμένοις τῶν εὐλαβεστέρων ἀδελφῶν καὶ πατέρων σου, τοῖς δὲ λοιποῖς καὶ ἀτάκτως περιπατοῦσι τῶν ἀδελφῶν—ὅρα τί σοὶ λέγεται —ἀποκλείσεις αὐτήν.

Πολλοὶ γάρ, εὖ ἴσθι, ἐκ τῆς τῶν τοιούτων καταφρονήσεως τέμνονται τῆς παρούσης ζωῆς, καὶ πάντως παρορῶντός σου τοῦτο γίνεσθαι, τὸ αἷμα τῶν τεμνομένων διὰ τοῦτο τῆς ζωῆς ἐκ τῶν χειρῶν σου ἀπαιτηθήσεται.

Ταῦτα, ὦ ποιμὴν τῶν προβάτων Χριστοῦ, καὶ τούτων ἔτι πλείονα, ἃ εἰδέναι ἀκριβῶς καὶ ποιεῖν σπουδαίως ὀφείλεις εἰς φυλακὴν τοῦ ποιμνίου σου. Τοιγαροῦν καὶ εἰ σαυτὸν ἔγνως εἰς τοσαύτην ἐλάσαντα ἱκανότητα καὶ τοιούτων εὐμοιρήσαντα χαρισμάτων, ὡς ἐκ μόνου τοῦ ἐκλάμποντος ἀπὸ σοῦ φωτὸς τῶν καλῶν ἔργων καὶ τῆς ἐνθέου σοφίας καὶ γνώσεως φωτίζεσθαι πάντας τοὺς πλησιάζοντάς σοι τῶν ἰδίων καὶ ἀλλοτρίων, ποίμαινε θαρρῶν τὰ πρόβατα Χριστοῦ τῷ ἐπιστήμονι λόγῳ τῆς δοθείσης σοι χάριτος ἐμπράκτως, κατὰ τὸν ὅρον καὶ νόμον τὸν προαποδοθέντα σοι ἄνωθεν, καὶ βόσκε τὰ ἀρνία αὐτοῦ εἰς νομὰς σωτηρίους τῶν αὐτοῦ ἐντολῶν, ἕως οὗ αὐξηνθῶσι καὶ εἰς μέτρον ἡλικίας ἀναδράμωσι τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ ἕξεις πολὺν ἐξ αὐτοῦ τὸν μισθὸν τοῦ γενέσθαι τῶν αὐτοῦ ἀποστόλων σύνθρονος καὶ ὁμόσκηνος· εἰ δ’ οὖν, ἀλλὰ συστάληθι πρὸς ἑαυτόν, εἴ τί μοι πείθῃ κηδομένῳ τῆς σωτηρίας σου, ἐπειδὴ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.