Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Συμεὼν ὁ Νέος Θεολόγος – Ὕμνοι

Συμεὼν ὁ Νέος Θεολόγος

Ο πνευματικός καθοδηγητής και η νοητή έξοδος

Αλληγορική περιγραφή της απελευθέρωσης της ψυχής από τα δεσμά της αμαρτίας υπό την καθοδήγηση του πνευματικού πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Συμεὼν ὁ Νέος Θεολόγος

—

Κεφάλαιο 8 από 17

Διδασκαλία σὺν θεολογίᾳ περὶ τῶν ἐνεργειῶν τῆς ἁγίας ἀγάπης, ἤγουν αὐτοῦ τοῦ φωτὸς τοῦ ἁγίου πνεύματος. Τίς ἐξισχύσει, δέσποτα, περὶ σοῦ διηγεῖσθαι;

οἱ ἀγνοοῦντες σφάλλονται μηδὲν ὅλως εἰδότες, οἱ δὲ τὴν σὴν θεότητα ἐπιγνόντες ἐν πίστει φόβῳ πολλῷ συνέχονται καὶ ἐξίστανται τρόμῳ καὶ τί λέγειν οὐκ ἔχουσιν· ὑπὲρ νοῦν γὰρ ὑπάρχεις· πάντα ἀκατανόητα, ἀκατάληπτα πάντα τὰ ἔργα καὶ ἡ δόξα σου καὶ ἡ ἐπίγνωσίς σου· ὅτι μὲν ᾖς γινώσκομεν καὶ τὸ φῶς σου ὁρῶμεν, ὁποῖος δὲ καὶ ποταπός, ἅπαντες ἀγνοοῦμεν· πλὴν τὴν ἐλπίδα ἔχομεν καὶ τὴν πίστιν κρατοῦμεν καὶ τὴν ἀγάπην οἴδαμεν, ἣν ἡμῖν ἐδωρήσω, ἄπειρον, ἀνεκλάλητον, μηδαμοῦ χωρουμένην, φῶς οὖσαν, φῶς ἀπρόσιτον, φῶς ἐνεργοῦν τὰ πάντα· τοῦτο καὶ χείρ σου λέγεται καὶ ὀφθαλμὸς καλεῖται καὶ στόμα τὸ πανάγιον καὶ δύναμις καὶ δόξα καὶ πρόσωπον γνωρίζεται ὡραῖον ὑπὲρ πάντα· τοῦτο ἥλιος ἄδυτος τοῖς ὑψηλοῖς τὰ θεῖα, τοῦτο ἀστὴρ ἀειλαμπὴς τοῖς μὴ πλέον χωροῦσι· τοῦτο λύπῃ ἀντίκειται, τοῦτο φθόνον διώκει καὶ ζῆλον τὸν σατανικὸν παντελῶς ἀφανίζει· τοῦτο ἐκτήκει ἐν ἀρχῇ καὶ λεπτύνει καθαῖρον, ἀποδιώκει λογισμοὺς καὶ κινήσεις συστέλλει· τοῦτο ἀποκρυπτόμενον παιδεύει ταπεινοῦσθαι καὶ διαχεῖσθαι οὐκ ἐᾷ οὐδὲ ῥέμβεσθαι ὅλως, τοῦτο πάλιν φαινόμενον κόσμου ἀποχωρίζει καὶ λήθην πάντων ἐμποιεῖ ἀνιαρῶν τοῦ βίου· τοῦτο καὶ τρέφει τὰ πολλὰ καὶ τὴν δίψαν ἰᾶται καὶ δύναμιν χαρίζεται τοῖς καλῶς κοπιῶσι· τοῦτο σβέννυσι τὸν θυμὸν καὶ ζέσιν τῆς καρδίας καὶ οὐκ ἐᾷ ὀργίζεσθαι ἢ ταράσσεσθαι ὅλως· τοῦτο φεῦγον διώκεται παρὰ τῶν τετρωμένων καὶ τῇ ἀγάπῃ τῇ πολλῇ ἐκ καρδίας ζητεῖται, ἐπιστραφὲν δὲ καὶ φανὲν καὶ λάμψαν φιλανθρώπως ἐκκλίνειν τοῖς διώκουσι, συστέλλεσθαι ποιεῖ δὲ καὶ τὸ πολλὰ ἐκζητηθὲν ἀποπέμπεσθαι φόβῳ, ὡς οὐκ ἀξίοις τοῦ καλοῦ τοῦ ὑπὲρ πᾶσαν κτίσιν· ὢ χαρίσματος ἀνεκφράστου!

τί γὰρ καὶ οὐκ ἐργάζεται, τί δὲ καὶ οὐχ ὑπάρχει· τοῦτο τερπνότης καὶ χαρά, πραότης καὶ εἰρήνη, ἔλεος ἀναρίθμητον, ἄβυσσος εὐσπλαγχνίας, ἀόρατον βλεπόμενον, χωρητὸν ἀχωρήτως, ἀναφές, ἀψηλάφητον, κρατητὸν ἐν νοΐ μου· τοῦτο ἔχων οὐ καθορῶ, θεωρῶν δὲ ἀφιὲν τάχος ὁρμῶ τοῦ δράξασθαι, καὶ ἀφίπταται ἅπαν· ἐξαπορῶ καὶ φλέγομαι καὶ μανθάνω αἰτεῖσθαι καὶ ἐκζητεῖν μετὰ κλαυθμοῦ ἐν πολλῇ ταπεινώσει καὶ μὴ δοκεῖν ὡς δυνατὰ τὰ ὑπὲρ φύσιν εἶναι καὶ τῆς ἰσχύος τῆς ἐμῆς καὶ σπουδῆς ἀνθρωπίνης, ἀλλ’ εὐσπλαγχνίας τοῦ θεοῦ καὶ ἐλέους ἀπείρου· τοῦτο χρόνον ὀλίγον φαίνεται καὶ συστέλλεται, ἓν ἓν δὲ τῶν παθῶν ἐκβάλλει τῆς καρδίας· οὐ γὰρ δύναται ἄνθρωπος ἐκνικῆσαι τὰ πάθη, εἰ μὴ συμπαραγένηται εἰς βοήθειαν τοῦτο, οὐδὲ πάλιν ἀπὸ μιᾶς ἅπαντα ἐκδιώκει· οὐ γὰρ εἰσδέξασθαι χωρεῖ αἴφνης ὅλον τὸ πνεῦμα ὁ ἄνθρωπος ὁ ψυχικὸς καὶ ἀπαθὴς γενέσθαι· ἀλλ’ ὅταν τὰ εἰς δύναμιν διαπράξηται πάντα, γύμνωσιν, ἀπροσπάθειαν, χωρισμὸν τῶν ἰδίων, ἐκκοπὴν τοῦ θελήματος καὶ ἄρνησιν τοῦ κόσμου, ὑπομονὴν τῶν πειρασμῶν καὶ προσευχὴν καὶ πένθος, εὐτέλειαν, ταπείνωσιν, ὅσον ἰσχύος ἔχει, τότε ὀλίγον ὡς λεπτὴ αἴγλη καὶ σμικροτάτη αἴφνης τὸν νοῦν κυκλώσασα εἰς ἔκστασιν ἁρπάζει καταλιμπάνουσα ταχύ, ἵνα μὴ ἀποθάνῃ, ὥστε τῷ τάχει τῷ πολλῷ μηδὲ κατανοῆσαι μὴ κάλλους μνημονεύειν τε συγχωρεῖν τὸν ἰδόντα, ἵνα μὴ φάγῃ νήπιος τροφὴν ἀνδρῶν τελείων καὶ παρευθὺ διαρραγῇ ἢ βλαβῇ καὶ ἐμέσῃ· ἔκτοτε οὖν χειραγωγεῖ, ἐνισχύει, διδάσκει δεικνυμένη καὶ φεύγουσα, ὅτε χρῄζομεν ταύτης· οὐχ ὅταν ἡμεῖς θέλωμεν (τοῦτο γὰρ τῶν τελείων), ἀλλ’ ὅταν ἀπορήσωμεν καὶ ἐκλυθῶμεν ὅλως, ἔρχεται εἰς βοήθειαν, ἀνατέλλει μακρόθεν καὶ ταύτην ἐν καρδίᾳ μου ποιεῖ αἰσθάνεσθαί με· θροοῦμαι, περισφίγγομαι κρατῆσαι ταύτην θέλων καὶ νὺξ τὰ πάντα καὶ κεναὶ αἱ ἀθλίαι μου χεῖρες· πάντων ἐπιλανθάνομαι καὶ κάθημαι καὶ κλαίω μὴ ἐπελπίζων ἄλλοτε ταύτην οὕτως ἰδέσθαι· ὅτε θρηνήσω δὲ πολλὰ καὶ παύσασθαι θελήσω, τότε ἐλθοῦσα μυστικῶς κρατεῖ τῆς κορυφῆς μου καὶ συγχέομαι δάκρυσιν ἀγνοῶν τίς ὑπάρχει καὶ καταυγάζει μου τὸν νοῦν φωτὶ γλυκείῳ σφόδρα· ὅταν δὲ γνῷ, ἥτις ἐστίν, ἀφίπταται συντόμως καταλιποῦσά μοι τὸ πῦρ τοῦ θείου αὐτῆς πόθου, ὃ γελᾶν οὐκ ἀφίησιν ἢ πρὸς ἀνθρώπους βλέπειν οὐδὲ πόθον εἰσδέξασθαι τινὸς τῶν ὁρωμένων· κατὰ μικρὸν ἀνάπτεται, ὑπομονῇ φυσᾶται καὶ φλὸξ μεγάλη γίνεται οὐρανοὺς δρασσομένη· ταύτην σβέννυσιν ἄνεσις, περισπασμὸς οἰκείων καὶ μέριμνα βιωτικῶν· ἐν ἀρχῇ γὰρ τυγχάνει· ἀνακαλεῖται σιωπὴ καὶ μῖσος πάσης δόξης, τὸ κυλινδεῖσθαι ἐπὶ γῆς καὶ πατεῖσθαι ὡς κόπρον· ἐπὶ τούτοις γὰρ τέρπεται καὶ συμπαρεῖναι θέλει ταπείνωσιν διδάσκουσα τὴν πάντα δυναμένην· ὅταν οὖν ταύτην κτήσωμαι καὶ ταπεινὸς γένωμαι, τότε ὑπάρχει σὺν ἐμοὶ ἀχώριστος κἀκείνη· ὁμιλεῖ μοι, φωτίζει με, βλέπει με, ἣν καὶ βλέπω· ἐν τῇ καρδίᾳ μου ἐστίν, ἐν οὐρανῷ ὑπάρχει, ἑρμηνεύει μοι τὰς γραφὰς καὶ προστιθεῖ μοι γνῶσιν, μυστήρια διδάσκει με, ἃ λαλεῖν οὐκ ἰσχύω· ἐκ τοῦ κόσμου δεικνύει μοι πῶς αὕτη ἥρπασέ με καὶ ἐλεεῖν προστάσσει με πάντας τοὺς ἐν τῷ κόσμῳ.

τοῖχοι οὖν με συνέχουσι καὶ σώματι κρατοῦμαι καὶ ἔξω τούτων ἀληθῶς εἰμί, μὴ ἀπιστήσῃς. κτύπων οὐκ ἐπαισθάνομαι, φωνὰς δὲ οὐκ ἀκούω, οὐδὲ φοβοῦμαι θάνατον· παρῆλθον γὰρ καὶ τοῦτον· θλῖψιν οὐκ οἶδα τί ἐστι, κἂν πάντες με λυπῶσιν· αἱ ἡδοναὶ πικρία μοι· φεύγουσι πάντα πάθη, καὶ φῶς ὁρῶ διὰ παντὸς ἐν νυκτὶ καὶ ἡμέρᾳ· ἡμέρα νύξ μοι φαίνεται· καὶ νὺξ ἡμέρα ἔστιν καὶ ὑπνῶσαι οὐ βούλομαι· ζημία γάρ μοι τοῦτο. ὅταν δὲ πάντα τὰ κακὰ περικυκλώσωσί με καὶ τῷ δοκεῖν καθέλξωσι καὶ κατισχύσωσί μου, ἔξω πάντων εὑρίσκομαι σὺν αὐτῇ αἴφνης τότε χαροποιῶν καὶ λυπηρῶν καὶ ἡδονῶν τοῦ κόσμου· ἐπαπολαύω τῆς χαρᾶς τῆς ἀρρήτου καὶ θείας, κάλλους αὐτῆς κατατρυφῶ, †συχνῶς ἀσπάζομαι ταύτην†. καταφιλῶ καὶ προσκυνῶ, χάριν ἔχω μεγάλην τοῖς ἐμὲ προξενήσασιν ἰδεῖν, ἥνπερ ἐπόθουν, καὶ τοῦ ἀφράστου μετασχεῖν φωτὸς καὶ φῶς γενέσθαι καὶ κοινωνῆσαι τῆς αὐτοῦ δωρεᾶς ἀπ’ ἐντεῦθεν καὶ κτήσασθαι τὸν χορηγὸν τῶν ἀγαθῶν ἁπάντων καὶ γενέσθαι ἀνελλιπὴς ψυχικῶν χαρισμάτων. τίς με πρὸς ταῦτα τὰ καλὰ ὡδήγησεν ἑλκύσας; τίς ἐκ βυθοῦ ἀνήγαγε κοσμικῆς με ἀπάτης; τίς ἀπεχώρισε πατρὸς καὶ ἀδελφῶν καὶ φίλων, συγγενῶν τε καὶ ἡδονῶν καὶ τῆς χαρᾶς τοῦ κόσμου; τίς μοι ὑπέδειξεν ὁδὸν μετανοίας καὶ πένθους, ὅθεν ἡμέραν εὕρηκα τὴν μὴ ἔχουσαν τέλος;

ἄγγελος ἦν, οὐκ ἄνθρωπος, ἄνθρωπος δ’ ὅμως πέλει, παρ’ οὗ κόσμος ἐμπαίζεται καὶ ὁ δράκων πατεῖται καὶ τρέμουσιν οἱ δαίμονες τούτου τὴν παρουσίαν. πῶς σοι ἐξείπω, ἀδελφέ, ἃ εἶδον ἐν Αἰγύπτῳ θαυμάσια καὶ τέρατα παρ’ αὐτοῦ γεγονότα; ἐν τέως τούτων λέξω σοι, οὐ γὰρ δύναμαι πάντα· κατῆλθε γὰρ καὶ εὗρέ με δοῦλον καὶ παροικοῦντα καὶ εἶπε· δεῦρο, τέκνον μου, πρὸς θεόν σε ἀπάξω· ἐγὼ δὲ εἶπον πρὸς αὐτὸν ἐκ πολλῆς ἀπιστίας· καὶ τί σημεῖον δείξεις μοι, ἵνα με βεβαιώσῃς, ὅτι αὐτός με δύνασαι ῥύσασθαι ἐξ Αἰγύπτου καὶ ἀφαρπάσαι τῶν χειρῶν Φαραὼ τοῦ δολίου, μήπως ἀκολουθήσας σοι μειζόνως κινδυνεύσω; πῦρ, ἔφη, μέγα ἄναψον, καὶ ἵν’ εἰσέλθω μέσον· καὶ ἂν μὴ μείνω ἄφλεκτος, μή μοι ἀκολουθήσῃς. ὁ λόγος με ἐξέπληξε, τὸ κελευσθὲν ἐποίουν, καὶ ἡ φλὸξ διανήπτετο καὶ αὐτὸς ἔστη μέσος ἀσινὴς καὶ ἀλώβητος κἀμὲ προσεκαλεῖτο· φοβοῦμαι, ἔφην, δέσποτα, ἁμαρτωλὸς τυγχάνω· ἐξῆλθεν, ἦλθε πρὸς ἐμὲ καὶ κατησπάσατό με· τί ἐφοβήθης, εἶπέ μοι, τί δειλιᾷς καὶ τρέμεις; μέγα τὸ θαῦμα καὶ φρικτόν, μείζονα τούτου ὄψῃ. ἐξέστην, εἶπον, κύριε· ἐγγίζειν οὐ τολμῶ σοι οὐδὲ φανῆναι τοῦ πυρὸς τολμηρότερος θέλω· καὶ γὰρ ὁρῶ σε ἄνθρωπον ὑπὲρ ἄνθρωπον ὄντα καὶ οὐδὲ βλέπειν σε τολμῶ, ὃν τὸ πῦρ ἐσεβάσθη.

ἐγγύτερόν με ἤγαγεν, ἐνηγκαλίσατό με καὶ πάλιν κατεφίλησε φιλήματι ἁγίῳ καὶ αὐτὸς ὅλος ἐμύρισεν ὀσμὴν ἀθανασίας· ἐπίστευσα, ἠγάπησα ἀκολουθῆσαι τούτῳ καὶ δοῦλος ἐπεπόθησα τούτου μόνου γενέσθαι. ὁ Φαραὼ ἐκράτει με· οἱ δεινοὶ ἐργοδόται τὴν πλίνθον καὶ τὰ ἄχυρα ἠνάγκαζον φροντίζειν· μόνος οὐκ ἴσχυον φυγεῖν· οὐδὲ γὰρ εἶχον ὅπλα.

Μωσῆς ἐλάλει τῷ θεῷ ποιῆσαι τὸ συμφέρον· θεὸς μαστίζει Αἴγυπτον πληγὰς δεκαπλασίους καὶ οὐκ ἐκάμφθη Φαραὼ οὐδὲ ἀπέλυσέ με· καὶ δὴ πρεσβεύει ὁ πατήρ, καὶ θεὸς ὑπακούει καὶ λέγει τῷ θεράποντι λαβεῖν ἐκ τῆς χειρός με καὶ ὑπισχνεῖται μεθ’ ἡμῶν συμπορεύεσθαι ἅμα τοῦ Φαραὼ λυτρούμενος καὶ τῶν κακῶν Αἰγύπτου· καὶ θάρσος ἐνεποίησεν εἰς τὴν ἐμὴν καρδίαν καὶ τόλμαν ἐχαρίσατο Φαραὼ μὴ φοβεῖσθαι. οὕτω δὴ καὶ ἐποίησεν ὁ τοῦ θεοῦ ἐργάτης· ἐκράτησέ μου τῆς χειρὸς προπορευόμενός μου καὶ οὕτως ἀπηρξάμεθα τὴν ὁδὸν διανύειν. κύριε, δός μοι σύνεσιν πρεσβείαις τοῦ πατρός μου καὶ λόγον διηγήσασθαι θαυμάσια χειρός σου, ἃ ἐξειργάσω δι’ ἐμὲ τὸν ἄσωτον καὶ πόρνον διὰ χειρὸς τοῦ δούλου σου ἐξάγων ἐξ Αἰγύπτου. ἔγνω τὴν ἀναχώρησιν ὁ βασιλεὺς Αἰγύπτου· ὡς ἑνὸς κατεφρόνησε καὶ αὐτὸς οὐκ ἐξῆλθεν, ἀλλὰ δούλους ἀπέστειλεν, οὓς ὑποσπόνδους εἶχε· κατέδραμον, κατέλαβον ἐν ὁρίοις Αἰγύπτου· πάντες ἐστράφησαν κενοί, πάντες συντετριμμένοι· ξίφη αὐτῶν κατέκλασαν, ἐκένωσαν τὰ βέλη, αἱ χεῖρες ἐξελύθησαν καθ’ ἡμῶν ἐνεργοῦσαι καὶ ἡμεῖς διεμείναμεν μηδὲν ἀδικηθέντες· ὁ στῦλος ἧπτε τοῦ πυρός, παρῆν καὶ ἡ νεφέλη, καὶ μόνοι διηρχόμεθα ἐν ἀλλοτρίᾳ χώρᾳ μέσον λῃστῶν, μέσον πολλῶν ἐθνῶν καὶ βασιλέων.

ἔμαθε καὶ ὁ βασιλεὺς λαοῦ αὐτοῦ τὴν ἧτταν, ἐμάνη καὶ ἡγήσατο μεγάλην ἀτιμίαν παρὰ ἑνὸς ἐμπαίζεσθαι καὶ νικᾶσθαι ἀνθρώπου· ἔζευξεν ἅρματα αὐτοῦ καὶ τὸν λαὸν ἐπῆρε καὶ κατεδίωξεν αὐτὸς καυχώμενος μεγάλα. ἦλθε καὶ μόνον εὗρέ με κείμενον ἐκ τοῦ κόπου, (ἠγρύπνει δὲ ὁ Μωϋσῆς καὶ θεῷ προσωμίλει·) προσέταξε δεθῆναί μου χεῖρας ἅμα καὶ πόδας καὶ τῷ δοκεῖν ἐκράτουν με καὶ δεσμεῖν ἐπεχείρουν· ἐγὼ δ’ ἐγέλων κείμενος καὶ εὐχῇ ὡπλιζόμην καὶ τῷ σημείῳ τοῦ σταυροῦ πάντας ἀπεκρουόμην· καὶ μὴ τολμῶντες ἅψασθαι ἢ ἐγγύς μου γενέσθαι, πόρρωθέν που ἱστάμενοι ἐδόκουν ἐκφοβεῖν με, πῦρ ταῖς χερσὶ κατέχοντες καῦσαί με προσηπείλουν μεγάλα τε ἐκραύγαζον καὶ κτύπους ἀπετέλουν· καὶ ἵνα μὴ καυχήσωνται ὡς μέγα τι ποιοῦντες, εἶδόν με φῶς γενόμενον πρεσβείαις τοῦ πατρός μου καὶ ἄφνω ὑπεχώρησαν ὁμοῦ κατῃσχυμένοι. ἐξῆλθεν ἐκ θεοῦ Μωσῆς, εὗρέ με θαρσαλέον, περιχαρῆ καὶ σύντρομον ἐκ τῆς θαυματουργίας· ἠρώτησε, τί τὸ συμβάν· †τὸ πᾶν ἀνήγγειλα αὐτῷ†, καὶ ὅτι Φαραὼ ἦν βασιλεὺς τῆς Αἰγύπτου παραγενόμενος νυνὶ μετὰ λαοῦ ἀπείρου καὶ δῆσαί με οὐκ ἴσχυσεν, ἤθελε δέ με καῦσαι καὶ πάντες φλὸξ ἐγένοντο οἱ μετ’ αὐτοῦ ἐλθόντες καὶ κατ’ ἐμοῦ ἐξέπεμπον †πῦρ ἐκ τοῦ στόματος αὐτῶν†, καὶ ὅτι φῶς ἰδόντες με γεγονότα εὐχαῖς σου σκότος πάντες γεγόνασι καὶ μόνος εἰμὶ ἄρτι.

βλέπε, ἀνταπεκρίθη μοι Μωσῆς, καὶ μὴ θαρρήσῃς μὴ δὲ τὰ φανερὰ βλέπῃς, τὰ κρυφῆ φοβοῦ μᾶλλον· δεῦρο φυγῇ χρησώμεθα, οὕτω θεὸς κελεύει, καὶ πολεμήσει ὁ Χριστὸς ἀνθ’ ἡμῶν Αἰγυπτίοις. ἄγωμεν, ἔφην, κύριε, οὐ χωρισθήσομαί σου· οὐ παραβῶ σου ἐντολήν, ἀλλὰ πάσας φυλάξω· ἀμήν.