Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι

Συμεὼν ὁ Νέος Θεολόγος

Εξομολόγηση, μετάνοια και πνευματική μεταμόρφωση

Ποιητική περιγραφή της εσωτερικής αμαρτωλότητας, η ικεσία για την απαλλαγή από τα πάθη και η μυστική θεωρία του ακτίστου φωτός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 5 από 17

ὅτι θεὸς ἐν ἅπασι καὶ πανταχοῦ ὑπάρχει καὶ φῶς ὅλος αὐτός ἐστιν, ἐν ᾧ οὐκ ἔστιν ὅλως οὐ τροπῆς ἀποσκίασμα, οὐ νυκτὸς παρουσία, οὐ σκότους παρεμποδισμὸς ἐγγίνεται εἰς ἅπαν, ἀλλ’ ἐφήπλωται τῷ παντὶ καὶ ἀπροσίτως λάμπει καὶ τοῖς ἀξίοις προσιτὸς καὶ ληπτὸς καθορᾶται ὀλίγον μέν, ὡς ἔφαμεν, πρὸς ὅλην τὴν ἀκτῖνα καὶ πρὸς τὸν ἥλιον αὐτόν, ὅτε φανεῖται ὅλος, πολὺ δὲ πάντως πρὸς αὐτοὺς τοὺς σκότει καθημένους, ὅτι κατηξιώθησαν μικρὰν αὐγὴν ἰδέσθαι· ἐγὼ δὲ ὁ ταλαίπωρος προτιμῶμαι τὸ σκότος καὶ μεριμνῶ τὰ ἐν αὐτῷ καὶ προστιθῶ τὸν ζόφον, καὶ γίνεται παχύτερος τῇ ταπεινῇ ψυχῇ μου, ἐξ οὗ τὰ πάθη τρέφονται καὶ ἐν ἐμοὶ ζωοῦνται καὶ δράκοντές μοι γίνονται καὶ ἑρπετὰ καὶ ὄφεις διαταράσσοντες ἀεὶ τῆς ψυχῆς μου τὰ μέλη· καὶ γὰρ ἡ δόξα δάκνει με ἡ κενὴ καὶ ματαία καὶ τοὺς ὀδόντας πέπηγεν ἐν τῇ ἐμῇ καρδίᾳ, ἐξ ἧς ἀδυνατήσαντος καὶ ἐκλυθέντος ὅλως ἦλθον κύνες οἱ ἄγριοι, ἦλθε θηρίων πλῆθος, καὶ εὑρόντα με κείμενον κατεμασήσαντό με· τρυφὴ γὰρ καὶ ὁ ἔπαινος μυελὸν καὶ τὰ νεῦρα διέσπασάν μου τῆς ψυχῆς ἰσχὺν καὶ προθυμίαν ἀφῃρηκότα ἀπ’ ἐμοῦ (οἴμοι, πῶς πάντα γράψω), οἴησιν δὲ καὶ ὄκνον μοι ὡς λῃστὰς ἐπιθέντες, ἡδονήν τε καὶ μέριμναν, πῶς ἀνθρώποις ἀρέσω, ἀπεναντίας σύροντες διεμερίσαντό με· ἡ μὲν τὴν σωφροσύνην μου καὶ τὸ νηφάλιόν μου, ἡ δὲ τὰ ἔργα τὰ καλὰ καὶ πράξεις τὰς ἐνθέους †ἐφ’ ἑαυτὰς δεικνύοντες† νεκρὸν ἀπέδειξάν με, οἴησιν, τὸ παράδοξον καὶ θαυμαστὸν καὶ μέγα, καταλιπόντες ἐν ἐμοὶ τῷ κατερρυπωμένῳ.

πῶς γάρ, εἰπέ, οὐ θαυμαστόν; πῶς οὐ πλῆρες ἐλέους; ὅτι τοιαῦτα πάθη με ἐπεισπεσόντα αἴφνης καὶ πάσης ἀρετῆς γυμνὸν καὶ νεκρὸν δείξαντά με ἔλαθον πάλιν ἐμαυτὸν μηδὲν τῶν γενομένων ἐπεγνωκώς, ἀλλ’ οἴομαι μείζων πάντων ὑπάρχειν καὶ ἀπαθὴς καὶ ἅγιος καὶ σοφὸς θεολόγος, δικαίως καὶ τιμώμενος παρὰ πάντων ἀνθρώπων, ἀλλὰ καὶ ἐπαινούμενος ὡς ἄξιος ἐπαίνων· ἅπαντας προσκαλούμενος δοκῶ τιμὴν συνάγειν· συναγομένων γὰρ αὐτῶν ἐγὼ φυσῶμαι πλέον καὶ συχνῶς περιβλέπομαι, μή πού τις ἀπελήφθη, ὅστις οὐ παρεγένετο καὶ ἐθεάσατό με· καὶ εἴ που εὑρεθείη τις παραβλεψάμενός με, μνησικακῶ καὶ λοιδορῶ καὶ διασύρω τοῦτον, ὅπως ἀκούσας καὶ αὐτός, μὴ φέρων μου τοὺς ψόγους, ἔλθῃ, προσαγορεύσῃ με, φανῇ ὑπόσπονδός μου καὶ ὡς κἀκεῖνος χρῄζει μου τῆς εὐχῆς καὶ ἀγάπης· καὶ λέγω πάντας τοὺς λοιπούς· ἔρχεται καὶ ὁ δεῖνα καὶ τὰς εὐχὰς κομίζεται καὶ τοὺς λόγους ἀκούει καὶ τὴν διδασκαλίαν μου· φεῦ μοι τῆς εὐηθείας· πῶς οὖν οὐ βλέπω γύμνωσιν τῆς ἀθλιότητός μου, πῶς οὐχ ὁρῶ τὰ τραύματα τοῦ σώματός μου ὅλου καὶ τῶν πληγῶν αἰσθάνομαι καὶ λυποῦμαι καὶ κλαίω καὶ ἴασιν ἐπιζητῶ ἀνακλιθεὶς ξενῶνι καὶ ἰατροὺς παρακαλῶ δεικνὺς τοὺς μώλωπάς μου ἀπογυμνώσας τε αὐτοῖς καὶ τὰ κρυπτά μου πάθη, ὡς ἂν ξηρία, ἔμπλαστρα καὶ καύστρας ἐπιθῶσι καὶ ὑπομείνω καρτερῶς διὰ τὴν ἴασίν μου, ἀλλὰ καὶ μᾶλλον προστιθῶ τραύματα καθ’ ἑκάστην;

ἀλλ’, ὦ θεέ μου, οἴκτειρον ἐμὲ πεπλανημένον καὶ φόβον σου ἐμφύτευσον ἐν τῇ ἐμῇ καρδίᾳ, ἵνα τὸν κόσμον φύγοιμι κατὰ τὰς ἐντολάς σου καὶ μῖσος ἕξω πρὸς αὐτὸν καὶ συσταλῶ ἐμφρόνως, καὶ μὴ ἐάσῃς με, Χριστέ, μέσον τούτου πλανᾶσθαι, ὅτι σὲ μόνον ἀγαπῶ μήπω σε ἀγαπήσας, καὶ σοῦ καὶ μόνου προσδοκῶ τὰς ἐντολὰς φυλάττειν ὅλος ὢν ἐν τοῖς πάθεσιν, μηδὲ ἐπεγνωκώς σε· τίς γὰρ τῶν ἐπιγνόντων σε χρῄζει δόξης τοῦ κόσμου; ἢ τίς τῶν ἀγαπώντων σε πλέον τούτου ζητήσει, ἢ πάντας προσκαλέσασθαι ἤ τινας κολακεῦσαι ἢ πάντων φίλος ἔσεσθαι τῶν ἀνθρώπων σπουδάσει;

ταῦτα οὐδεὶς ἐποίησε τῶν γνησίων σου δούλων, καὶ διὰ τοῦτο θλίβομαι καὶ λυποῦμαι, θεέ μου, ὅτι ἐν τούτοις ἐμαυτὸν ὁρῶ δεδουλωμένον καὶ πεισθῆναι οὐ δύναμαι οὐδὲ ταπεινωθῆναι, οὐδὲ ζητῆσαι βούλομαι τὴν σὴν καὶ μόνην δόξαν, δι’ ἧς τὸ εἶναί με πιστὸν δείκνυται καὶ σὸν δοῦλον καὶ δι’ ἣς πάντων δύναμαι ὑψηλότερος εἶναι, ἐν εὐτελείᾳ μάλιστα καὶ πτωχείᾳ καὶ πόνοις οὐ μόνον δυνατῶν ἀνδρῶν, ἀλλὰ καὶ βασιλέων· κάμφθητι οὖν πρὸς ἔλεον τῆς ταπεινῆς ψυχῆς μου, θεέ, ὁ πάντων ποιητής, ὁ τὸ εὖ εἶναι δούς μοι, καὶ δός μοι γνῶσιν ἀληθῆ, ἵνα τῶν ἀγαθῶν σου τῶν αἰωνίων συνετῶς ἀνθέξομαι καὶ μόνων καὶ τὴν σὴν δόξαν ἐκ ψυχῆς φιλήσω καὶ ζητήσω, τῆς ἀνθρωπίνης μηδαμῶς τῆς γεώδους φροντίζων, ὡς ἄν σοι ἑνωθήσομαι νῦν τε καὶ μετὰ πότμον καὶ σοὶ ἀξιωθήσομαι, Χριστέ, συμβασιλεῦσαι τῷ δι’ ἐμὲ τὸν ἄτιμον ὑπομεμενηκότι θάνατον καὶ πληρώσαντι πᾶσαν οἰκονομίαν, καὶ τότε πάντων ἔσομαι βροτῶν ἐνδοξότερος· ἀμήν, γένοιτο, κύριε, νῦν καὶ εἰς τοὺς αἰῶνας.

Προτροπὴ εἰς μετάνοιαν. Καὶ πῶς τὸ θέλημα τῆς σαρκὸς τῷ θελήματι τοῦ πνεύματος ἑνωθὲν θεοειδῆ τὸν ἄνθρωπον ἀπεργάζεται. Κλαίω καὶ κατανύσσομαι, ὅταν τὸ φῶς μοι λάμψῃ καὶ ἴδω τὴν πτωχείαν μου καὶ γνῶ τὸ ποῦ ὑπάρχω καὶ ποῖον κόσμον κατοικῶ θνητὸν θνητὸς ὑπάρχων, καὶ τέρπομαι καὶ χαίρομαι, ὅταν κατανοήσω τὴν ἐκ θεοῦ δοθεῖσάν μοι κατάστασιν καὶ δόξαν, καὶ ἐμαυτὸν ὡς ἄγγελον στοχάζομαι κυρίου ἀΰλῳ τῷ ἐνδύματι ὅλον κεκοσμημένον. ἡ οὖν χαρὰ τὸν πόθον μοι ἀνάπτει τοῦ διδόντος καὶ ἀλλοιοῦντός με θεοῦ, ὁ πόθος δὲ δακρύων ἀναβλυστάνει ποταμοὺς καὶ λαμπρύνει με πλέον.

ἀκούσατε οἱ εἰς θεόν, ὡς ἐγώ, ἁμαρτόντες, σπουδάσατε καὶ δράμετε ἐν τοῖς ἔργοις εὐτόνως καταλαβεῖν καὶ δράξασθαι πυρὸς ἀΰλου ὕλην (ὕλην δ’ εἰπὼν τὴν θείαν σοι ἐδήλωσα οὐσίαν) καὶ ἐξανάψαι τῆς ψυχῆς τὴν νοερὰν λαμπάδα, ἵνα γένησθε ἥλιοι λάμποντες ἐν τῷ κόσμῳ καὶ μηδαμῶς ὁρώμενοι παρὰ τῶν ἐν τῷ κόσμῳ, ἵνα γένησθε ὡς θεοὶ θεοῦ ὅλην τὴν δόξαν ἔνδον ὑμῶν κατέχοντες ἐν δύο ταῖς οὐσίαις, διπλαῖς πάντως ταῖς φύσεσι, διπλαῖς ταῖς ἐνεργείαις, διπλοῖς καὶ τοῖς θελήμασι, καθὼς βοᾷ ὁ Παῦλος· ἄλλο καὶ γὰρ τὸ θέλημα σαρκὸς ῥευστῆς ὑπάρχει, ἕτερον δὲ τοῦ πνεύματος καὶ ἄλλο τῆς ψυχῆς μου, πλὴν οὐ τριπλοῦς ἀλλὰ διπλοῦς ὡς ἄνθρωπος ὑπάρχω· ἡ ψυχή μου συνδέδεται ἀρρήτως τῇ σαρκί μου, πλὴν οὐ ζητεῖ τὰ ἑαυτοῦ ἕκαστον καταλλήλως, οἷον φαγεῖν τε καὶ πιεῖν, οἷον τὸ καθευδῆσαι, ἃ καὶ σαρκὸς θέλημα χοϊκὸν εἶναι λέγω· ἐπεὶ δὲ πάλιν χωρισθὲν ψυχῆς οὐδὲν τοιοῦτον ζητεῖ, ἀλλὰ νεκρόν, ἀναίσθητον ὥσπερ πηλὸς τυγχάνει, τὸ πᾶν ψυχῆς εἶναι δοκῶ ἓν θέλημα ἀνθρώπου· ὁ οὖν τῷ θείῳ πνεύματι τὸ ἴδιον ἑνώσας θεοειδὴς ἐγένετο Χριστὸν λαβὼν ἐν στέρνοις, χριστιανὸς ἀπὸ Χριστοῦ Χριστὸν μεμορφωμένον ἔχων ἐν ἑαυτῷ πάντως τὸν ἄληπτον καὶ μόνον. τὸν ἀληθῶς ἀπρόσιτον τοῖς ποιήμασι πᾶσιν ἀλλ’, ὦ φύσις ἀμόλυντε, οὐσία κεκρυμμένη.

φιλανθρωπία ἄγνωστε τοῖς πλείοσιν ἀνθρώποις, ἔλεος οὐχ ὁρώμενον τοῖς ἀφρόνως βιοῦσιν, οὐσία ἀναλλοίωτε, ἄτμητε, τρισαγία, φῶς ἁπλοῦν καὶ ἀνείδεον, ἀσύνθετον εἰς ἅπαν, ἀσώματον, ἀχώριστον, ἄληπτον πάσῃ φύσει, πῶς καθωράθης ὡς ἐγώ, ἐγνώσθης τοῖς ἐν σκότει καὶ ἐκρατήθης ἐν χερσὶ μητρός σου τῆς ἁγίας καὶ ἐδεσμεύθης ὡς φονεύς, ἔπαθες ὡς κακοῦργος σωματικῶς, ὦ βασιλεῦ, θέλων πάντως με σῶσαι καὶ πάλιν ἐπαναγαγεῖν εἰς παράδεισον δόξης; τοῦτο οἰκονομία σου, τοῦτο ἡ παρουσία, τοῦτο ἡ εὐσπλαγχνία σου καὶ ἡ φιλανθρωπία, ἡ γενομένη δι’ ἡμᾶς πάντας ἀνθρώπους, λόγε, πιστούς, ἀπίστους, ἐθνικούς, ἁμαρτωλούς, ἁγίους· κοινὴ γὰρ πάντων γέγονεν ἡ ἐπιφάνειά σου σωτηρία καὶ λύτρωσις ζώντων καὶ τῶν θανόντων· τὸ δὲ κρυπτῶς γινόμενον ἐν ἐμοὶ τῷ ἀσώτῳ καὶ μερικῶς τελούμενον ἐν γνωστῇ ἀγνωσίᾳ (γνωστῇ μὲν πάντως παρ’ ἐμοί, ἀγνώστῳ δὲ τοῖς ἄλλοις) ποία γλῶσσα λαλήσειε, ποῖος νοῦς ἑρμηνεύσει, ποῖος λόγος ἐκφράσειεν, ἵνα καὶ χείρ μου γράψῃ; φρικτὸν γὰρ ὄντως, δέσποτα, φρικτὸν καὶ ὑπὲρ λόγον, ὅτι ὁρᾶταί μοι τὸ φῶς, ὃ ὁ κόσμος οὐκ ἔχει, καὶ ἀγαπᾷ με ὁ μὴ ὢν ἔνδον τούτου τοῦ κόσμου καὶ ἀγαπῶ τὸν μηδαμοῦ ὄντα ἐν ὁρωμένοις· ἐπὶ τῆς κλίνης κάθημαι ἔξωθεν ὢν τοῦ κόσμου, καὶ μέσον ὢν τῆς κέλλης μου τὸν ἔξωθεν τοῦ κόσμου ὄντα τε καὶ γενόμενον βλέπω, ᾧ καὶ ὁμιλῶ (εἰπεῖν δὲ τόλμα!)

καὶ φιλῶ, φιλεῖ με καὶ ἐκεῖνος· ἐσθίω, τρέφομαι καλῶς μόνῃ τῇ θεωρίᾳ καὶ συνενούμενος αὐτῷ οὐρανοὺς ὑπερβαίνω· καὶ τοῦτο οἶδα ἀληθὲς καὶ βέβαιον ὑπάρχειν, τὸ ποῦ τὸ σῶμα τότε δὲ ὑπάρχει, οὐ γινώσκω· οἶδα, ὅτι κατέρχεται ὁ ὑπάρχων ἀκίνητος, οἶδα, ὅτι ὁρᾶταί μοι ὁ τυγχάνων ἀόρατος, οἶδα, ὁ πάσης κτίσεως ἀποκεχωρισμένος ἔνδον αὐτοῦ λαμβάνει με καὶ ἐν ἀγκάλαις κρύπτει καὶ ἐκ παντὸς εὑρίσκομαι ἔξω τότε τοῦ κόσμου· ἐγὼ δὲ πάλιν ὁ βροτὸς καὶ μικρὸς ἐν τῷ κόσμῳ ἐντός μου ὅλον καθορῶ τὸν ποιητὴν τοῦ κόσμου καὶ οἶδα, ὡς οὐ θνήξομαι ἔνδον ζωῆς τυγχάνων καὶ ὅλην ἔχων τὴν ζωὴν βλυστάνουσαν ἐντός μου· ἐν τῇ καρδίᾳ μου ἐστίν, ἐν οὐρανῷ δ’ ὑπάρχει, ὧδε κἀκεῖ ὁρᾶταί μοι ἐπίσης ἀπαστράπτων· ὅπως δὲ ταῦτα γίνονται, πῶς ἂν καλῶς νοήσω; πῶς δ’ ἐξειπεῖν σοι δυνηθῶ, ὅσα νοῶ καὶ βλέπω; εἰσὶ γὰρ ὄντως ἄφθεγκτα καὶ ἄρρητα εἰς ἅπαν, ἃ ὀφθαλμὸς οὐχ ἑώρακεν, οὐκ ἀκήκοεν οὖς δέ, ἐπὶ καρδίαν δὲ ποτὲ οὐκ ἀνέβη σαρκίνην.

εὐχαριστῶ σοι, δέσποτα, ὅτι ἠλέησάς με καὶ δέδωκας ἰδέσθαι με ταῦτα καὶ οὕτως γράψαι τοῖς μετ’ ἐμὲ κηρύξαι τε τὴν σὴν φιλανθρωπίαν, ἵνα καὶ νῦν μυηθῶσι λαοί, φυλαὶ καὶ γλῶσσαι, ὅτι τοὺς πάντας ἐλεεῖς θερμῶς μετανοοῦντας ἶσον τοῖς ἀποστόλοις σου καὶ πᾶσι τοῖς ἁγίοις εὐεργετεῖς τε καὶ τιμᾷς καὶ δοξάζεις, θεέ μου, ὡς μετὰ πόθου σὲ πολλοῦ ἐκζητοῦντας καὶ φόβου καὶ πρὸς σὲ μόνον βλέποντας τὸν ποιητὴν τοῦ κόσμου, ᾧ πρέπει δόξα καὶ τιμή, κράτος, μεγαλωσύνη, ὡς βασιλεῖ τε καὶ θεῷ τοῦ παντὸς καὶ δεσπότῃ νῦν καὶ ἀεὶ διὰ παντὸς εἰς αἰῶνας αἰώνων· ἀμήν.