Ἔργον
Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι
Το μυστήριο της ιεροσύνης και η θεία συγκατάβαση
Η ποιμαντική ευθύνη, ο φόβος ενώπιον των φρικτών μυστηρίων και η εκστατική εμπειρία της θείας δόξας και συγκατάβασης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το μυστήριο της ιεροσύνης και η θεία συγκατάβαση
Η ποιμαντική ευθύνη, ο φόβος ενώπιον των φρικτών μυστηρίων και η εκστατική εμπειρία της θείας δόξας και συγκατάβασης.
Εὐχαριστία πρὸς θεὸν τῶν δωρεῶν ἕνεκα, ὧν παρ’ αὐτοῦ ἠξιώθη. Καὶ ὅτι φρικτὸν καὶ ἀγγέλοις τὸ τῆς ἱερωσύνης καὶ ἡγουμενείας ἀξίωμα. Ἐγώ, κἂν θέλω, δέσποτα, λαλῆσαι οὐκ ἰσχύω· τί γὰρ ὅλως καὶ φθέγξομαι ἀκάθαρτος ὑπάρχων καὶ λογισμοῖς καὶ πράξεσι καὶ ἐννοίαις ἁπάσαις; πλὴν τὴν ψυχὴν τιτρώσκομαι, φλέγομαι τὰ ἐντός μου, ἐπιθυμῶ λαλῆσαί σοι κἂν ποσῶς, ὁ θεός μου· βλέπω καὶ γὰρ ἐπίστασαι τὰ ἐμά, ὦ θεέ μου, ὅτι τὰ μέλη ἅπαντα σώματος καὶ ψυχῆς μου ἐμίανα ἐκ γενετῆς ὅλος ὢν ἁμαρτία· τεκμαίρομαι τὸ ἔλεος καὶ τὴν φιλανθρωπίαν καὶ τὰ καλά σου τὰ πολλά, ἃ εἰς ἐμὲ εἰργάσω, καὶ ἄφωνος καθίσταμαι μικροῦ ἀπογινώσκων καὶ θλίβομαι διηνεκῶς λυπούμενος ὁ τάλας, ὅτι ἀνάξιός εἰμι τῶν ἀγαθῶν σου πάντων.
ὁπόταν ἔλθω εἰς ἐμαυτὸν καὶ κατὰ νοῦν θελήσω ἀναλογίσασθαι, Χριστέ, τὰ πλήθη τῶν κακῶν μου, καὶ ὅτι ἓν ἀγαθὸν οὐκ ἔπραξα ἐν βίῳ, ἀντὶ δὲ τῶν κολάσεων, ὀργῆς σου τῆς δικαίας, ὧν ὑπομεῖναι ἔμελλον ὡς πολλά σε λυπήσας, τοσούτων μᾶλλον ἀγαθῶν νῦν κατηξίωσάς με, ἔρχομαι εἰς ἀπόγνωσιν, φοβοῦμαί σου τὸ κρῖμα, ὅτι καὶ μᾶλλον προστιθῶ πταίσματα καθ’ ἑκάστην, καὶ τὸ πολύ σου ἔλεος καὶ τὴν φιλανθρωπίαν τρέμω μὴ τρέψῃς εἰς θυμὸν μείζονος τιμωρίας, ὅτι εὐεργετούμενος ἀχαριστῶ σοι πλέον δοῦλος ὑπάρχων πονηρὸς σοῦ τοῦ καλοῦ δεσπότου· πάντα οὖν τἆλλα, κύριε, ὑπομονὴν παρεῖχον ἐλπίδα προξενοῦντά μοι ζωῆς τῆς αἰωνίου, οὗ ἕνεκεν καὶ ἔχαιρον πολλά, ὡς οἶδας μόνος, θαρρῶν εἰς τὴν χρηστότητα καὶ εἰς τὸ ἔλεός σου· διὰ γὰρ τοῦτο ἐκ παντὸς ἦρές με ἐκ τοῦ κόσμου καὶ πάντων ἀπεχώρισας συγγενῶν τε καὶ φίλων, ὅπως καὶ ἐλεήσῃς με καὶ σώσῃς με, Χριστέ μου.
τοῦτο πληροφορούμενος παρὰ τῆς χάριτός σου εἶχον χαρὰν ἀπλήρωτον καὶ βεβαίαν ἐλπίδα· τὰ δύο δὲ τὰ ἔσχατα ὅπως εἴπω, οὐκ οἶδα, ἃ εἰς ἐμὲ εὐδόκησας γενέσθαι, βασιλεῦ μου, καὶ τὴν ψυχήν μου καὶ τὸν νοῦν λόγου ἀποστεροῦσι καὶ ἐνεργείας παύουσι καὶ φρονήσεις ἁπάσας, ἀλλὰ καὶ τῷ μεγέθει σου βαρύνουσι τῆς δόξης καὶ παύσασθαι παρὰ μικρὸν πείθουσί με, σωτήρ μου, μηδὲ λαλεῖν, μηδὲ ποιεῖν, μηδὲ ἅπτεσθαι τούτων· καὶ ἀπορῶ ἐν ἐμαυτῷ καὶ θαυμάζων λυποῦμαι, πῶς τοῖς τοιούτοις ἐμαυτὸν πράγμασιν ἀπορρήτοις ἐξέδωκα διακονεῖν καὶ λειτουργεῖν ὁ τάλας, ἐν οἷς ἄγγελοι φρίττουσιν ἀδεῶς ἀτενίσαι, προφῆται ἐδειλίασαν ἐνωτισθέντες ἅμα δόξης τὸ ἀκατάληπτον καὶ τῆς οἰκονομίας, ἀπόστολοι καὶ μάρτυρες καὶ διδασκάλων πλῆθος βοῶσι καὶ κραυγάζουσιν ἑαυτοὺς ἀναξίους διαρρήδην κηρύττοντες ἅπασι τοῖς ἐν κόσμῳ. ἐγὼ δὲ πῶς ὁ ἄσωτος καὶ πῶς ἐγὼ ὁ πόρνος καὶ πῶς ἐγὼ ὁ ταπεινὸς γενέσθαι ἠξιώθην τῶν ἀδελφῶν ἡγούμενος, τῶν θείων μυστηρίων ἱερουργὸς καὶ λειτουργὸς τῆς ἀχράντου τριάδος;
ὅπου γὰρ ἄρτος τίθεται καὶ κενοῦται ὁ οἶνος εἰς ὄνομα τῆς σῆς σαρκὸς καὶ τοῦ αἵματος, λόγε, ἐκεῖ ὑπάρχεις σὺ αὐτός, ὁ θεός μου καὶ λόγος, καὶ ταῦτα σῶμα γίνεται σὸν ἀληθῶς καὶ αἷμα ἐπελεύσει τοῦ πνεύματος καὶ δυνάμει ὑψίστου, καὶ τολμῶντες ἁπτόμεθα θεοῦ τοῦ ἀπροσίτου, μᾶλλον δὲ τοῦ οἰκοῦντος ἐν φωτὶ ἀπροσίτῳ, οὐ μόνον φύσει τῇ φθαρτῇ ταύτῃ καὶ ἀνθρωπίνῃ ἀλλὰ καὶ πάσαις νοεραῖς στρατιαῖς τῶν ἀγγέλων· τοῦτο οὖν τὸ ἀπόρρητον, τοῦτο τὸ ὑπὲρ φύσιν ἔργον τε καὶ ἐγχείρημα, ὅπερ ποιεῖν ἐτάχθην, πείθει με καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν μου βλέπειν· ὅθεν ἀφεὶς τὸ ἥδεσθαι τῷ τρόμῳ συνεσχέθην, εἰδώς, ὅτι ἀδύνατον ἐμοὶ καὶ πᾶσιν, οἶμαι, τὸ κατ’ ἀξίαν λειτουργεῖν καὶ βίον οὕτως ἔχειν ἀγγελικὸν ἐν σώματι, μᾶλλον δὲ ὑπὲρ ἀγγέλους, ἵν’, ὡς ὁ λόγος ἔδειξε καὶ ἡ ἀλήθεια ἔχει. καὶ οἰκειότερος αὐτῶν γένηται κατ’ ἀξίαν, ὡς καὶ χερσὶν ἁπτόμενος καὶ στόματι ἐσθίων, ὅνπερ ἐκεῖνοι φρίττοντες παρίστανται σὺν τρόμῳ· τὸ δὲ κρῖμα τῶν ἀδελφῶν, οὓς τέταγμαι ποιμαίνειν, ποία ψυχὴ βαστάσειε; ποῖος νοῦς εὐπορήσει ἀκατακρίτως μετελθεῖν ἑνὸς ἑκάστου γνώμην καὶ πάντα τὰ παρ’ ἑαυτοῦ ἀνελλιπῶς εἰσφέρειν καὶ ἐξελέσθαι κρίματος ἑαυτὸν τοῦ ἐκείνων;
οὔ μοι δοκεῖ πως δυνατὸν ἀνθρώποις εἶναι τοῦτο· πείθομαι οὖν καὶ βούλομαι μαθητὴς εἶναι μᾶλλον ἑνὸς δουλεύων θέλημα, ἑνὸς ἀκούων λόγους καὶ ὑπὲρ τούτου τοῦ ἑνὸς μόνον ὑφέξειν λόγους ἢ τρόποις καὶ θελήμασι δουλεύειν τῶν πλειόνων καὶ τούτων γνώμας ἐρευνᾶν καὶ βουλὰς ἐξευρίσκειν καὶ πράξεις τε καὶ λογισμοὺς ἐξιχνιάζειν πλέον· ἐπεὶ καὶ κρίσις μένει με καὶ δοῦναι μέλλω λόγους, ἀνθ’ ὧνπερ ἡμαρτήκασιν, οὓς ἔγωγε ποιμαίνειν λόγοις ἀρρήτοις τοῦ θεοῦ πάντως ᾑρέθην μόνος. ἕκαστος γὰρ κριθήσεται καὶ λόγους πάντως δώσει, ὧν ἔπραξεν αὐτὸς ἤτοι χρηστῶν ἢ φαύλων, ὑπὲρ ἑκάστου λόγον δὲ μόνος ἐγὼ παρέξω· καὶ πῶς σωθῆναι βούλομαι ἢ πῶς ἐλεηθῆναι ὁ μηδὲ κἂν ὑπὲρ ἐμῆς μιᾶς ψυχῆς ἀθλίας ἔχων ὅλως ἐνδείξασθαι ἔργον πρὸς σωτηρίαν;
καὶ γὰρ πληροφορήθητι, οὐκ ἔχω, ὅ τι φράσω· οὐδὲ γὰρ ἔπραξά ποτε ἔργον μικρὸν ἢ μέγα, δι’ οὗ καὶ μέλλω σώζεσθαι πυρὸς τοῦ αἰωνίου· ἀλλ’, ὦ φιλάνθρωπε σωτήρ, εὔσπλαγχνε, ἐλεήμων, θείαν μοι δὸς τῷ ταπεινῷ δύναμιν, ὥστε λόγῳ οὓς δέδωκάς μοι ἀδελφοὺς ποιμαίνειν ἐν συνέσει, καθοδηγεῖν ἐπὶ νομὰς τῶν νόμων σου τῶν θείων καὶ ἀνασώζειν εἰς μονὰς τῆς ἄνω βασιλείας σώους, ἀπήμονας, φαιδροὺς τῶν ἀρετῶν τῷ κάλλει ἀξίους τε προσκυνητὰς τοῦ φοβεροῦ σου θρόνου· κἀμὲ δὲ τὸν ἀνάξιον προσλαβοῦ ἐκ τοῦ κόσμου, εἰ καὶ κατάστικτον πολλαῖς ἁμαρτιῶν αἰκίαις, ἀλλ’ ὅμως λάτριν ἅμα σὸν καὶ ἀχρεῖον οἰκέτην, καὶ τοῖς χοροῖς τῶν ἐκλεκτῶν οἷς κρίμασι γινώσκεις συγκαταρίθμησον ὁμοῦ μετὰ τῶν μαθητῶν μου, ἵν’ ἅμα πάντες βλέπωμεν τὴν δόξαν σου τὴν θείαν καὶ τῶν ἀφράστων σου, Χριστέ, ἀγαθῶν ἐντρυφῶμεν· σὺ γὰρ εἶ ἡ ἀπόλαυσις, ἡ τρυφὴ καὶ τὸ κλέος τῶν ἀγαπώντων σε θερμῶς εἰς αἰῶνας αἰώνων· ἀμήν.
Ὅπως βλέπων τὴν δόξαν τοῦ θεοῦ ἐνηργεῖτο ὑπὸ τοῦ παναγίου πνεύματος. Καὶ ὅτι τὸ θεῖον ἐντὸς καὶ ἐκτός ἐστι τοῦ παντός, ἀλλὰ καὶ ληπτόν τε καὶ ἄληπτον τοῖς ἀξίοις. Καὶ ὅτι οἶκος Δαβὶδ ἡμεῖς ἐσμεν. Καὶ ὅτι εἰς πολλὰ γινόμενος ὁ Χριστὸς καὶ θεὸς ἡμῶν μέλη εἷς ἐστι καὶ ὁ αὐτός, μένων ἀμέριστος καὶ ἀναλλοίωτος. Ἀποκαλυπτομένου σου, δέσποτα τῶν ἁπάντων, καὶ δόξαν τοῦ προσώπου σου τρανότερον δεικνύντος ὅλος τρόμῳ συνέχομαι ἄνωθεν καθορῶν σε, ὡς ἐφικτόν ἐστιν ἐμοὶ τῷ ταπεινῷ τὴν φύσιν, καὶ φόβῳ συνεχόμενος ἐκπλήττομαι καὶ λέγω· ὑπὲρ κατάληψιν ἐμὴν πάντα τὰ σά, θεέ μου· καὶ γάρ εἰμι ἀκάθαρτος, ἀνάξιος εἰς ἅπαν τοῦ βλέπειν σέ, τὸν καθαρὸν καὶ ἅγιον δεσπότην, ὃν εὐλαβοῦνται ἄγγελοι καὶ λειτουργοῦσι τρόμῳ, καὶ ἀπὸ τοῦ προσώπου σου κλονεῖται πᾶσα κτίσις.
ὅταν δὲ ταῦτα εἴποιμι καὶ ὀφθαλμοὺς καμμύσω, τουτέστι κάτω μου τὸν νοῦν ἀποστρέψω μὴ βλέπειν ἢ καθορᾶν δυνάμενος τὴν ἄστεκτόν σου θέαν, τότε θρηνῶ στερούμενος τοῦ κάλλους σου, θεέ μου, μὴ φέρων σου τὸν χωρισμὸν τοῦ μόνου φιλανθρώπου· θρηνοῦντα δὲ καὶ κλαίοντα ὅλον με περιλάμπεις, βαβαί, καὶ καταπλήττομαι καὶ ἐπὶ πλεῖον κλαίω τὸ πρὸς ἐμέ σου εὔσπλαγχνον τὸν ἄσωτον θαυμάζων· τότε βλέπω τοῦ σώματος πολλὴν ἀσχημοσύνην καὶ τὴν ἀναξιότητα ψυχῆς μου τῆς ἀθλίας, καὶ ταῦτα τεκμαιρόμενος ἐξίσταμαι κραυγάζων· τίς οὖν ἐγώ εἰμι, θεὲ καὶ ποιητὰ τῶν ὅλων, καὶ τί ὅλως πεποίηκα ἀγαθὸν ἐν τῷ βίῳ ἢ ποίαν ὅλως σοῦ ποτε ἐντολὴν εἰργασάμην, ὅτι τοιαύτῃ δόξῃ με τὸν ταπεινὸν δοξάζεις; καὶ πόθεν ἢ καὶ διατί οὕτως με περιλάμπειν τὸν ἄθλιον ἠξίωσας ἐν νυκτὶ καὶ ἡμέρᾳ; μὴ γάρ ποτε ἐπείνασα διὰ σὲ τὸν θεόν μου; μὴ γάρ ποτε ἐδίψησα σὲ ζητῶν, βασιλεῦ μου; μὴ γὰρ ἐκακοπάθησα σῶν ἐντολῶν τοῖς πόνοις; μὴ πειρασμοὺς ὑπέμεινα καὶ μάστιγας ὡς πάντες οἱ ταῦτα καρτερήσαντες ἅγιοι ἀπ’ αἰῶνος, ὅπως ἐκείνοις με, Χριστέ, συναριθμήσας σώσῃς;
οὐ γὰρ τῶν ἔργων με χωρὶς σὺ ῥᾳθυμοῦντα σώσεις, κἂν σφόδρα σὺ φιλάνθρωπος ὡς πλάστης τῶν ἀνθρώπων· ἀκούω Παύλου λέγοντος νεκρὰν εἶναι τὴν πίστιν ἔργων χωρὶς τυγχάνουσαν καὶ φρίττω τιμωρίας πάντως ἐκεῖ μενούσας με τὸν κατημελημένον· πῶς οὖν ἐγὼ θαρρήσαιμι ὡς πιστὸς σὺν ἐκείνοις ἀριθμηθῆναι, δέσποτα, τοῖς προεργασαμένοις, ὁ μηδεμίαν ἐντολὴν ποτὲ τετηρηκώς σου; ἀλλ’ οἶδα, πάντα δύνασαι, πάντα ποιεῖς, ὡς θέλεις· καὶ τοῖς ἐσχάτοις, δέσποτα, δίδως ὡς καὶ τοῖς πρώτοις, καὶ πρῶτον, ὢ τοῦ θαύματος, τῶν πρώτων τοῖς ἐσχάτοις. ταῦτα πρός σέ μου λέγοντος τὸν ποιητὴν τοῦ κόσμου, τὸν ἄνω πρὶν φαινόμενον καὶ πάλαι με κρυβέντα καὶ ὕστερον ἀκτῖσί με ὅλον περικυκλοῦντα, αἴφνης σε ὅλον ἐν ἐμοὶ καθορῶ γεγονότα, τὸν ἄνω πρὶν φαινόμενον ἀλλὰ κρυβέντα πάλιν νέφει, καθάπερ ἥλιος ἀκτίνων ὅλος δίχα. ὡς οὖν ἐκεῖνος προσιτός ἐστι τοῖς καθορῶσι καὶ τότε μᾶλλον οἱονεὶ ὅλος πᾶσιν ὁρᾶται, οὕτω καὶ σύ μοι προσιτὸς κεκρυμμένος ἐντός μου τυγχάνεις ὁ ἀπρόσιτος, ὄμμασι νοεροῖς μου, ὡς οἶδας ὀπτανόμενος, κατὰ μικρὸν αὐξάνων, φαιδρότερον δεικνύμενος, φαιδρότερον ἀστράπτων· ἄλλοτε πάλιν φαίνῃ μοι ἀπρόσιτος εἰς ἅπαν, διὸ καὶ μεγαλύνω σου τὴν ἀκαταληψίαν, τὴν ἀγαθότητα τὴν σὴν κηρύττων ἐκβοῶ σοι· δόξα τῷ οὕτως τὴν ἡμῶν δοξάσαντι οὐσίαν.
δόξα τῇ ἀμετρήτῳ σου, σῶτερ, συγκαταβάσει, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ δυναστείᾳ, δόξα σοι, ὅτι ἄτρεπτος, ἀναλλοίωτος μένων ὅλος τε εἶ ἀκίνητος, ἀεικίνητος πέλων· ὅλος ἐκτὸς τῆς κτίσεως, ὅλος δ’ ἐν πάσῃ κτίσει· ὅλος τὰ σύμπαντα πληροῖς, ὅλος ὢν ἔξω πάντων, ὑπὲρ τὰ πάντα, δέσποτα, ὑπὲρ ἀρχὴν δὲ πᾶσαν, ὑπὲρ οὐσίαν ἅπασαν, ὑπὲρ φύσεως φύσιν, ὑπὲρ αἰῶνας ἅπαντας, ὑπὲρ φῶς ἅπαν, σῶτερ, ὑπὲρ οὐσίας νοεράς· ἔργον σὸν γὰρ κἀκεῖναι, μᾶλλον δὲ ἐννοήματος σοῦ τυγχάνουσιν ἔργον· σὺ γὰρ τῶν πάντων εἶ οὐδέν, ἀνώτερος δὲ πάντων· τῶν ὄντων γὰρ εἶ αἴτιος ὡς τῶν ἁπάντων κτίστης καὶ διὰ τοῦτο πάντων εἶ ἀποκεχωρισμένος· ἄνωθέν που νοούμενος ὑπὲρ τὰ ὄντα πάντα, ἀόρατος, ἀπρόσιτος, ἄληπτος ἀναφής τε ἀκατανόητός τε ὢν ἀναλλοίωτος μένεις.
ἁπλοῦς τυγχάνων ὅλος δὲ σὺ εἶ πεποικιλμένος, καὶ ὅλως νοῦς ἀδυνατεῖ δόξης τὴν ποικιλίαν καὶ ὡραιότητα τοῦ σοῦ κάλλους κατανοῆσαι· ὁ οὖν τῶν πάντων ὢν οὐδὲν ὡς ὑπεράνω πάντων, ὁ ἔξω πάντων ὡς θεὸς τῶν πάντων σὺ ὑπάρχων, ἀόρατος, ἀπρόσιτος, ἄληπτος ἀναφής τε, αὐτὸς ἐγένου καὶ βροτός, εἰσῆλθες ἐν τῷ κόσμῳ καὶ πᾶσιν ὤφθης προσιτὸς τῇ τῆς σαρκὸς προσλήψει· ἐγνώσθης δὲ καὶ τοῖς πιστοῖς θεότητος τῇ δόξῃ καὶ γέγονας αὐτοῖς ληπτὸς ὁ ἄληπτος εἰς ἅπαν, καὶ ὁρατὸς ὅλος αὐτὸς ὁ ἀόρατος πᾶσιν, καὶ εἴδοσαν τὴν δόξαν σου θεότητος τῆς θείας μόνοι πιστοὶ καὶ βλέπουσιν· οἱ ἄπιστοι δὲ πάντες ἰδόντες σε διέμειναν τυφλοί, τὸ φῶς τοῦ κόσμου. οἱ οὖν πιστοὶ καὶ τότε σὲ καὶ νῦν ἀεὶ ὁρῶσι καὶ ἔχουσι μεθ’ ἑαυτῶν τὸν κτίστην σὲ τῶν ὅλων συνόντα συνοικοῦντα τε ἐν σκότει τῷ τοῦ βίου ὡς ἥλιόν σε ἄδυτον, ὡς ἄσβεστον λαμπάδα, μὴ καταλαμβανόμενον ὅλως ὑπὸ τοῦ σκότους, ἀλλὰ καταφωτίζοντα ἀεὶ τοὺς σὲ ὁρῶντας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.