Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι

Συμεὼν ὁ Νέος Θεολόγος

Τριαδική θεολογία και το ακατάληπτο της θείας φύσης

Δογματικοί λόγοι για την αχώριστη ενότητα Πατρός και Υιού, την καταδίκη των καινοτομιών και τα όρια της ανθρώπινης γνώσης ενώπιον του Κτίστη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 10 από 17

Ἐπιστολὴ πρὸς μοναχὸν ἐρωτήσαντα· πῶς χωρίζεις τὸν υἱὸν ἀπὸ τοῦ πατρός, ἐπινοίᾳ ἢ πράγματι; ἐν ᾗ εὑρήσεις πλοῦτον θεολογίας ἀνατρεπούσης τὴν αὐτοῦ βλασφημίαν.

Ἔλαμψας, ἐξέφανας φῶς τὸ τῆς δόξης, φῶς ἀπρόσιτον τῆς σῆς οὐσίας, σῶτερ, καὶ κατηύγασας ψυχὴν ἐσκοτισμένην, μᾶλλον δὲ σκότος οὖσαν ἐξ ἁμαρτίας ὡς τὸ φυσικὸν ἀπολέσασαν κάλλος, ὡς ἐξ ᾅδου τε ἀνήγαγες κειμένην καὶ φῶς ἰδεῖν δέδωκας θείας ἡμέρας καὶ τοῦ ἡλίου ἀκτῖσιν ἐλλαμφθῆναι καὶ φῶς γενέσθαι ταύτην· ὢ μέγα θαῦμα· οὐ πιστεύουσιν οἱ δόξης τῶν ἀνθρώπων μὴ καταφρονήσαντες, ὡς ἐνετείλω· οὐδὲ γὰρ ἐγεύσαντο δόξης τῆς θείας, ἣν δέδωκας σὺ καὶ δίδως νῦν, θεέ μου, τοῖς ἀπὸ ψυχῆς ὅλῃ τῇ διαθέσει σὲ ζητήσασι, τὴν αἰώνιον δόξαν, σὲ τὸν ἀληθῶς θεὸν δεδοξασμένον, ὃν τὸ κατιδεῖν ἀκρότης ἐστὶ δόξης· ὁ δὲ ἀεί σε βλέπειν ἠξιωμένος πάντως ἔλαχεν ἀγγελικῆς ἀξίας, εἰ καὶ δέδεται τῇ σαρκὶ κατὰ φύσιν· εἰ δὲ καὶ μεῖναι παρ’ αὐτῷ κατεδέξω καὶ καταμένειν ἐν σοὶ προσηβουλήθης, τὴν σὴν ἐξεπλήρωσας οἰκονομίαν καὶ ὅμοιόν σου τὸν φθαρτὸν ἀπειργάσω θεόν, ὁ θεὸς ὁ συνυπάρχων φύσει, ὁ προάναρχος θεῷ τῷ συνανάρχῳ υἱῷ καὶ λόγῳ τῷ ἐκ σοῦ γεννηθέντι, οὐκ ἐπινοίᾳ ἐκ σοῦ χωριζομένῳ, ἀλλὰ πράγματι ἀχωρίστῳ σου ὄντι· εἰ δὲ καὶ χωρίζεται, ἀλλ’ οὐ τῇ φύσει, τῇ ὑποστάσει δὲ μᾶλλον εἴτ’ οὖν προσώπῳ· τὸ γὰρ πράγματι ἀσεβῶν καὶ ἀθέων, τὸ δ’ ἐπινοίᾳ ὅλως ἐσκοτισμένων· ἔχει γὰρ ὁ νοῦς γεννώμενον τὸν λόγον ἀπαύστως πάντως καί πως κεχωρισμένον· εἰ δὲ γεννᾶται, καὶ προέρχεται ὄντως καὶ κεχώρισται ἐνυποστάτῳ λόγῳ, ἀλλὰ καὶ μένει τοῦ γεννήσαντος ἔνδον, ὅπερ καὶ κόλπον πατρικὸν δεῖ νοῆσαι, καὶ διέρχεται εἰς τὸν σύμπαντα κόσμον καὶ πάντα πληροῖ τοῦ πατρὸς ὅλως δίχα καὶ σὺν τῷ πατρὶ ὅλος αὐτὸς ὑπάρχει· μετέρχεται δὲ πάντως ταῖς ἐνεργείαις καὶ τῇ ἐλλάμψει μεταβαίνειν νοεῖται· ἐμπεριπατεῖν ἤκουσας γὰρ καὶ μένειν καὶ ἀποστρέφειν τὸ πρόσωπον καὶ βλέπειν· κατέρχεσθαί τε καὶ ἀνέρχεσθαι πάλιν, παραγίνεσθαι καὶ ἀφίπτασθαι αὖθις καὶ ἄλλα πολλὰ τῆς θείας ἐνεργείας.

αἱ θεῖαι γραφαὶ πᾶσαι δημηγοροῦσιν, ἃ ἐλάλησεν ἐκπορευθὲν τὸ πνεῦμα τὸ πανάγιον ἐκ τοῦ πατρὸς ἀφράστως καὶ ἀπεστάλη δι’ υἱοῦ τοῖς ἀνθρώποις· οὐ τοῖς ἀπίστοις οὐδὲ τοῖς φιλοδόξοις, οὐ τοῖς ῥήτορσιν οὐδὲ τοῖς φιλοσόφοις, οὐ τοῖς μαθοῦσι συγγραφὰς τῶν Ἑλλήνων, οὐ τοῖς τὰς γραφὰς ἀναγνοῦσι τὰς ἔξω, οὐ τοῖς ἐξασκήσασι σκηνικὸν βίον, οὐ τοῖς λαλοῦσι τορνευτῶς καὶ πλουσίως, οὐ τοῖς λαχοῦσι μεγάλων ὀνομάτων, οὐ τοῖς τυχοῦσι φιλεῖσθαι παρ’ ἐνδόξων, οὐ συμπράξασι τοῖς πράξασιν ἀνόμως, οὐ τοῖς καλοῦσιν οὐδὲ τοῖς καλουμένοις, οὐδὲ παίζουσιν οὐδὲ τοῖς παιζομένοις, ἀλλὰ τοῖς πτωχοῖς πνεύματι καὶ τῷ βίῳ, τοῖς τὴν καρδίαν καθαροῖς καὶ τὸ σῶμα, τοῖς λόγον ἁπλοῦν καὶ ἁπλούστερον βίον καὶ ἁπλουστέραν κεκτημένοις τὴν γνώμην, τοῖς τὴν δόξαν φεύγουσιν ὡς πῦρ γεέννης καὶ κολακευτὰς ἀπὸ ψυχῆς μισοῦσιν· (οὐ γὰρ δέχεται τὸ πνεῦμα κολακείας οὐδ’ ἀνέχεται ἀκούειν, ὃ μὴ ἔστι·) τοῖς πρὸς μόνην βλέπουσι ψυχῆς τὴν δόξαν καὶ τῶν ἀδελφῶν τὴν σωτηρίαν πάντων καὶ μηδὲ μικρᾷ καρδιακῇ κινήσει αἴσθησιν λαμβάνουσι πρός τι τοῦ κόσμου, ἐπαίνων οἷον ἢ δόξης ἀνθρωπίνης ἢ πάσης ἄλλης ἡδονῆς εἴτε πάθους· οὗτοι γὰρ νεκροὶ καὶ ζῶντες ἀληθείᾳ, ὅτι πέλουσιν ἀληθεῖς καὶ ὡς πλάνοι· οὗτοι ταπεινοὶ πνεύματι καὶ καρδίᾳ πραεῖς τε εἰσὶ καὶ ζηλωταὶ κυρίῳ· οὗτοι ἀσεβεῖς εἰσι τοῖς ἀσεβέσι καὶ ὀσμὴ ζωῆς τοῖς ἐκλεκτοῖς κυρίου· οὗτοι καὶ πόρνοι τοῖς πόρνοις τῇ καρδίᾳ καὶ ἰσάγγελοι τοῖς τὴν ψυχὴν παρθένοις· οὗτοι καὶ δόξης ἐν μέσῳ ταπεινοῦνται καὶ ἐν πενίᾳ εἰσὶ δεδοξασμένοι· οὗτοι καὶ εὐτέλειαν ὡς βασιλείαν καὶ βασιλείαν ὡς πτωχείαν ἡγοῦνται· οὗτοι τρώγοντες εἰσὶν ἐν ἐγκρατείᾳ καὶ νηστεύοντες πᾶν εἶδος ἐμπιπλῶνται· οὗτοι οὐ συνέρχονται τῇ ἀδικίᾳ οὐδὲ παριδεῖν δύνανται τεθλιμμένον καὶ καταπονούμενον ὑπὸ πλουσίων· οὗτοι πρόσωπον οὐκ αἰδοῦνται ἀνθρώπων· τὸ γὰρ πρόσωπον ὁρῶσι τοῦ κυρίου· οὗτοι οὐ κλῶνται τοῖς δώροις τὴν καρδίαν καὶ οὐ παρορῶσι νόμον δικαιοσύνης· ἔχουσι καὶ γὰρ τὸν ἀσύλητον πλοῦτον καὶ τὰ τοῦ κόσμου πάντα λογίζονται ὡς κόπρον· οὗτοι ἔχοντες διδάσκαλον τὸ πνεῦμα μάθησιν οὐ χρῄζουσιν ἐκ τῶν ἀνθρώπων, ἀλλὰ τῷ φωτὶ λαμπόμενοι τῷ τούτου βλέπουσι τὸν υἱόν, ὁρῶσι τὸν πατέρα καὶ προσκυνοῦσι τριάδα τοῖς προσώποις, τὸν ἕνα θεὸν ἡνωμένον τῇ φύσει ἀφράστως· οὗτοι μυοῦνται ἐκ τοῦ πατρὸς δὲ πάλιν, ὅτι γεννᾶται ὁ υἱὸς ἀμερίστως, ὡς οἶδε μόνος· εἰπεῖν γὰρ οὐκ ἰσχύω· εἰ γὰρ ἴσχυον, εἶχε πάντως ὁ λόγος τὰ ὑπὲρ λόγον καὶ διάνοιαν φράσαι καὶ ἄνω κάτω τὰ σύμπαντα γενέσθαι· εἰ γὰρ τὸ κτίσμα τὸν κτίστην καταμάθῃ καὶ οἷός ἐστιν ὅλον κατανοήσει καὶ εἰπεῖν λόγῳ καὶ γράψαι ἐξισχύσει, γέγονε τοῦ κτίσαντος τὸ ἔργον κρεῖσσον· παῦσον, ἄνθρωπε· φρῖξον, βροτὲ τῇ φύσει, καὶ ἐννόησον, ὅτι μὴ ὢν παρήχθης καὶ τῆς μητρῴας νηδύος παρακύψας εἶδες τὸν κόσμον τὸν πρὸ σοῦ παραχθέντα· καὶ εἰ δυνηθῇς οὐρανοῦ ὕψος γνῶναι ἢ τὴν οὐσίαν ὑποδεῖξαι, ὁποία, τοῦ ἡλίου τε σελήνης καὶ ἀστέρων, ποῦ κεκόλληνται καὶ πῶς περιπατοῦσιν ἄψυχα ὄντα καὶ ἀναισθήτως κινούμενα· ἢ τῆς γῆς αὐτῆς, ἐξ ἧς αὐτὸς ἐλήφθης, ὅρους καὶ μέτρα, πλάτη τε καὶ μεγέθη καὶ ἐπὶ τίνος ἐποχεῖται, εἰ εἶδες, πάλιν δ’ ἐκεῖνο τί ἐστιν ἢ ποῦ τὴν βάσιν ἔχει· ταῦτα εἰ ἔγνως καὶ καθ’ ἓν εὗρες τέλος καὶ τῆς θαλάσσης εἰ μετρήσεις τὴν ψάμμον, εἴτε σοῦ αὐτοῦ διαγνῶναι τὴν φύσιν καὶ τῆς σοφίας τὸ ἔργον ἑρμηνεῦσαι, τότε καὶ αὐτὸν τὸν ποιητὴν νοήσεις, πῶς ἐν τριάδι ἡ μονὰς ἀσυγχύτως καὶ ἐν μονάδι τριὰς ἀδιαιρέτως· ζήτησον πνεῦμα, ἔξω γενοῦ τοῦ κόσμου, μὴ δώῃς ὕπνον ὀφθαλμοῖς τὸ παράπαν μήτε φροντίσῃς τῆς ζωῆς τῆς παρούσης· κλαῦσον, πένθησον, ὃν ἀπώλεσας χρόνον· ἴσως ὁ θεὸς παρακληθῇ καὶ δώσει, ὥσπερ τὸ πρὶν δέδωκεν, ἰδεῖν τὸν κόσμον καὶ τὸν ἥλιον καὶ τὸ φῶς τῆς ἡμέρας· οὕτω καὶ τὰ νῦν λάμψαι καταξιώσει καὶ ὑποδεῖξαι τὸν νοερόν σοι κόσμον καὶ φωτὶ ἐλλάμψαι σε τῷ τρισηλίῳ· ὃ εἰ θεάσῃ, τότε γνώσεις ἃ λέγω, τότε μαθήσῃ τοῦ πνεύματος τὴν χάριν· ὅτι καὶ ἀπὸν πάρεστι τῇ δυνάμει καὶ παρὸν οὐχ ὁρᾶται τῇ θείᾳ φύσει, ἀλλὰ καὶ πάντῃ καὶ οὐδαμοῦ ὑπάρχει· εἰ γὰρ ζητήσεις αἰσθητῶς ἰδεῖν τοῦτο, ποῦ ἂν εὑρήσεις;

οὐδαμοῦ, πάντως εἴποις· εἰ δὲ νοερῶς ἀναβλέψαι ἰσχύσεις, μᾶλλον δ’ ἐκεῖνο τὸν νοῦν σου καταλάμψει καὶ διανοίξει κόρας τῆς σῆς καρδίας, τότε πανταχοῦ εἶναι οὐχ ἀπαρνήσῃ, ἀλλὰ δι’ αὐτοῦ ἅπαντα διδαχθήσῃ, εἰ καὶ ἀμαθὴς καὶ ἀγροῖκος τυγχάνεις· εἰ δὲ οὐκ ἔγνως ὀφθαλμὸν ἀνοιγέντα τῆς διανοίας τῆς σῆς καὶ φῶς ἰδόντα· εἰ οὐκ ᾐσθήθης γλυκύτητος τῆς θείας· εἰ οὐκ ἐλάμφθης τῷ πνεύματι τῷ θείῳ· εἰ οὐκ ἔκλαυσας δάκρυα ἀνωδύνως· εἰ ἐκπλυθέντα τὸν νοῦν οὐκ ἐθεάσω· εἰ καθαρθεῖσαν οὐκ ἔγνως σὴν καρδίαν καὶ ἐκλάμψασαν φαιδρὰς ἀντανακλάσεις καὶ ἀνελπίστως εὗρες Χριστὸν ἐντός σου καὶ ἐξεπλάγης κάλλος ἰδὼν τὸ θεῖον καὶ ἐπελάθου φύσεως ἀνθρωπίνης ὅλον σεαυτὸν βλέπων ἠλλοιωμένον, πῶς περὶ θεοῦ λαλεῖν, εἰπέ, οὐ φρίττεις;

πῶς δὲ καὶ τολμᾷς σὰρξ αὐτὸς ὅλος πέλων καὶ μήπω πνεῦμα γεγονὼς ὡς ὁ Παῦλος περὶ πνεύματος φιλοσοφεῖν ἢ λέγειν, ὃ ἐν τοιούτοις μὴ κατοικεῖν ἀκούεις διὰ τὸ εἶναι σάρκας αὐτούς, ὡς λόγος· ἀλλ’ ἔγραψα ταῦθ’, ἵνα γνῷς, πῶς πιστεύω, καὶ εἰ θελήσεις, πεισθῇς μοι καὶ στυγνάσεις· εἰ γὰρ ἀληθῶς τὸν θησαυρὸν οὐκ ἔχεις, ὅνπερ ὁ κόσμος οὐ δύναται χωρῆσαι· εἰ μὴ οὔπω ἔλαβες δόξαν τῶν ἁλιέων, ἣν οἱ λαβόντες θεὸν ἔλαβον ὄντως, καταλείψεις κόσμον καὶ τὰ ἐν κόσμῳ, ὀξυποδήσεις, δράμῃς πρὸ τοῦ κλεισθῆναι πύλας βίου σοι καὶ τοῦ τῇδε θεάτρου καὶ διαλυθῇ ἡ πανήγυρις, οἴμοι, καὶ συσκοτάσει ἥλιος καὶ τὰ ἄστρα καὶ γῆ παρέλθῃ καὶ ἀνοιχθῇ ὁ ᾅδης καὶ τὸ πᾶν γενήσεται σκότος καὶ χάος· καὶ τότε γνώσῃ, φίλη ψυχή, καὶ μάθῃς ὅτι οἱ μὴ ἔχοντες πνεῦμα τὸ θεῖον ἐν διανοίᾳ λαμπάδος δίκην λάμπον καὶ ἐν καρδίᾳ ἐνοικοῦν ἀνεκφράστως τῷ αἰωνίῳ παραπέμπονται σκότει· καὶ γὰρ τὸ πνεῦμα ὁ κύριος ὑπάρχει, πνεῦμα δ’ ὁ θεός, ὁ πατὴρ τοῦ κυρίου· ἓν πάντως πνεῦμα· οὐδὲ γὰρ διαιρεῖται· τοῦτο ὁ ἔχων ὄντως ἔχει τὰ τρία, ἀλλ’ ἀσυγχύτως, εἰ καὶ ἀδιαιρέτως· ἔστι γὰρ πατήρ, καὶ πῶς υἱὸς ὑπάρξει; ἔστι γὰρ ἀγέννητος τὸ κατ’ οὐσίαν, ἔστι τε υἱός, καὶ πῶς γένηται πνεῦμα; πνεῦμα τὸ πνεῦμα, καὶ πῶς πατὴρ φανεῖται; πατὴρ ὁ πατήρ, ὅτι ἀεὶ γεννήτωρ· πῶς δὲ γίνεται ἡ ἀειγεννησία;

ὅτι τοῦ πατρὸς οὐ χωρίζεται ὅλως καὶ ὅλος προέρχεται ἀνερμηνεύτως· πάντοτε μένει ἐν τῷ πατρικῷ κόλπῳ καὶ προέρχεται πάντοτε ἀνεκφράστως· υἱὸς ἐν πατρὶ ἀεννάως ὁρᾶται γεγεννημένος, ἀλλὰ συνηνωμένος· καὶ ἐν υἱῷ γὰρ ὁ πατὴρ καθορᾶται ἀδιαστάτως, ἀτόμως, ἀχωρίστως· υἱὸς ὁ υἱός, ὅτι ἀεὶ γεννᾶται καὶ πρὸ αἰώνων ἐστὶ γεγεννημένος· προερχόμενος οὐ τέμνεται τῆς ῥίζης, ἀλλὰ καὶ χωρὶς ἀχώριστος τυγχάνει καὶ ἡνωμένος ὅλος πατρὶ τῷ ζῶντι αὐτός τε ζωὴ πᾶσι τὸ ζῆν παρέχων· ὅσα ὁ πατήρ, καὶ ὁ υἱὸς τοσαῦτα· ὅσα ὁ υἱός, καὶ ὁ πατὴρ ὡσαύτως· βλέπω τὸν υἱόν, καὶ βλέπω τὸν πατέρα· ὁρᾶται πατὴρ υἱῷ ἀπαραλλάκτως, πλὴν ὁ μὲν γεννᾷ, ὁ δὲ ἀεὶ γεννᾶται· (τί χωρὶς πατρός ἐστιν, ὅπερ καὶ ἔστι, τί ἐστιν; εἰπέ, φράσον πᾶσιν ἀνθρώποις·) θεὸς ἄναρχος καὶ ποιητὴς τῶν πάντων, εἴ τι γέγονε καὶ γενήσεσθαι μέλλει, θεὸς τῷ πατρὶ ἶσος καὶ κατ’ οὐσίαν καὶ κατὰ φύσιν καὶ κατὰ ἐξουσίαν καὶ κατὰ μορφὴν ὄντως καὶ κατ’ ἰδέαν καὶ κατὰ χρόνον πατρὸς οὐδέπω δίχα· πῶς προέρχεται; ὡς ἐκ νοὸς ὁ λόγος· πῶς χωρίζεται; ὡς φωνὴ ἐκ τοῦ λόγου· πῶς σωματοῦται;

ὡς γραφόμενος λόγος· ἐκ τῶν ὑψηλῶν εἰς ταπεινὰ κατήχθην καὶ πρὸς ἐμαυτὸν λυπηθεὶς ἐγενόμην καὶ τὸ γένος ἔκλαυσα τὸ τῶν ἀνθρώπων, ὅτι ζητοῦσι παραδείγματα ξένα· ἐπινοίας τε καὶ πράγματα καὶ λέξεις παρεισάγουσιν ἀπὸ τῶν ἀνθρωπίνων ἐξεικονίζειν δοκοῦντες τὴν θείαν φύσιν· φύσιν, ἣν οὐδεὶς ἀγγέλων ἢ ἀνθρώπων ἢ κατιδεῖν ἴσχυσεν ἢ ὀνομάσαι· τί γὰρ καὶ καλέσειε τὸν κτίστην πάντων; ὀνόματα γὰρ καὶ πράγματα καὶ λέξεις, πάντα τοῦ θεοῦ γεγόνασι προστάξει· ἔθηκε καὶ γὰρ ὀνόματα τοῖς ἔργοις ἑκάστῳ τε πράγματι κλῆσιν ἰδίαν· οὐ πᾶσι δ’ αὐτός, ἀλλ’ ἔδωκε καὶ ἔργοις τοῖς ἔργοις πάλιν ὀνόματα τιθέναι, καὶ ἄλλος ἄλλο καὶ καλεῖ καὶ καλεῖται· ὄνομα δ’ αὐτοῦ ἡμῖν οὔπω ἐγνώσθη, εἰ μὴ ὁ ὢν ἄφραστος θεός, ὡς εἶπεν· εἰ οὖν ἄφραστος, εἰ ὄνομα οὐκ ἔχει, εἰ ἀόρατος, εἰ ἀποκεκρυμμένος, εἰ ἀπρόσιτος, εἰ μόνος ὑπὲρ λόγον, ὑπὲρ ἔννοιαν οὐ μόνον τὴν βροτείαν, ἀλλὰ καὶ αὐτὴν τὴν τῶν ἀΰλων νόων (ἔθετο καὶ γὰρ ἀποκρυβὴν τὸ σκότος, καὶ πάντα τἆλλα ἔνθεν εἰσὶ τοῦ σκότους, μόνος δ’ ἐκεῖνος ὡς φῶς ἔξω τοῦ σκότους), πῶς περὶ αὐτὸν ἐπίνοιαν εἰσάγεις εἴτε πράγματι χωρισθέντα κατεῖδες; πόθεν δὲ καὶ πῶς πεπέρακας τὸ σκότος καὶ μόνος πάντων ἐχωρίσθης κτισμάτων; εἰ δὲ ταῦτα σὰ οὐκ εἰσίν, ἀλλ’ ἑτέρου, θαυμάζω τίνος καὶ μαθεῖν ἐρωτῶ σε· †ἀγγέλου ἤ τινος τῶν ἀΰλων†;

καὶ οὐκ ἀνέγνως, ὅτι καὶ τὰ πρόσωπα καὶ τοὺς πόδας ἔχουσι κεκαλυμμένους πτέρυξι θείαις εὐλαβῶς καὶ κοσμίως, (εἴ τινας ταύτας τὰς πτέρυγας νοήσεις) τὸ ἀπρόσιτον μὴ στέγοντες τῆς δόξης; οὐ γὰρ τὴν φύσιν ἀλλὰ τῆς δόξης ὁρῶσι δόξαν, †ἀνθρώπου δὲ ποίου† εἰπεῖν τολμήσεις, τοῦ Ἰωάννου ἢ Παύλου τοῦ μεγάλου; ἀλλ’ ὁ μὲν βοᾷ καὶ τοῖς πᾶσι κηρύττει, ὅτι ἱμάντα μόνον ἢ σφαιρωτῆρα ὑποδημάτων οὐκ ἐξισχύει λῦσαι· ὁ δὲ εἰς τρίτον οὐρανὸν ὡς ἀνῆλθε καὶ μετὰ ταῦτα εἰς παράδεισον ἤρθη, μή τι σοὶ μόνῳ εἶπέ τι κατ’ ἰδίαν, ὅπερ ἔκρυβες καὶ νῦν βούλῃ κηρῦξαι; καὶ γὰρ ἐκεῖνον ἡμεῖς περὶ τοιούτου οὐδὲν εἰπόντα ἠκούσαμεν ἐγγράφως, ἀλλὰ κἀκεῖνος φωνῇ μεγάλῃ λέγει· λόγους ἤκουσα, οὓς εἰπεῖν οὐκ ἰσχύω, φωτὶ δὲ ὁ θεὸς ἐνοικεῖ ἀπροσίτῳ·

Ἰωάννης οὖν οὐ λύει σφαιρωτῆρα οὐδὲ ἱκανὸς ἱμάντα λῦσαι μόνον· Παῦλος ῥήματα οὐκ ἴσχυσεν ἐκφράσαι, ἅπερ ἤκουσεν, ἄρρητα λέγων ταῦτα· καὶ τίς ὁ οὕτως τὸν θεὸν ἐρευνήσας, μείνας ἄφλεκτος φωτὶ τῷ ἀπροσίτῳ καὶ γενόμενος τῆς οἰκίας ἐν μέσῳ αὐτὴν ἐθεάσατο τὴν τοῦ δεσπότου φύσιν, ἵνα πλέον τι Ἰωάννου καὶ Παύλου εἰπεῖν τολμήσῃ ὁ ἄθλιος ἐκεῖνος;

τίς γὰρ οὐ φρίξει καὶ τίς οὐ μὴ πενθήσει τύφλωσιν καὶ σκότωσιν τῶν νῦν λεγόντων καὶ νεουργούντων αἵρεσιν ὄντως ξένην ἀμφικρημνοῦσαν εἰς ἓν βάραθρον πάντας, τοὺς ἐρωτῶντας καὶ τοὺς ἐρωτωμένους· εἴτε γὰρ ἐπινοίᾳ χωρίσουσι τὸν λόγον εἴτε πράγματι, σφάλλουσι κακοφρόνως πίπτοντες εἰς αἵρεσιν ἀμφοτέρωθεν· τὸ γὰρ πράγματι τομὴν ποιεῖ τοῦ λόγου, τὸ δ’ ἐπινοίᾳ σύγχυσιν ὡς μὴ χωρίζεσθαι ὅλως· φρῖξον, ἄνθρωπε, κατάμαθε σαυτόν γε· εἰπὲ περὶ σοῦ, εἰπέ, εἴ τι καὶ βούλῃ· ἴσως ὡς Δαυὶδ καὶ σὺ ἀναβοήσεις, ἐθαυμαστώθη λέγων ἡ σὴ σοφία καὶ ἡ γνῶσις σου ἐξ ἐμοῦ, ὦ θεέ μου· ναί, κατάλιπε τὴν φιλοπραγμοσύνην καὶ τὸ βλάσφημον τῶν λέξεων ἀπόθου καὶ πρῶτον εἰπὲ τὸ πῶς ἡμεῖς σωθῶμεν, ἔπειτα λέξον καὶ πῶς αὐτὸς ἐσώθης, ἵνα μὴ λόγῳ φανῇς ἡμᾶς διδάσκων, ἀλλὰ καὶ ἔργῳ ποιῶν προθυμοτέρους, εἰ μὴ σεαυτὸν μέλλεις καταδικάζειν καὶ κατακρίνειν ὡς μὴ πράξας, ἃ λέγεις, καὶ διὰ τοῦτο ὑπερβαίνεις τοὺς λόγους, ὡς ἀρχὴν ποτὲ μὴ βαλὼν ἐν τοιούτοις· θὲς τὴν πέτραν πρότερον τῶν θεμελίων· εἰς ἀέρα γὰρ οὐ συνίσταται κτίσις· τὰς ἐντολὰς ποίησον Χριστοῦ, τῆς πέτρας, τοῦ δομήτορος τῆς θείας ἐκκλησίας, τοῦ νέου λαοῦ τῶν λογικῶν προβάτων· πρᾶξον καὶ λέξον κτίζων ἐπὶ τῆς πέτρας, μᾶλλον δὲ καὶ αὐτὸς ὑπὸ τῆς πέτρας κτίζου· οὗτος καὶ ποιμήν, οὗτος καὶ ἀρχιτέκτων οὗτος καὶ θεμέλιος ἔστω σοι βίου· τί τῆς ὀροφῆς χρεία πρὸ θεμελίων;

οἰκοδομὴ πρῶτον καὶ τότε στέγος, πρᾶξις ἐν γνώσει καὶ οὕτως θεωρία· τί πρὸ τοῦ τρύγους τὸν οἶνον θέλεις πίνειν; οὗτος εἰς ἀσκὸν παλαιὸν οὐ χωρεῖται· τί πρὸ τοῦ σπόρου τὰ δράγματα συλλέγειν καὶ ἄλλοις οἴῃ μεταδιδόναι μάτην;

εἰ βούλῃ, δεῦρο τῆς ὁδοῦ μὴ ἐκπέσῃς, ἀλλὰ δίδαξον περὶ βάθους κριμάτων, τῶν περὶ ἡμᾶς πῶς εὐδρομοῦσιν ἄλλοι ἴσως πονηροὶ καὶ μὴ θεὸν εἰδότες, πῶς ἄλλοι δυστυχοῦσι θεὸν εἰδότες καὶ ὑπὸ θεοῦ γινωσκόμενοι μόνου· ἄλλοι πένονται ἴσως εὐχαριστοῦντες, ἄλλοι δὲ πτωχοὶ φέρουσιν εὐχαρίστως· πλουτοῦσι δ’ ἄλλοι κακῶς ἀγνωμονοῦντες, ἁρπάζοντες δ’ ἕτεροι καὶ ἀδικοῦντες οἴονται θεὸν θεραπεύειν ἐκ τούτων, καὶ ἄλλα πολλά, ἃ ὁρᾷς καθ’ ἑκάστην, ὅτι βροτοὶ ποιοῦσι καὶ πανθάνουσι πάλιν· καὶ θεὸς ἀνέχεται ὁ πάντων κτίστης, μή τι ἄδικος λογισθῇ τοῖς ἀνόμοις ἢ τοῖς κατ’ ἐμὲ οὖσιν ὀλιγοψύχοις· εἰπέ, δίδαξον περὶ κρίσεως θείας, περὶ τῆς ὥρας ἐκείνης καὶ ἡμέρας, ἐν ᾗ γυμνοὶ ἅπαντες παρασταθῶμεν τῷ τοῦ θεοῦ μου βήματι καὶ σωτῆρος καὶ τῶν ἐνταῦθα πράξεών τε καὶ λόγων, διαλογισμῶν, ἐνθυμήσεων ἅμα τοὺς μισθοὺς ληψόμεθα τοὺς κατ’ ἀξίαν· λέγε, τίς ἐκεῖ πεπαρρησιασμένος καὶ τίς ὑπάρξει πάλιν κατῃσχυμμένος· ἔχεις τὸ λέγειν ἄπειρα περὶ τούτων, μετὰ δὲ ταῦτα σκόπησον καὶ τὴν κτίσιν· ἄβυσσον ἄλλην εὑρήσεις γὰρ ἐν ταύτῃ· ἴδε οὐρανόν, ἥλιον καὶ τὰ ἄστρα, βλέψον εἰς τὴν γῆν τὴν μητέρα καὶ τάφον ἡμῶν ἁπάντων προστάξει γεγονυῖαν· ἐνταῦθα δ’ ἐλθὼν εἰπὲ περὶ θανάτου, φιλοσόφησον πολλὰ καὶ ἀναγκαῖα, χρήσιμα φίλοις ἅμα καὶ συγγενέσι, τοῖς πλουσίοις ὡσαύτως καὶ τοῖς ἐνδόξοις καὶ μετὰ πάντων σοὶ τῷ ἐξηγουμένῳ· μέχρι τελευτῆς ἀρκέσει σοι τοῦ λέγειν περὶ τοιούτων καὶ ὠφελήσει σε μετὰ θάνατον ταῦτα· ἔπειτα ἴδε τὸν περίγειον κόσμον, τὰ μέσον τούτου παντοίων ζῴων γένη τῶν πετεινῶν τε τὰς ποικίλους ὁράσεις ἅμα καὶ φωνὰς τῶν εὐτελῶν στρουθίων· θαλάσσης πλάτη καὶ μεγέθη καὶ ὅρους θαύμασον, ἐκπλάγηθι, φράσον συντόνως· ὢ βάθος πλούτου καὶ γνώσεως τῆς θείας· ὢ σοφίας σου, θεέ μου πανοικτίρμον· δεῦρο καὶ συστάληθι ἀπὸ τῶν ἔξω· σύναξον τὸν νοῦν, σεαυτὸν κατανόει, μᾶλλον δὲ τὰ σὰ καὶ σαυτὸν φιλοσόφει, καὶ ὅσα βλέπεις, εὕροις ἐν ὁρωμένοις ἕκαστον διδάσκαλον τῆς ἀρετῆς σοι ἢ τῆς κακίας ἐξεικονίζον πάθος, ἵν’ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων τὴν ἀκατανόητον θεοῦ σοφίαν καὶ τὸν νοητὸν πόλεμον καταμάθῃς, ὃν προεξεικόνισεν ὁ πλάστης πάντων· καὶ ὡς μὲν ὄφις φρόνησιν πάντως κτήσῃ, τὸν δὲ ἰὸν ἐμέσεις τὸν τῆς κακίας· ὡς δ’ ἵππος δράμῃς ἐν ὁδῷ τῇ δικαίᾳ, οὐ χρεμετίσῃς πάντως δὲ πρὸς τὸ θῆλυ· κάττα γενήσῃ μῦν νοητὸν τηροῦσα, οὐχ ἁρπάζουσα ὅλως τὰ τοῦ πλησίον οὐδὲ κλέπτουσα μοίρας τῶν ἀδελφῶν σου, ἀλλὰ καὶ μυῒ μύας διώξεις πάντας τοὺς ἐναντίους ἀπὸ τῆς σῆς οἰκίας· λύκος οὐ γενήσῃ δέ, λύκους δὲ φύγῃς· μᾶλλον δὲ κύων γενήσῃ τοῦ δεσπότου καὶ πνεύσεις ὅλον θυμόν σου κατ’ ἐκείνων καὶ ἀνιχνεύσεις ὁδοὺς τοῦ σοῦ δεσπότου· ἕως ἂν εὕροις, ἕως ἂν καταλάβοις θήραν τὴν θείαν, μὴ στραφῇς εἰς τοὐπίσω καὶ γένῃ θήρα τῶν νοητῶν θηρίων· μίμησαι πτῶκα, εἰ μὴ δύνασαι κύνα, καὶ πέτραν Χριστὸν καταφυγήν σου κτῆσαι καὶ κρύβηθι, ἔνθα φόβος οὐκ ἔστιν ἢ ὡς ἔλαφος ἀνάβηθι εἰς ὄρη· τῶν κυνηγετῶν ἀπόδραθι τὰς χεῖρας ἢ πετάσθητι ὥσπερ καλὸν στρουθίον καὶ ὑπέρβηθι τὰς παγίδας ἁπάσας· πτέρυγας νόει τὴν ἁγίαν ἀγάπην, ἧς ἄνευ οὐδαμοῦ διαβήσῃ· μίμησαι πῶλον βαστάζοντα τὸν κτίστην, γενοῦ δὲ καὶ βοῦς ἕλκων ἄροτρον θεῖον καὶ γλυκεῖαν αὔλακα τέμνων τοῦ λόγου· πάντα μίμησαι δίχα τῶν ἐναντίων· κακὸν ἀλώπηξ ὑποκρίσει βιοῦσα, ἕτερον οὖσα καὶ ἄλλο δεικνυμένη· προσποιήσει γὰρ θνῄσκει, ἵν’ ἁρπάσῃ τι· δεινὸν ἡ ἄρκτος· εἴ που ξίφει γὰρ λάβῃ, οὐ παύεται ξέουσα τὸ τραῦμα ταύτης, ἕως ἂν αὕτη ἐκ τούτου ἀποθάνῃ· κακὸν ὁ χοῖρος ἀκορέστως ἐσθίων· κακὸν ἡ ἀσπίς· βύει καὶ γὰρ τὰ ὦτα· κακὰ τὰ κακά, ἃ εἰ ἐρευνᾶν θέλεις καὶ εἰ ἐκφυγεῖν, φίλη ψυχή, σπουδάσεις, εὑρήσεις ὄντως τὴν ἀληθῆ σοφίαν· ὁδῷ βαδίζων ἔλθῃς γὰρ πρὸς τὰ κρείττω καὶ μετὰ πάντων σεαυτὸν καταμάθῃς καὶ ἐρωτῶντι τότε μοι πάντως φράσεις λόγον, ὃν λαλεῖς, κἀγὼ αὐτὸν λαμβάνω· ἔστι καὶ ἐν σοί, μεταβαίνει καὶ πρός με· ἢ καταλιμπάνει σε κενὸν τοῦ λόγου;

ἐρεῖς· οἶδα, ὅτι καὶ πρός με ἦλθε καὶ ὅλος ἐστὶ μετὰ σοῦ ὥσπερ πρώην· πῶς οὖν ἀπὸ σοῦ χωρισθεὶς πρός με ἦλθε καὶ ὅλος μένει ἐν σοὶ μὴ χωρισθείς σου; εἰπέ μοι τοῦτο καὶ τὸν θεὸν νῦν ἔα, μὴ σύμπασα τρομάσῃ κτίσις καὶ πέσῃ καὶ συνθραύσῃ σου τὴν σάρκα τὴν παχεῖαν καὶ συντρίψῃ σου τὴν ψυχὴν τὴν σαρκώδη καὶ τὸν νοῦν πυρίκαυστον τὸν σὸν ποιήσῃ τὸν εἰς μηδὲν χρήσιμον κενεμβατοῦντα· καὶ γὰρ οὐδὲ πράγματι οὐδ’ ἐπινοίᾳ τὸ ἀμέριστον μερίζεται τοῦ λόγου· ὁ γὰρ ἐν οἴκῳ ἔνδοθεν κεκλεισμένος, ἔξω δὲ τὸν νοῦν περιπολοῦντα ἔχων, οὐ κατελείφθη ἄνους ἐν τῇ οἰκίᾳ, ἀλλὰ μετ’ αὐτοῦ καὶ ἔξω πάντως ἔστι· τὸν οὖν χωρισμὸν τοῦτον τί ὀνομάσεις; πρᾶγμα δὴ λέξεις ἢ ἐπίνοιαν εἴπῃς; εἰ ἐπίνοιαν, πῶς ὅλος ἐστὶν ἔξω; εἰ δὲ πράγματι, πῶς ἔνδον τῆς οἰκίας;

καίτοι τί τοῦτο ἐστὶ τὸ παράδειγμα πρὸς τὸν ὑπὲρ νοῦν καὶ διάνοιαν λόγον; †ἐκ γὰρ τοῦ πατρὸς ἀποσταλεὶς ὁ λόγος κατῆλθε† καὶ ἐν γαστρὶ ἐνῴκησεν ὅλος τῇ τῆς παρθένου καὶ ὅλος ἦν ἐν τῷ πατρὶ καὶ ὅλος ἐν κοιλίᾳ καὶ ὅλος ἐν τῷ σύμπαντι ἀχώρητος ὑπάρχων, μὴ συσταλείς, μὴ σμικρυνθεὶς πάντως εἰσῆλθεν ὅλος καὶ μείνας ἀναλλοίωτος μορφὴν ἔλαβε δούλου καὶ γεννηθεὶς ἐγένετο ἄνθρωπος κατὰ πάντα, ὅλος τὴν μήτραν διελθὼν καὶ γεγονὼς ἐν κόσμῳ, ὅλος πάλιν ἀναληφθείς, ὅθεν οὐκ ἐχωρίσθη· ταῦτα οὖν κατ’ ἐπίνοιαν ἢ πρᾶγμα γεγονέναι ὅλως εἰπεῖν τολμήσειας τὰ ἀπόρρητα πᾶσιν, ἀγγέλοις ἀρχαγγέλοις τε καὶ πάσῃ κτιστῇ φύσει; νοεῖται καὶ γὰρ ἀληθῶς, οὐ φράζεται δὲ ὅλως οὐδὲ καταλαμβάνεται νοῒ πάντως τελείως· πῶς οὖν θεὸς καὶ ἄνθρωπος, ἄνθρωπος θεὸς πάλιν, καὶ τοῦ πατρός ἐστιν υἱὸς ὅλος αὐτοῦ ἀχώριστος καὶ τῆς παρθένου γέγονε καὶ προῆλθεν ἐν κόσμῳ καὶ ἔμεινεν ἀχώρητος, ὡς εἴρηται, τοῖς πᾶσιν; ἐπινοίᾳ ἢ πράγματι;

εἰπέ· πάντως ἄρτι σιγήσεις· κἂν γὰρ εἰπεῖν θελήσειας, ὁ νοῦς σου λόγον οὐ δώσει, καὶ μείνῃ ἡ πολύλαλος ἀργήσασά σου γλῶσσα· εἰ δὲ θελήσειας εἰπεῖν πρᾶγμα τὴν θείαν φύσιν, πάντως εἴπῃς καὶ ποταπόν· ἐγὼ γὰρ οὐ γινώσκω· δόξα σοι, πάτερ καὶ υἱὲ καὶ τὸ ἅγιον πνεῦμα, θεότης ἀπερίγραπτε, ἀμέριστε τῇ φύσει· σὲ προσκυνοῦμεν ἅπαντες ἐν πνεύματι ἁγίῳ οἱ τὸ πνεῦμά σου ἔχοντες ὡς παρὰ σοῦ λαβόντες, καὶ ὁρῶντες τὴν δόξαν σου οὐ πολυπραγμονοῦμεν, ἀλλ’ ἐν αὐτῷ σε βλέπομεν ἀγέννητον πατέρα καὶ γεννητὸν τὸν ἀπὸ σοῦ προερχόμενον λόγον· ἄτμητον οὖν, ἀσύγχυτον προσκυνοῦμεν τριάδα ἐν μιᾷ τῇ θεότητι καὶ ἀρχῇ καὶ δυνάμει· ἀμήν.

Εὐχαριστία σὺν θεολογίᾳ. Καὶ περὶ ὧν ἡ θεία χάρις τοῦ πνεύματος διὰ τῶν ἐνεργειῶν ὠνόμασται. Τί τὸ καινὸν μυστήριον, δέσποτα τῶν ἁπάντων, ὃ εἰς ἐμὲ τὸν ἄσωτον ἐπεδείξω καὶ πόρνον; τί τὸ κατανοούμενον μέγα θαῦμα ἐντός μου καὶ μὴ περινοούμενον, ἀλλὰ κεκαλυμμένον; ὡς ἄστρον γὰρ ὁρᾶταί μοι ἀνατέλλον μακρόθεν καὶ πάλιν ὥσπερ ἥλιος μέγας ἀποτελεῖται, μὴ ἔχων μέτρον ἢ σταθμὸν ἢ ὅρον τῷ μεγέθει, καὶ αἴγλη γίνεται μικρὰ καὶ φλὸξ πάλιν ὁρᾶται μέσον ἐν τῇ καρδίᾳ μου καὶ τοῖς ἐμοῖς ἐγκάτοις περιστρεφόμενον συχνῶς καὶ περιφλέγον πάντα τὰ ἔνδοθεν τῶν σπλάγχνων μου καὶ φῶς ταῦτα ποιοῦντα καὶ οὑτωσὶ φθεγγόμενον καὶ φιλικῶς διδάσκον ἀπορουμένῳ παντελῶς καὶ μαθεῖν ἐκζητοῦντι· ἐγὼ τὸ ἄστρον τὸ γλυκύ, ὅπερ ποτὲ ἀκούεις ἀνατελεῖν ἐξ Ἰακώβ, ὑπάρχω, μὴ διστάσῃς, καὶ ἥλιός σοι δείκνυμαι μακρόθεν ἀνατέλλων, ὃ τοῖς δικαίοις ἅπασι φῶς ἀπρόσιτον εἶναι ἐν τῇ μελλούσῃ βιοτῇ καὶ ζωῇ αἰωνίᾳ· ἐγὼ καὶ αἴγλη δείκνυμαι καὶ φλόξ σοι καθορῶμαι ἀκαταφλέκτως φλέγων σου τὰ πάθη τῆς καρδίας καὶ δροσισμῷ γλυκύτητος καὶ χάριτός μου θείας ἀποπλύνων τὸν ῥύπον σου καὶ εἰς ἅπαν σβεννύων ἄνθρακας τοὺς τοῦ σώματος, ἡδονῶν ἁμαρτίας, καὶ πάντα ἐργαζόμενος ἐμῇ φιλανθρωπίᾳ, ἃ καὶ πάλαι πεποίηκα ἐν πᾶσι τοῖς ἁγίοις.

ἐλέησον λυπούμενον, οἴκτειρον τεθλιμμένον· μὴ ὀργισθῇς λαλῆσαί μοι καὶ πάλιν βουλομένῳ· πῶς ἄστρον ἐκ τοῦ Ἰακὼβ ὁ ἀχώρητος πάντῃ ὑπάρχεις τε καὶ γίνῃ σὺ μέχρι τοῦ νῦν τοῖς πᾶσι; πῶς δὲ καὶ ὥσπερ ἥλιος δείκνυσαι ἀνατέλλων, ὁ μηδαμοῦ καὶ πανταχοῦ καὶ ὑπὲρ πᾶσαν κτίσιν ὤν τε καὶ κηρυττόμενος ἀόρατος τοῖς πᾶσι; πῶς δὲ καὶ αἴγλη γίνῃ σὺ καὶ φλόξ μοι καθορᾶσαι καὶ φλέγεις ὕλην ἄϋλος ὑπάρχων κατ’ οὐσίαν; πῶς δροσίζεις καὶ πλύνεις μου τοῦ σώματος τὸν ῥύπον ὅλος πῦρ ὢν ἀπρόσιτον καὶ ἄστεκτον ἀγγέλοις; πῶς περιπλέκεσαι φθαρτῇ οὐσίᾳ σώματός μου καὶ ἀναμίγνυσαι ψυχῇ ἀμίκτως ἀνθρωπίνῃ; πῶς δι’ αὐτῆς ἐν τῷ παντὶ σώματι ἀσυγχύτως γινόμενος ὁ ἀναφὴς ὅλον θεοποιεῖς με; εἶπον καὶ μὴ ἐκπέμψῃς με στυγνὸν καὶ τεθλιμμένον. ὢ τόλμη, ὢ παράνοια, ὢ ἀφροσύνης λόγοι· πῶς οὕτως ταῦτα ἐρωτᾶν οὐ φρίττεις ἀποτόμως, πῶς δὲ καὶ οὐκ αἰσθάνῃ ἐρωτῶν ἃ γινώσκεις, ἀλλὰ τολμᾷς μετὰ θεοῦ λαλεῖν ὡς ἐκπειράζων καὶ ἃ οἶδας, ὡς μὴ εἰδὼς προσποιῇ ἐρωτᾶν με καὶ γράφειν θέλεις ἅπασιν ἐνδεικτικῶς σὴν γνῶσιν;

ἀλλ’ ὅμως σου ἀνέχομαι φιλάνθρωπος ὑπάρχων καὶ πάλιν ἐκδιδάσκω σε λέγων σοι ταῦτα οὕτως· ἐγὼ τῇ φύσει ἄφραστος, ἀχώρητος ὑπάρχω, ἀνενδεής, ἀπρόσιτος, ἀόρατος τοῖς πᾶσιν, ἀναφής, ἀψηλάφητος, ἄτρεπτος τὴν οὐσίαν, μόνος ἐν μόνῳ τῷ παντὶ καὶ μόνος μετὰ πάντων τῶν ἐπιγινωσκόντων με ἐν τῷ τοῦ βίου σκότει, ἔξω δὲ κόσμου τοῦ παντός, ἔξω τῶν ὁρωμένων, ἔξω φωτὸς τοῦ αἰσθητοῦ, ἡλίου τε καὶ σκότους, τόπου τε τῶν κολάσεων καὶ φρικτῆς καταδίκης, ἐν ᾧ περιπεπτώκασιν ὑπερήφανοι δοῦλοι κακῶς τραχηλιάσαντες κατ’ ἐμοῦ τοῦ δεσπότου· ἐγὼ ἀμετακίνητος· ποῦ γὰρ καὶ οὐχ ὑπάρχω, ἵνα τῇ μεταστάσει μου τὸν τόπον καταλάβω; ἐγὼ καὶ ἀεικίνητος εἰμὶ ἀπεριγράπτως· ποῦ γὰρ ἐλθὼν ζητήσεις με, ἵνα ἐκεῖ με εὕρῃς;

ὁ οὐρανὸς τῷ λόγῳ μου ὡς οὐδὲν παρεισήχθη· ἥλιος, ἄστρα καὶ ἡ γῆ ὡς πάρεργον μικρόν μοι γεγένηνται καὶ τὰ λοιπά, ὅσα ὁρᾷς, ὡσαύτως· οἱ ἄγγελοι μακρόθεν μοι πρὸ τούτων παραχθέντες δόξης τὴν δόξαν βλέπουσιν, οὐχὶ δ’ αὐτὴν τὴν φύσιν· μόνον γὰρ ἐνενόησα παραγαγεῖν δυνάμεις καὶ εὐθὺς παρειστήκεισαν ὑμνοῦσαί μου τὸ κράτος· σὺ κάτω δὲ καθήμενος αὐτοῦ ἐν ἐξορίᾳ, ὅπου πάντες πεπτώκασιν οἱ πρῶτοι παραβάται, ὅ τε Ἀδὰμ καὶ σὺν αὐτῷ Εὔα ἡ σὴ προμήτωρ καὶ ὁ κακὸς διάβολος ὁ τούτους ἀπατήσας, ὅπου τὸ σκότος τὸ βαθύ, ὅπου λάκκος ὁ μέγας, ὅπου ὄφεις οἱ δάκνοντες ὑμῶν ἀεὶ τὰς πτέρνας, ὅπου τὸ θρῆνος, τὸ οὐαί, τὸ ἄπαυστόν τε πένθος, ὅπου στένωσις ἅπασα, μέριμνά τε καὶ λύπη, θάνατος ἅμα καὶ φθορὰ πάντας ὑμᾶς κατέχει· πῶς κάθῃ, πῶς ἀμεριμνεῖς, πῶς ἀμελεῖς, εἰπέ μοι; πῶς οὐ φροντίζεις τῶν κακῶν, ὧν ἔπραξας ἐν κόσμῳ, καὶ μόνην τὴν μετάνοιαν περὶ πολλοῦ ποιεῖσαι καὶ σπουδάζεις ἀληθινὴν ἐπιδείξασθαι ταύτην καὶ ἐρωτᾷς περὶ αὐτῆς ἐν πολλῇ παρακλήσει καὶ ἀκριβῶς ἀνερευνᾷς, πῶς αὐτὴν κατορθώσεις, ὅπως ἰσχύσῃς δι’ αὐτῆς ἐμῇ φιλανθρωπίᾳ λαβεῖν μεγάλην ἄφεσιν τῶν σῶν ἀνομημάτων, ἀλλὰ ταύτην καταλιπὼν ζητεῖς τὰ ὑπὲρ φύσιν, ἐρευνᾷς τὰ ἐν οὐρανοῖς, μᾶλλον δὲ οὐδὲ ταῦτα, ἀλλὰ ἐμοῦ τοῦ οὐρανόν, ὡς εἴρηται, καὶ πάντα παραγαγόντος ὡς οὐδὲν ἐξερευνᾷς τὴν φύσιν καὶ βούλῃ τὰ περὶ ἐμοῦ ὡς οὐδεὶς οἶδεν ἄλλος μανθάνειν;

ὢ τοῦ θαύματος, ὢ πρόθεσις ἀνθρώπου· εἰ γὰρ καὶ ἐμεμψάμην σε, ἀλλ’ ἐπαινέσω πάλιν, ὅτι καὶ σὺ ἔργον ἐμὸν καὶ ποίημα ὑπάρχεις· πῶς ἀπὸ γῆς, ἀπὸ πηλοῦ, ἀπὸ χοὸς ἐπλάσθης καὶ ἐν αὐτῇ κρατούμενος καὶ μετ’ αὐτῆς διάγων πάντα οὐδὲν λογίζῃ, ἀλλ’ ὡς σκιὰν ἡγεῖσαι καὶ παρατρέχεις ἅπαντα καὶ ἐμὲ ζητεῖς μόνον, περὶ ἐμοῦ θέλεις λαλεῖν, δι’ ἐμὲ διηγεῖσθαι καὶ βλέπειν με, εἰ δυνατόν, διὰ παντὸς τοῦ βίου καὶ μήτε ὕπνου γεύεσθαι, βρώσεως πόσεώς τε ἢ ἐνδύματος σώματος τὸ καθόλου φροντίζειν, ἀλλ’ ὥσπερ δένδρα καθ’ ὁδὸν ἱστάμενα καὶ ξύλα, οὕτως λογίζῃ ἅπαντα τὰ ἔνδοξα τοῦ κόσμου καὶ παρατρέχεις ὡς οὐδὲν ἐν τῇ ὁδῷ τοῦ βίου, μηδὲ περιστρεφόμενος ὄμματι διανοίας μηδὲ ψυχῆς τοὺς ὀφθαλμοὺς ἐῶν πρὸς ταῦτα βλέψαι, ἀλλὰ ἐμὲ φαντάζεσαι καὶ μέμνησαί μου μόνου καὶ ἀγαπᾷς με ὡς οὐδεὶς τῶν μετὰ σοῦ συνόντων; τίς γάρ μου τῷ ὀνόματι γάννυται τὴν καρδίαν καὶ διεγείρεται εὐθὺς πρὸς ἀγάπην ἢ πόθον; τίς ἀκούσας τὴν μνείαν μου πολλάκις λαλουμένην ἐδάκρυσεν ἀπὸ ψυχῆς ἐνθυμηθείς με μόνον; τίς δὲ τοὺς θείους λόγους μου ἢ τίς τὰς ἐντολάς μου μετὰ σπουδῆς ἐζήτησε μαθεῖν τε καὶ φυλάξαι;

τίς ἐλογίσθη με ὡς σὺ θεὸν ἐπάνω πάντων καὶ ἐπεθύμησεν εὐθὺς ἐμοὶ μόνῳ δουλεύειν καὶ διὰ τοῦτο γονεῖς καὶ ἀδελφοὺς καὶ οἶκον, γῆν τε ὁμοῦ καὶ συγγενεῖς καὶ γείτονας καὶ φίλους οὕτως παρελογίσατο καὶ οὕτως μοι προσῆλθεν, ὡς μηδὲ θεασάμενος ποτέ τινα ἐκ τούτων μηδὲ γνωρίσας ἐπὶ γῆς ἄνθρωπον ἐν τῷ κόσμῳ, ἀλλ’ ὥσπερ ξένην ἐπιβὰς χώραν τινὰ καὶ πόλιν ἑτερογλώσσους ἔχουσαν πάντας τε καὶ βαρβάρους, οὕτως ἐν τοῖς συνήθεσι γνωρίμοις τε καὶ φίλοις ἰδίοις τε καὶ ἄρχουσι καὶ πλουσίοις τοῦ κόσμου διάγειν καὶ διακεῖσθαι μέσον τούτων τυγχάνων; ἀλλὰ ψιλὰ λεγόμενα ταῦτα καὶ μικρὰ ἀναισθήτοις, μεγάλα δὲ καὶ ὑψηλὰ ἐμοὶ ἐπόπτῃ τούτων· τίς τῶν μεγάλων ἐπὶ γῆς ἐξουσιῶν καὶ θρόνων ἢ τῶν λεγόντων δι’ ἐμοῦ ἄρχειν καὶ βασιλεύειν ἢ τῶν ἐκπροσωπούντων μου τοὺς θείους ἀποστόλους τοῦτο ἢ ἐνενόησεν ἢ ἴσχυσε φυλάξαι, ἵν’ ἐν καιρῷ τηρήσεως ἐντολῆς μου καὶ νόμου ὡς ἕνα βλέπῃ ἅπαντας συγγενεῖς τε καὶ ξένους, πλουσίους πένητας ὁμοῦ, ἐνδόξους καὶ ἀδόξους, τοὺς δέ γε δυνατοὺς ἄρα μετὰ εὐτελεστέρων; τίς ὁ δικάσας ἀπαθῶς λεῖα βλέπων ἐν τούτοις;

ταῦτα ψυχὴν εἰ εὕροιμι φυλάξασαν ἐν κόσμῳ, ἐν τῇ παρούσῃ μάλιστα γενεᾷ καὶ ἡμέρᾳ, ἶσα τῶν ἀποστόλων μου καὶ προφητῶν δοξάσω, καὶ συγκαθήσει μετ’ ἐμοῦ ἐν τῇ ἐμῇ ἐλεύσει· κρινεῖ γὰρ ὡς ἐπὶ τῆς γῆς δικαίως ἂν καὶ τότε καὶ δόξαν ἀπενέγκηται κριτοῦ νεκρῶν καὶ ζώντων· ταῦτα καλὸν τὸ ἐκζητεῖν καὶ τὰ λοιπὰ σὺν τούτοις καὶ τηρεῖν, ὅση δύναμις, καὶ ἀκριβῶς φυλάττειν καὶ τὴν ἐμὴν μὴ ἐκζητεῖν φύσιν, υἱὲ ἀνθρώπου, μηδὲ τὰς ἐνεργείας μου, πνεύματος τοῦ ἁγίου, ὅπως δείκνυται ἥλιος, ὅπως ὁρᾶται ἄστρον μακρόθεν που φαινόμενον καὶ ὑπερβαῖνον ὄρη, ἐν δὲ τῷ ἀποκρύπτεσθαι ἀπὸ τῶν ὀφθαλμῶν σου θλῖψιν ἀπαραμύθητον προξενοῦν σοι καὶ λύπην καὶ ἐν τῷ σὲ λογίζεσθαι μηκέτι σοι ὀφθῆναι ἔνδοθεν εὑρισκόμενον ἐν τῇ σῇ που καρδίᾳ καὶ ἔκπληξίν σοι καὶ χαρὰν νέμον ἀπροσδοκήτως· μὴ δ’ ὅτι φλόξ σοι δείκνυται, αἴγλη καὶ πῦρ ὁρᾶται, θαυμάζῃς ἢ ἐξερευνᾷς· οὐ γὰρ καλόν σοι τοῦτο.

φῶς οὖν με εἶναι πίστευε ἀσχημάτιστον πάντῃ, ἁπλοῦν ὅλον, ἀσύνθετον, ἀμέριστον τῇ φύσει, ἀνεξερεύνητον ὁμοῦ, προσιτὸν ἀπροσίτως· βλέπομαι γὰρ ὡς ἀληθῶς, δείκνυμαι φιλανθρώπως κατὰ τὸ ἐνδεχόμενον ἑκάστου τῶν ἀνθρώπων μετασχηματιζόμενος· οὐκ ἐγὼ τοῦτο πάσχω, ἀλλ’ οἱ ὁρῶντες οὕτως με βλέπειν καταξιοῦνται· (ἄλλως γὰρ οὐκ ἰσχύουσιν οὐδὲ πλέον χωροῦσιν·) καὶ διὰ τοῦτο οἱ αὐτοὶ ποτὲ μὲν καθορῶσιν ἥλιον, ὅταν ἔχωσι τὸν νοῦν κεκαθαρμένον, †ποτὲ δὲ ἄστρον†, ὅταν ὑπὸ τὸν γνόφον ἄρα καὶ τὴν νύκτα τοῦ σώματος εὑρεθήσονται τούτου, πῦρ δὲ καὶ αἴγλην ποιεῖ με τὸ ζέον τῆς ἀγάπης· ὅταν γὰρ ἀναφθῇ ἐν σοὶ ἄνθραξ ὁ τῆς φιλίας, τότε κἀγὼ τὸ πρόθυμον ὁρῶν σου τῆς καρδίας εὑρίσκομαι ἑνούμενος αὐτῷ καὶ φῶς παρέχων καὶ ὥσπερ πῦρ δεικνύμενος ὁ τὸ πῦρ λόγῳ κτίσας· αἱ ψυχικαὶ γὰρ ἀρεταὶ ὑπόκεινται ὡς ὕλη, ἐν αἷς περιδρασσόμενον φῶς τοῦ πνεύματος θεῖον κατὰ τὸ ὑποκείμενον τῆς ὕλης καὶ καλεῖται· ἴδιον γὰρ οὐ κέκτηται ὄνομα ἐν ἀνθρώποις.

ὅταν οὖν κατανύσσηται ἄνθρωπος καὶ δακρύῃ, τότε καὶ τοῦτο λέγεται ὕδωρ· καὶ γὰρ καθαίρει, τοῖς δάκρυσιν ἑνούμενον πάντα ῥῦπον ἐκπλύνει· ὅτε δὲ σβέσει τὸν θυμὸν τῆς καρδίας τὸ πένθος τῇ συνεργείᾳ τῇ αὐτοῦ ὠνόμασται πραότης· πάλιν δὲ ἀναπτόμενος κατὰ τῆς ἀσεβείας τοῦτο γίνεται δι’ αὐτοῦ, ὅπερ ζῆλος καλεῖται· εἰρήνη δ’ αὖθις καὶ χαρὰ λέγεται καὶ χρηστότης, ὅτι καὶ τὰ ἀμφότερα δωρεῖται τῷ πενθοῦντι καὶ ὡς πηγὴν βλύζειν ποιεῖ τὴν χαρὰν ἐν καρδίᾳ, ἐξ ἧς πᾶσα συμπάθεια καὶ ἐλεημοσύνη ἐκχεῖται ἔξω ῥέουσα ἀπὸ ψυχῆς τοῖς πᾶσι, μάλιστα τοῖς μετανοεῖν θέλουσι καὶ σωθῆναι· καὶ γὰρ τοὺς πάντας ἐλεεῖ, τούτοις δὲ καὶ συντρέχει καὶ συνεργεῖ καὶ συγκροτεῖ καὶ συμπάσχει ἐν πᾶσιν· ἑνούμενος κατὰ ψυχὴν αὐτῶν τῇ προαιρέσει καὶ τεκμαιρόμενος νοῒ κάλλος τῆς μετανοίας γνησιεστέραν κέκτηται πρὸς αὐτοὺς τὴν ἀγάπην· ταπείνωσις δὲ λέγεται, ὡς τὰ τοῦ κόσμου πάντα, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτὴν καὶ τὸ ἴδιον σῶμα καὶ πρᾶξιν πᾶσαν ὡς οὐδὲν ἡγεῖσθαι γινομένην ἄνθρωπον τὸν γευσάμενον τῆς γλυκύτητος τούτου καὶ κατιδόντα τοῦ φωτὸς τὸ ἀμήχανον κάλλος· ταῦτα εἰδὼς μηκέτι μου περὶ τοιούτων λέγειν ἢ ἑρμηνεύειν σοι λεπτομερῶς δεηθῇς ὅλως· φύσει γὰρ ἄφθεγκτά εἰσιν, ἀνεκλάλητα πάντῃ, ἀνθρώποις τε ἀπόρρητα, ἄγνωστα καὶ ἀγγέλοις, καὶ κτιστῇ πάσῃ ἄλλῃ τινὶ οὐσίᾳ ὅλως ἀκατανόητα, γνῶθι δὲ μόνον τὰ σαυτοῦ ἢ σαυτὸν μᾶλλον πλέον, καὶ τότε γνώσεις, ὡς ἐγὼ ἀκατάληπτος πάντῃ μόνοις συνών, μόνους φιλῶν τοὺς ἐμὲ ἀγαπῶντας καὶ τῶν ἐμῶν ἀεὶ θερμῶς ἐντολῶν μεμνημένους καὶ μηδαμῶς προκρίνοντας αὐτῶν τι τῶν ῥεόντων, οἷς ὁμιλῶν συνέσομαι νῦν καὶ εἰς τοὺς αἰῶνας· ἀμήν.

Περὶ τῆς ἀκαταλήπτου καὶ ἀπεριγράπτου θεότητος ἀκριβὴς θεολογία. Καὶ ὅτι ἀπερίγραπτος οὖσα ἡ θεία φύσις οὔτε ἐντὸς οὔτε ἐκτός ἐστι τοῦ παντός, ἀλλὰ καὶ ἐντὸς καὶ ἐκτός ἐστιν ὡς τῶν ὅλων αἰτία. Καὶ ὅτι μόνον κατὰ νοῦν τῷ ἀνθρώπῳ ληπτὸν ἀλήπτως τὸ θεῖον ὡς τοῖς ὀφθαλμοῖς αἱ τοῦ ἡλίου ἀκτῖνες. Ὦ τριὰς ἡ κτίστης πάντων· ὦ θεέ μου μόνε μόνῳ, ἀπερίγραπτε τῇ φύσει, ἀκατάληπτε τῇ δόξῃ, ἀνερμήνευτε τοῖς ἔργοις, ἀναλλοίωτε οὐσίᾳ· ὦ ζωή, θεέ, τῶν πάντων· ὦ καλῶν ἁπάντων ἄνω· ὦ ἀρχὴ ἀνάρχου λόγου, ὑπεράναρχε θεέ μου, ὃς οὐ γέγονας οὐδέπω, ἀλλὰ ᾖς ἀρχὴν μὴ ἔχων· πῶς εὑρήσω τὸν ἐντός με περιφέροντά σε ὅλον; τίς μοι δώσει κατασχεῖν σε, ὃν ἐντός μου περιφέρω; πῶς καὶ ἔξω τῶν κτισμάτων, πῶς καὶ ἔσω τούτων πάλιν, καὶ οὐδ’ ἔσω ᾖς οὐδ’ ἔξω; ὡς μὲν ἄληπτος οὐκ ἔσω, ὡς ληπτὸς δ’ οὐκ ἔξω πέλω, ἀπερίγραπτος δ’ ὑπάρχων οὔτε ἔσω οὔτε ἔξω· τίνος γὰρ ὁ κτίστης ἔσω, ποίου δέ, εἰπέ μοι, ἔξω; πάντα ἔνδον περιφέρω ὡς συνέχων πᾶσαν κτίσιν, πάντων ἔξω δὲ τυγχάνω πάντων ὢν κεχωρισμένος· ὁ γὰρ κτίστης τῶν κτισμάτων πῶς οὐκ ἔσται πάντων ἔξω; ὁ πρὸ πάντων δὲ ὑπάρχων καὶ πληρῶν τὸ πᾶν ὡς πλήρης πῶς οὐκ ἔσομαι καὶ κτίσας ἐν τοῖς κτίσμασί μου πᾶσι;

πανταχοῦ καὶ γὰρ ὑπῆρχον ἐν τῷ πᾶν ὡς ὑπερπλήρης καὶ πληρῶ τὰ πάντα κτίσας νόει ἅπερ σοι φθέγγομαι· οὐ μετέστην τόπου κτίσας οὐδ’ ἡνώθην τοῖς κτισθεῖσιν· ἀπερίγραπτον δὲ ὄντα ποῦ ποτέ με φήσεις εἶναι; οὐ σωματικῶς σοι λέγω, ἀλλὰ νοητῶς μοι νόει· ζητῶν δὲ πνευματικῶς με ἀπερίγραπτον εὑρήσεις, οὐδαμοῦ δ’ αὖ κατὰ τοῦτο οὐδὲ ἔσω οὐδὲ ἔξω, εἰ καὶ πανταχοῦ κ’ ἐν πᾶσιν ἀπαθῶς καὶ ἀσυγχύτως· κατὰ τοῦτο δ’ ἔξω πάντων, ὅτι καὶ πρὸ πάντων ἤμην· ἀλλ’ ἀφήσωμεν τὴν κτίσιν ὅλην ταύτην, ἥνπερ βλέπεις, ὅτι λόγου οὐ μετέχει καὶ δικαίως πρὸς τὸν λόγον οἰκειότητα οὐκ ἔχει νοῦ παντὸς ἐστερημένη· δῶμεν οὖν οἰκεῖον ζῷον πρὸς τὸν λόγον τῆς σοφίας, ἵν’ ὡς νοῦς πρὸς τὴν σοφίαν καὶ ὡς λόγος πρὸς τὸν λόγον συγγενῶς τε καὶ οἰκείως ἔχων μᾶλλον σχῇ καλῶς καὶ κοινωνίαν τὸ κτισθὲν μετὰ τοῦ κτίστου, ὡς τοῦ κτίστου κατ’ εἰκόνα καὶ ὁμοίωσιν ὑπάρχον· ποῖον τοῦτο λέγω ζῷον; ἄνθρωπόν σοι πάντως εἶπον λογικὸν ἐν τοῖς ἀλόγοις ὡς διπλοῦν ἐξ ἑκατέρων αἰσθητῶν καὶ νοουμένων. οὗτος μέσον τῶν κτισμάτων τὸν θεὸν γινώσκει μόνος, τούτῳ μόνῳ ὁ θεὸς δὲ κατὰ νοῦν ληπτὸς ἀλήπτως καθορᾶται ἀοράτως καὶ κρατεῖται ἀκρατήτως. πῶς ληπτῶς καὶ πῶς ἀλήπτως, πῶς δὲ καὶ μικτῶς ἀμίκτως; πῶς; εἰπέ μοι, φράσον ταῦτα· πῶς τὰ ἄφραστά σοι φράσω, πῶς τὰ ἄρρητά σοι εἴπω;

ὅμως πρόσεχε καὶ λέξω· λάμπει ἥλιος ἀκτῖνας, (αἰσθητὸν τοῦτόν σοι λέγω· τὸν γὰρ ἄλλον οὔπω εἶδες·) †τὰς γοῦν τούτου βλέπεις ἀκτῖνας, καὶ ληπταί εἰσι τοῖς ὀφθαλμοῖς σου·† τὸ δὲ φῶς τῶν ὀφθαλμῶν σου συνημμένον ἦν ἀκτῖσιν· ἄρτι λέξον ἐρωτῶντι· τὸ οὖν φῶς σου ταῖς ἀκτῖσι πῶς ὑπάρχει συνημμένον; ἐν ἀμίκτῳ μίξει ἔστιν ἢ συγκέχυνται ἀλλήλοις; οἶδα, ἄμικτα καὶ λέξεις καὶ μικτὰ ὁμολογήσεις καὶ ληπτὸν τὸ φῶς μοι εἴπῃς ὀφθαλμῶν ἀνεῳγμένων καὶ καλῶς κεκαθαρμένων, τὸ δ’ αὐτό, εἰ σὺ καμμύσεις, ἄληπτον εὐθὺς ὑπάρχει· τοῖς τυφλοῖς οὐ παραμένει, σύνεστι δὲ τοῖς ὁρῶσιν, ὅτε δὲ δύνει, καὶ τούτους ὡς τυφλοὺς καταλιμπάνει· ἐν νυκτὶ καὶ γὰρ ἀνθρώπων ὀφθαλμοὶ οὐ καθορῶσιν· ἡ ψυχὴ οὖν διὰ τούτων παρακύπτουσα φῶς βλέπει· τοῦ φωτὸς δὲ μὴ παρόντος ὡς ἐν σκότει πάντως ἔστιν, ἀνατέλλοντος δὲ τούτου τότε βλέπεις φῶς ἐν πρώτοις, ἐν φωτὶ δὲ καὶ τὰ πάντα· τὸ δὲ φῶς ἔχων οὐκ ἔχεις· ἔχεις γάρ, ὅτι καὶ βλέπεις, κατασχεῖν δὲ μὴ ἰσχύων ἢ λαβεῖν αὐτὸ χερσί σου ἔχειν ὅλως οὐ δοκεῖς τι· ἐφαπλοῖς τὰς σὰς παλάμας, λάμπει ἥλιος ἐν ταύταις καὶ κρατεῖν αὐτὸν νομίζεις· τοῦτο λέγω, ὅτι ἔχεις· σφίγγεις αἴφνης πάλιν ταύτας καὶ ἀκράτητος ὑπάρχει· οὕτως πάλιν οὐδὲν ἔχεις. τὰ ἁπλᾶ ἁπλῶς κρατοῦνται, κρατητῶς οὐ σφίγγονται δέ· εἰ καὶ σῶμα γὰρ τῇ φύσει τοῦτο δὴ τὸ φῶς νοεῖται ὁρωμένου τοῦ ἡλίου, πλὴν καὶ ἄτμητον ὑπάρχει.

πῶς οὖν τοῦτον εἰς οἰκίαν εἰσαγάγῃς σήν, εἰπέ μοι; πῶς δὲ κατασχεῖν ἰσχύσεις, πῶς τὸν ἄληπτον κρατήσεις; πῶς δὲ τοῦτον ὅλον κτήσῃ μερικῶς ἢ τὸ καθόλου; πῶς δὲ λάβῃς τούτου τμῆμα καὶ ἐν κόλπῳ κατακρύψεις; πάντως οὐδαμῶς μοι εἴπῃς δυνατόν ποτε γενέσθαι. εἰ οὖν τούτου, ὅνπερ λόγῳ καὶ προστάγματι ὁ κτίστης ὡς λαμπάδα παρεισῆξε φαίνειν πᾶσι τοῖς ἐν κόσμῳ, ἐξειπεῖν ἢ ἐρευνῆσαι ὅλως φύσιν οὐκ ἰσχύεις, πῶς καὶ σῶμα οὗτος ἔστιν, (οὐκ ἀσώματος γὰρ πάντως) πῶς ληπτός ἐστιν ἀλήπτως, πῶς καὶ μίγνυται ἀμίκτως, πῶς ἀκτῖσι καθορᾶται καὶ φωτίζει σε ἐν τούτοις, ὃν εἰ καὶ τρανῶς προσβλέψεις, ὅλον μᾶλλον ἐκτυφλοῖ σε, ἀλλὰ καὶ τῶν ὀφθαλμῶν σου ἀπορεῖς τὸ φῶς εἰπεῖν μοι, πῶς φωτὸς ἑτέρου δίχα ὅλως βλέπειν οὐκ ἰσχύει καὶ παντὶ φωτὶ ἑνοῦται καὶ ὡς φῶς τὰ πάντα βλέπει, ἀπαθὲς δὲ μένει πάντως διαιρούμενον τῶν φώτων καὶ ἑνούμενον ὡσαύτως φῶς φωτὶ ὅλον τυγχάνει καὶ ἡ ἕνωσις ἀφράστως, ἀσυγχύτως τούτων πέλει, ἡ διαίρεσις δ’ ὁμοίως μὴ καταλαμβανομένη, πῶς τοῦ κτίστου τῶν ἁπάντων ὅλως φύσιν ἐρευνῆσαι, ἐνεργείας τούτου πάλιν πῶς μοι λέγεις ἑρμηνεῦσαι, πῶς εἰπεῖν μοι, πῶς ἐκφράσαι, πῶς δὲ λόγῳ παραστῆσαι;

πίστει πάντα παραδέχου· πίστις γὰρ οὐκ ἀμφιβάλλει, πίστις ὅλως οὐ διστάζει· πλήν, ὡς λέγω, πάντα ἔστιν· ἐναργῶς σοι πάντα λέγω· οὐδαμῶς τι τῶν ἁπάντων ἡ δημιουργὸς τῶν ὅλων ἔστι φύσις θεία καὶ σοφία, οὐδ’ ἐν πᾶσι· πῶς γὰρ ἔσται τὸ οὐδὲν ὑπάρχον πάντων, αἴτιον δὲ ὂν τῶν πάντων; πανταχοῦ ἐστι κ’ ἐν πᾶσι καὶ πληροῖ τὰ πάντα ὅλως κατ’ οὐσίαν, κατὰ φύσιν, καθ’ ὑπόστασιν ὡσαύτως, πανταχοῦ θεὸς ὑπάρχει ὡς ζωὴ ζωὴν παρέχων· τί γὰρ ὅλως καὶ παρήχθη, ὃ αὐτὸς οὐ παρεισῆξε; μέχρι κώνωπός μοι νόει καὶ ἱστοῦ τοῦ τῆς ἀράχνης· πόθεν γὰρ τοσοῦτον ταύτῃ χορηγεῖται νῆμα, λέγε· ἣ οὐ νήθει, ἀλλ’ ἀκόπως καθ’ ἑκάστην ἐξυφαίνει, ἁλιέων σοφωτέρα ἰξευτῶν τε πάντων πέλει ἐξαπλοῦσα τοὺς ἱμάντας καὶ συνδοῦσα ἐκ μακρόθεν καὶ ἐσχάτως μέσον τούτων ὥσπερ δίκτυον ὑφαίνει εἰς ἀέρα τὴν παγίδα, καὶ αὐτὴ καθεζομένη ἀπεκδέχεται τὴν θήραν, εἴ πού ποθεν παρεμπέσαν ἁλισθήσεται πτηνόν τι. ὁ οὖν μέχρι τούτων πάντων τῇ προνοίᾳ συνδιήκων, πῶς οὐκ ἔστιν ἐν τοῖς πᾶσι, πῶς οὐκ ἔστι μετὰ πάντων; ναί, τῶν πάντων μέσον ἔστι, ναί, καὶ ἔξω πάντων ἔστιν· ναί, καὶ φῶς αὐτὸς ὑπάρχει νοητὸν ψυχὰς φωτίζον, ναί, καὶ ἄδυτος ὑπάρχει· ποῦ κρυβῇ πληρῶν τὰ πάντα;

εἰ δὲ σὺ τοῦτον οὐ βλέπεις, γνῶθί σε τυφλὸν ὑπάρχειν καὶ φωτὸς ἐν μέσῳ σκότους ὅλον σε πεπληρωμένον· καθορᾶται γὰρ ἀξίοις, οὐχ ὁρᾶται δὲ ὁ πλήρης, ἀλλ’ ὁρᾶται ἀοράτως ὡς ἀκτὶς ἡλίου μόνη καὶ ληπτὸς αὐτοῖς τυγχάνει ἄληπτος ὢν κατ’ οὐσίαν· ἡ ἀκτὶς μὲν καθορᾶται, ἥλιος τυφλοῖ δὲ μᾶλλον, καὶ ἀκτὶς αὐτοῦ ληπτή σοι, ὥσπερ εἴπομεν, ἀλήπτως. κατὰ τοῦτο τοίνυν λέγω· ὅπερ ἔχω, τίς μοι δώσει; ὅλον τοῦτο δηλονότι, τίς, ὃ βλέπω, ὑποδείξει; τὴν ἀκτῖνα καὶ γὰρ βλέπω, τὸν δὲ ἥλιον οὐ βλέπω. ἡ δ’ ἀκτὶς οὐχ ἥλιός σοι καὶ δοκεῖ καὶ καθορᾶται; ταύτην βλέπων ὅλον βλέψαι ποθῶ τὸν γεννήτορα· οὕτως βλέπων λέγω πάλιν· τίς μοι δείξει, ὅνπερ βλέπω; τὰς ἀκτῖνας ἔχων αὖθις ὅλας ἔνδον τῆς οἰκίας λέγω πάλιν· ποῦ εὑρήσω τὴν πηγὴν τὴν τῶν ἀκτίνων; ἡ δ’ ἀκτὶς πηγὴ δ’ αὖ ἄλλη ἐν ἐμοὶ σαφῶς ὑπάρχει· ὢ θαῦμα ξένον· ἄνω ἥλιος ἐκλάμπει, ἡ δ’ ἀκτὶς ἡλίου αὖθις ἄλλος ἥλιος ἐν γῇ μοι φαίνεται καὶ καταυγάζει· ὅμοιος ὄντως τοῦ πρώτου καὶ ὁ δεύτερος ὑπάρχει· τοῦτον ἔχων λέγω ἔχειν, τὸν δὲ ἄλλον μου μακρόθεν καθορῶν ὡσαύτως κράζω· τίς μοι δώσει, ὅνπερ ἔχω; οὐ γὰρ τέτμηνται ἀλλήλων, οὐ χωρίζονται δὲ ὅλως, καὶ διΐστανται ἀφράστως· πρὸς τὸ ὅλον πόσον ἔχω; κόκκον ἕνα ἢ σπινθῆρα· καὶ ζητῶ λαβεῖν τὸ ὅλον, εἰ καὶ ὅλον πάντως ἔχω· πῶς τὸ ὅλον; τί μοι λέγεις;

ὡς πρὸς ἄφρονας προσπαίζεις· παῦσαι, παίζειν με μὴ λέγε, οὔ· ἀλλὰ τὸ ὅλον ἔχω, εἰ μηδὲν μηδόλως ἔχω· πῶς ἢ τί λαλεῖς, θαυμάζω· ἄκουσον καὶ πάλιν λέξω· πέλαγός μοι νόει μέγα καὶ θαλάσσας θαλασσῶν τε, ἄβυσσον ἀβύσσων πάλιν κατὰ νοῦν ὑποζωγράφει· εἰ οὖν ἵστασαι πρὸς τούτοις, τῇ ἀκτῇ τῶν θαλασσίων, πάντως ἂν καλῶς μοι εἴπῃς καθορᾶν τὸ ὕδωρ ἄρα καὶ μὴ βλέπων ὅλον ὅλως· τὸ γὰρ ὅλον πῶς θεάσῃ, ἄπειρον τοῖς ὀφθαλμοῖς σου ὂν καὶ ταῖς χερσί σου ἄσχετον; πάντως, ὅσον βλέπεις, βλέπεις. εἰ δὲ ἔροιτό σέ τις δή· βλέπεις ὅλας τὰς θαλάσσας; οὐδαμῶς, ἀποκριθήσῃ· πάσας δὲ κρατεῖς παλάμῃ; οὔ, λέξεις, πῶς γὰρ ἰσχύσω; εἰ δὲ ἔροιτό σε πάλιν· οὐδὲ ὅλως ταύτας βλέπεις; λέγεις· ναί, μικρόν τι βλέπω καὶ κρατῶ θαλάσσης ὕδωρ· ὅσον οὖν τὴν χεῖρα ἔχεις ἐν τοῖς ὕδασι κρατοῦσαν, ὅλας ἔχεις τὰς ἀβύσσους συνημμένας τῇ χειρί σου· οὐ γὰρ τέτμηνται ἀλλήλων· καὶ οὐ πάσας, ἀλλ’ ὀλίγον· πρὸς οὖν πάσας πόσον ἔχεις; ὡς ῥανίδα μίαν, εἴπῃς, τὰς δὲ πάσας σὺ οὐκ ἔχεις, καίτοι συνημμένας ἔχεις. οὕτω γοῦν κἀγώ σοι λέγω, ὅτι ἔχων οὐδὲν ἔχω καὶ πτωχός εἰμι καὶ πλοῦτον ἀποκείμενον ὁρῶ μοι.

ὅτε χορτασθῶ, λιμάσσω, ὅτε δὲ πένομαι, πλουτῶ· ὅτε πίνω, καὶ διψῶ καὶ γλυκὺ τὸ πόμα λίαν· μία γεῦσις πᾶσαν δίψαν μυριάδων καταπαύει, καὶ διψῶ ἀεὶ τοῦ πίνειν, ὑπὲρ κόρον πάντως πίνων· σχεῖν ἐπιθυμῶ τὸ ὅλον καὶ πιεῖν, εἰ οἷόν τε, πάσας τὰς ἀβύσσους ἅμα· ἀδυνάτου τούτου ὄντος πάντοτε διψῆν σοι λέγω, καίπερ ἐν τῷ στόματί μου πάντοτε τὸ ὕδωρ ἔστι ῥέον, βλύζον, περικλύζον· ἀλλὰ βλέπων τὰς ἀβύσσους οὐ δοκῶ τι πίνειν ὅλως. σχεῖν ἐπιθυμῶν τὸ ὅλον, πλουσίως τε πάλιν ἔχων ὅλον ὅλως ἐν χειρί μου πάντοτε πτωχὸς ὑπάρχω, μετὰ τοῦ μικροῦ τὸ ὅλον συνημμένον πάντως ἔχων. θάλασσα οὖν τῇ σταγόνι, ἄβυσσοι δὲ πάλιν ταύτῃ τῶν ἀβύσσων συνημμέναι· μίαν οὖν σταγόνα ἔχων συνημμένας πάσας ἔχω· ἡ σταγὼν δὲ πάλιν αὕτη, ἥνπερ λέγω σοι κεκτῆσθαι, ἄτμητος ὑπάρχει ὅλη, ἀναφής, ἄληπτος πάντῃ, ἀπερίγραπτος ὡσαύτως, δυσθεώρητος εἰς ἅπαν, ἦ θεὸς ὅλος ὑπάρχει· εἰ οὖν οὕτω καὶ τοιαύτη ἔστι μοι ῥανὶς ἡ θεία, ὅλως ἔχειν τί δοκήσω; ὄντως ἔχων οὐδὲν ἔχω. †ἄλλως πάλιν σοι ταῦτα λέξω·† ἥλιος ἀφ’ ὕψους λάμπει· ἐπιβαίνων ταῖς ἀκτῖσι (μᾶλλον δὲ κρατῶ ἀκτῖνα) ἀναβαίνω τρέχων ἄνω πλησιάσαι τῷ ἡλίῳ· ὅτε δὲ καλῶς ἐγγίσω καὶ δοκήσω τοῦ προσψαῦσαι, διαφεύγει μου τὰς χεῖρας ἡ ἀκτὶς κ’ εὐθὺς τυφλοῦμαι καὶ ἐκπίπτω ἀμφοτέρων, τοῦ ἡλίου καὶ ἀκτίνων.

ἀπὸ ὕψους οὖν ἐκπίπτω· κάθημαι καὶ πάλιν κλαίω καὶ ζητῶ τὴν πρὶν ἀκτῖνα· οὕτως οὖν ἔχοντός μου τῆς νυκτὸς ὅλον τὸν ζόφον αὕτη διασχίσασά μοι ὡς σχοινίον ἀπὸ ὕψους οὐρανίου καταβαίνει· δράσσομαι συντόμως ταύτης, ὡς ληπτὴν σφίγγω κρατῆσαι, καὶ ἀκράτητος ὑπάρχει· ὅμως δὲ ἀλήπτως ταύτην καὶ κρατῶ καὶ ἀναβαίνω· οὕτως οὖν ἀνερχομένῳ συνανέρχονται ἀκτῖνες· τοὺς οὐρανοὺς ὑπερβαίνω οὐρανῶν τοὺς οὐρανούς τε, βλέπω ἥλιον δὲ πάλιν ὑπὲρ τούτων ἀνωτέρω· εἴτε φεύγει, οὐ γινώσκω, εἴτε ἵσταται, οὐκ οἶδα· τέως βαίνω, τέως τρέχω, ὅλως φθάσαι οὐκ ἰσχύω· ὕψους ὑπερβαίνων δ’ ὕψη ὑπὲρ ὕψωμά τε ἅπαν γενομένῳ μοι, ὡς δοκῶ, ἐκ χειρῶν μου αἱ ἀκτῖνες σὺν ἡλίῳ ἀφαντοῦνται καὶ εὐθὺς εἰς ᾅδου πτῶμα καταφέρομαι ὁ τάλας· τοῦτο ἔργον, τοῦτο πρᾶξις τοῖς πνευματικοῖς ὑπάρχει· ἄνω, κάτω· κάτω, ἄνω· ἄπαυστος αὐτοῖς ὁ δρόμος· ὅταν πέσῃ, τότε τρέχει, ὅταν τρέχῃ, ἵσταται δέ· ὅλος κάτω κεκλιμένος ὅλος ὢν ἄνω τυγχάνει, περιπολῶν οὐρανοὺς δὲ ἐμπεδοῦται πάλιν κάτω, καὶ ἀρχὴ τοῦ δρόμου τέλος, τὸ δὲ τέλος ἀρχὴ πέλει· ἀτελὴς ἡ τελειότης, ἡ δ’ ἀρχή γε πάλιν τέλος. τέλος πῶς; ὡς Γρηγόριος θεολογικῶς εἰρήκει· ἔλλαμψις ὑπάρχει τέλος τῶν ποθούντων πάντων, καὶ ἀνάπαυσις ἁπάσης θεωρίας φῶς τὸ θεῖον.

τοῦτο οὖν ἰδεῖν ὁ φθάσας ἀπὸ πάντων καταπαύει καὶ χωρίζεται κτισμάτων· τὸν γὰρ κτίστην τούτων βλέπει· ὃν ὁ βλέπων ἔξω πάντων μετὰ μόνου μόνος ἔστι καὶ οὐδὲν τῶν πάντων βλέπει ὁρατῶν ἢ νοουμένων· μόνην τὴν τριάδα βλέπει, τὰ δ’ ἐν ταύτῃ σιωπάσθω· ἀμυδρῶς καὶ γὰρ ὁρῶνται καὶ ποσῶς κατανοοῦνται. κατεπλάγης οὖν ἀκούσας τὰ ἐντὸς τῶν ὁρωμένων; εἰ δὲ κατεπλάγης ταῦτα, πῶς οὐ μυθολόγος δόξω τὰ ἐκτὸς διατρανῶν σοι; ἀνεκλάλητα γὰρ πάντῃ καὶ ἀνέκφραστα τὰ θεῖα καὶ τὰ ἐν αὐτοῖς εἰς ἅπαν, κἂν ὁ λόγος πως ἐκ πόθου ἐκβιάζεται τοῦ λέγειν περὶ πραγμάτων θείων καὶ ἀνθρωπίνων· ἀλλ’ ἐάσας οὖν τὰ θεῖα καὶ εἰπών τι τῶν ἰδίων ὑποδείξω σοι τῷ λόγῳ τὴν ὁδὸν καὶ καταπαύσω. γνῶθί σε διττὸν ὑπάρχειν καὶ διττοὺς ἔχειν τοὺς ὦπας, αἰσθητοὺς καὶ νοερούς τε, ὡς διττῶν ἡλίων ὄντων καὶ διττοῦ φωτὸς ὡσαύτως, αἰσθητοῦ καὶ νοητοῦ τε· οὓς εἰ βλέψεις, ὡς ἐκτίσθης κατ’ ἀρχάς, ἄνθρωπος ἔσῃ· εἰ δὲ αἰσθητὸν μὲν βλέπεις, νοητὸν οὐδαμῶς δὲ ἥλιον, ἡμιθνὴς τυγχάνεις πάντως· ὁ ἡμιθνὴς δὲ καὶ νεκρός, ἀνενέργητος εἰς πάντα. εἰ γὰρ ὁ αἰσθητῶς μὴ βλέπων ἀνενέργητός τις ἔστι, πόσῳ μᾶλλον ὁ μὴ βλέπων τὸ νοητὸν φῶς τοῦ κόσμου, νεκρός ἐστι καὶ νεκροῦ πλέον· ὁ νεκρὸς ἀναισθητεῖ γε, ὁ δὲ θνήξας ἐν αἰσθήσει, ὅσην ἕξει τὴν ὀδύνην. μᾶλλον δ’ ἔσεται ὡς θνῄσκων ἐνωδύνως εἰς αἰῶνας· οἱ δὲ βλέποντες τὸν κτίστην πῶς οὐ ζῶσιν ἔξω πάντων;

ναί, τῶν πάντων ἔξω ζῶσι καὶ εἰσὶ τῶν πάντων μέσον καὶ ὁρῶνται ὑπὸ πάντων, οὐχ ὁρῶνται δὲ τοῖς πᾶσιν. ἐν αἰσθήσει τῶν παρόντων μέσον μέν εἰσι τῶν πάντων, ὑπὲρ αἴσθησιν δὲ τούτων ἔξω γίνονται τῶν πάντων· τοῖς ἀΰλοις συναφθέντες αἰσθητῶν ἀναισθητοῦσιν· ὀφθαλμοὶ καὶ γὰρ ὁρῶσιν, ἐν αἰσθήσει δ’ ἀναισθήτῳ. πῶς; εἰπέ μοι· λέξω τάχος· ὡς ὁρῶν τὸ πῦρ οὐ καίῃ, οὕτως βλέπω ἀναισθήτως· σὺ τὸ πῦρ ὁρᾷς, ὁποῖον, καὶ τὴν φλόγα πάντως βλέπεις, οὐκ αἰσθάνῃ δὲ ὀδύνης, ἀλλ’ ὑπάρχεις ἔξω τούτου καὶ ὁρῶν οὐ κατακαίῃ ἀναισθήτως ἐν αἰσθήσει· ἢ πῶς ἄλλως τοῦτο εἴπῃς; οὐ γὰρ καίῃ ἀναισθήτως, ἐν αἰσθήσει δ’ ὅμως βλέπεις· τὸ αὐτό μοι νόει πάσχειν καὶ τὸν ὁρῶντα πνευματικῶς· νοῦς γὰρ καθορῶν τὰ πάντα ἀπαθῶς καὶ διακρίνει, †οἷον βλέπει κάλλος ὡραῖον,† ἀλλ’ ἐκτὸς ἐπιθυμίας· τὸ οὖν πῦρ ἐστι τὸ κάλλος, ἡ ἁφὴ ἐπιθυμία· εἰ μὴ σὺ τοῦ πυρὸς ἅψῃ, πῶς ὀδύνης αἰσθανθήσῃ; οὐδαμῶς· ὁ νοῦς δὲ πάλιν, πρὶν κακῶς ἐπιθυμήσει, τὸν χρυσὸν ὁρῶν ὡσαύτως ὡς πηλὸν προσβλέψει πάντως, τὴν δὲ δόξαν οὐχ ὡς δόξαν, ἀλλ’ ὡς εἶδος φαντασμάτων εἰς ἀέρα φαινομένων, καὶ τὸν πλοῦτον ὥσπερ ξύλα λογιεῖται ἐν ἐρήμῳ κατακείμενα στιβάδα· τί τὰ πάντα ἐξηγεῖσθαι ἑρμηνεύειν τε πειρῶμαι; εἰ μὴ πείρᾳ καταλάβῃς, γνῶναι ταῦτα οὐκ ἰσχύεις· ἀπορῶν δὲ γνῶναι φήσεις· οἴμοι· πῶς οὐκ οἶδα ταῦτα;

οἴμοι· πόσον ἀπολείπω τῶν καλῶν ἐν ἀγνωσίᾳ· καὶ σπουδάσεις ταῦτα γνῶναι, ἵνα γνωστικὸς καλῇ γε· εἰ γὰρ σεαυτὸν οὐκ οἶδας, ποταπὸς εἶ, ποῖος πέλεις, πῶς τὸν κτίστην ἐπιγνώσῃ; πῶς πιστὸς ὀνομασθήσῃ, πῶς δὲ ἄνθρωπος κληθήσῃ βοῦς ὑπάρχων ἢ θηρίον ἢ ὡς ἄλογόν τι ζῷον; ἢ καὶ χείρων τούτων ἔσῃ ἀγνοῶν τὸν κτίσαντά σε· τίς ἐκεῖνον μὴ γινώσκων λογικὸς εἰπεῖν τολμήσει, ὅτι ἔστιν; οὐ γὰρ ἔστι· πῶς γάρ, ὡς ἐστέρηται τοῦ λόγου; ὁ δ’ ἐστερημένος λόγου εἰς ἀλόγων ἔστι τάξιν, ποιμανθεὶς δὲ ὑπ’ ἀνθρώπων πάντως ἔσται σεσωσμένος. εἰ δ’ οὐ βούλεται, ἀλλ’ ὄρει καὶ φαράγγοις προσπελάζει, βρῶμα ἔσεται θηρίων ὡς ἀπολωλὸς ἀρνίον. ταῦτα πρᾶττε καὶ μελέτα, μὴ παραρρυῇς τεκνίον.