Ἔργον
Θεόδωρος ὁ Στουδίτης – ᾈσμάτων ᾆσμα
Ύμνοι προς μεγάλους ιεράρχες
Υμνολογία αφιερωμένη στον βίο, τη θεολογία και τους αντιαιρετικούς αγώνες των αγίων Βασιλείου του Μεγάλου, Αθανασίου του Μεγάλου και Γρηγορίου του Θεολόγου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνοι προς μεγάλους ιεράρχες
Υμνολογία αφιερωμένη στον βίο, τη θεολογία και τους αντιαιρετικούς αγώνες των αγίων Βασιλείου του Μεγάλου, Αθανασίου του Μεγάλου και Γρηγορίου του Θεολόγου.
Διὸ ὑπὲρ ... αʹ. Τὰ θεόβρυτα τῆς λογικῆς σου κρήνης ῥεῖθρα, ὥσπερ ἄβυσσος, ἐκ λογισμῶν βαθέων χέων, τοὺς ἀσεβοῦντας κατεπόντισας, Βασίλειε, καὶ στῦλος πυρὸς ὀρθοδοξίας λάμπων, μετάγεις ἡμᾶς ἐκ τῆς πλάνης Ἀρείου, ἱεράρχα, ὁ πολυκαρτερώτατος· ἀλλὰ τῷ Κυρίῳ ὑπὲρ ἡμῶν ἀδιαλείπτως ἱκέτευε, βʹ. Τέρπεται σήμερον ἅπασα ἡ ἐκκλησία, τὴν σὴν σεπτὴν καὶ ἁγίαν μνήμην τελοῦσα, Βασίλειε σοφέ· σὲ γὰρ ὡς διάδημα περιβέβληται βασίλειον, εὐπρεπὲς, ἔχον τιμίους λίθους ἀστράπτοντας, μαργαρίτας τοὺς τῶν ἀρετῶν, λυχνίτας θεολογίας φαιδροὺς, καὶ τὰς ὡς σμαράγδους ποικιλτικὰς ὁμιλίας σου· διὸ βοῶ σοι περιχαρῶς·
Μὴ ἐπιλάθῃ τοῦ σοῦ λαοῦ· ἀλλὰ τῷ Κυρίῳ ὑπὲρ ἡμῶν ἀδιαλείπτως ἱκέτευε. γʹ. Ὅνπερ κατέστεψαν στόματα τῶν θεολόγων τοῖς ἐγκωμίοις, πῶς ἐγὼ αἰνεῖν τολμήσω; Θεόν σε Φαραὼ εἴπω, καὶ βασίλειον ἱεράτευμα; λειμῶνα πνευματικὸν, στῦλον τῆς ἐκκλησίας καὶ ἕδρασμα, καὶ λαμπτῆρα τῆς ὑπ’ οὐρανόν; καὶ τίς σου ἐξαριθμήσει, σοφὲ, πάσας τὰς αἰνέσεις; ὁ ἐποπτεύων ἐξ οὐρανοῦ, ὡς ἔφησαν οἱ βοῶντές σοι, μὴ ἐπιλάθῃ τοῦ σοῦ λαοῦ, ἀλλὰ ...
δʹ. Ὑπὸ τοὺς πόδας σου, οἷον ἱκέτης, προσπίπτω, ἀναβοῶν σοι· Δέξαι κἀμοῦ τὸ δῶρον, Βασίλειε σοφὲ, τόδε τὸ πενέστατον ἐγκωμίδιον. Σὺ ἔφυς ἐξ εὐκλεοῦς ῥίζης φωστήρων δύο, ὡς ἥλιος, ταῖς ἀκτῖσί σου ταῖς λογικαῖς φαιδρύνας ἐξ οὐρανίου νοὸς ἅπαντα τὸν κόσμον· ὃς καὶ χαρᾷ ἀναμέλπει σοι·
Ὁ ἐπιβλέπων ἐξ οὐρανοῦ, μὴ ... εʹ. Σὺ ἐκ νεότητος Πνεύματος πλησθεὶς ἁγίου, ἱεροφάντωρ, εἰς ἄνδρα τέλειον φθάνεις· σοφίας γὰρ ἐρῶν, ἄνθη ὥσπερ μέλιττα ἐκλεγόμενος τῆς γνώσεως τὰ τερπνὰ, ὄντως εἰς τὰ τῶν λόγων μαθήματα καὶ τὰ σύμβολά σου νοητὰ πληρώσας, καταγλυκαίνεις ἡμᾶς ταῖς μελισταγέσι τῶν διδαχῶν ὁμιλίαις σου· διὸ βοῶμέν σοι ἐκτενῶς·
Μὴ ... ϛʹ. Τίς, ὦ Βασίλειε, φθάσει σου ἐγκωμιάσαι τὰ ἐν Ἀθήναις πρακτικὰ τῶν μα- θημάτων; Γρηγόριον ἐκεῖ εὗρες, τὸν πολύσοφον ὁμογνώμονα· ἐν σώμασι γὰρ δυσὶ μία ψυχὴ ἐκράθη ἀμφοῖν ὑμῖν· τοὺς συμπράκτοράς σου ἐπιστὰς, αὐτίκα ἀποξενίζεις νικῶν ταῖς [γνώσεως] ὑψηγορίαις διδάσκαλος γνωριζόμενος·
Μὴ ... ζʹ. Ὄντως γενόμενος ἔμπλεως πάσης παιδείας ἐν ἐπιστήμῃ τελείας φιλοσοφίας, κινεῖς ἐξ Ἀθηνῶν, ἥκεις εἰς Καισάρειαν τὴν περίδοξον, λαμβάνει σε οἰκιστὴν αὐτὴ καὶ πολιοῦχον ἐπάξιον, ἀπαστράπτοντα ταῖς ἀρεταῖς, καὶ πάσῃ τῇ οἰκουμένῃ λαμπρῶς δι’ αὐτῶν τῶν λόγων πυρσεύοντα, ὦ Βασίλειε, διὸ βοῶμέν σοι περιχαρῶς· Μὴ ...
ηʹ. Ὑπὸ τῆς ἄνωθεν χάριτος ἐκλελεγμένος, τῆς ἐκκλησίας τὸ κράτος θείως διέπεις, Βασίλειε σοφὲ, στήσας τὰ τῆς νίκης σου θεῖα τρόπαια. Οὐάλεντα γὰρ πικρὸν τρέψας τοῖς λογικοῖς σου τοξεύμασι, καὶ ἔθνος ἅπαν αἱρετικὸν ὅπλοις ὀρθοδοξίας ἑλὼν, ταύτην ἐν εἰρήνῃ ἐποίμανας ἐκβοῶσάν σοι·
Μὴ ... θʹ. ᾎσμα προσοίσωμεν ἅπαντες ἀξιοχρέως οἱ ἱεράρχαι αἰνοῦντες τὸν ἱεράρχην, τὸν πάνσοφον σοφοὶ, πόλεις τὸν κοσμήτορα πασῶν πόλεων, τὸν μάρτυρα ἀθληταὶ, πάντες τὸν ἅπασι διαλάμψαντα· συνᾴδουσι καὶ αἱ οὐρανῶν δυνάμεις ἐπὶ τῇ μνήμῃ αὐτοῦ, ὅτι τοῦ Κυρίου φίλος πιστὸς κεχρημάτικεν, ἀλλὰ βοήσωμεν πρὸς αὐτόν·
Μὴ ... αʹ. Τὰ θεόφθογγα τῆς ἐμμελοῦς σου γλώττης ῥεῖθρα πλουσιώτερα τοῦ χρυσοῤῥόα Νείλου βλύζων, τὴν ἐκκλησίαν, Ἀθανάσιε, καταρδεύσας, καὶ δείξας αὐτὴν ὡς παράδεισον ἄλλον, καθεῖλες αὐτῆς τὰς τριβόλους, αἱρέσεις, ἱεράρχα ὁ πολυκαρτερώτατος· ἀλλὰ τὸν Κύριον ὑπὲρ ἡμῶν ἀδιαλείπτως ἱκέτευε.
βʹ. Ἄλλον σε ἥλιον ἔσχηκεν ἡ ἐκκλησία τὸν ἐκ παστοῦ ὡς νυμφίον ἐκπορευθέντα τῶν θείων ἀρετῶν, ὅλον ὡραιότατον ἐν τῷ Πνεύματι· ὡς γίγας σὺ γὰρ δραμὼν, ἔαρ τῆς εὐσεβείας ἐτέλεσας, γαληνῆ τε τοῖς ὑπ’ οὐρανοὺς ἡμέραν ὀρθοδοξίας ἡμῖν ταῖς σου δᾳδουχίαις κατέλαμψας, Ἀθανάσιε· διὸ βοῶ σοι εἰλικρινῶς·
Μὴ ἐπιλάθῃ τοῦ σου λαοῦ, ἀλλὰ τὸν Κύριον ὑπὲρ ἡμῶν ἀδιαλείπτως ἱκέτευε. γʹ. Σὲ ἀφιέρωσε Κύριος παιδίον ὄντα· ἱερουργὸς γὰρ ἐδείχθης νεάζων ἔτι χρισθεὶς ὑπὸ Θεοῦ, ὥσπερ προδεδήλωκεν ὁ ἐκθρίξας σε Ἀλέξανδρος ὁ κλεινὸς, μέγαν τῆς ἐκκλησίας ὑπέρμαχον, Ἀθανάσιε θαυματουργὲ, ὀρθόφρον, τῆς ἐκκλησίας κανὼν, ἀγγελικὲ τρόπον, πιστεύουσιν μαρτυρόστεφε· διὸ χορεύων ἐν οὐρανοῖς, μὴ ...
δʹ. Μύστην προέφηνεν ἄριστον Χριστὸς, παμμάκαρ, τῷ εὐσεβεῖ Νικαέων συλλόγῳ· πρῶτον ἐν πρώτοις γὰρ ἐκεῖ ἔλαμψας, τῆς χάριτος ὡς διάκονος· ἐντεῦθέν σοι τὸ σεπτὸν κράτος τῆς ἐκκλησίας πεπίστευται· σὺ διώδευσας γὰρ τὸν πρὸ σοῦ ἀστέρα, ὡς ἑωσφόρος λαμπτὴρ, τῇ τοῦ βίου αἴγλῃ καταλάμπων τὴν ὑφήλιον· διὸ βοῶ σοι ᾀσματικῶς·
Μὴ ... εʹ. Ἄλλον ἀπόστολον Παῦλον σὲ ὑμνοῦμεν, μάκαρ· ὑπὲρ Χριστοῦ γὰρ ὡσαύτως παῤῥησιάζῃ ἀγῶνας ἀνατλὰς, πόνους, περιστάσεις τε καὶ ἀθλήματα, κινδύνους καὶ διωγμοὺς, δόλους ἐκ ψευδαδέλφων καὶ ἔνεδρα ἐξ ἀνάκτων τε καὶ τῶν ἐθνῶν, βαστάζων τὴν θείαν κλῆσιν αὐτοῦ καὶ προκινδυνεύων τῆς πίστεως, Ἀθανάσιε· διὸ βοῶ σοι ᾀσματικῶς·
Μὴ ... ϛʹ. Σὺ κέρας ἤγειρας πίστεως ταῖς ἐκκλησίαις τοῖς πολυάθλοις ἱδρῶσι τῶν σῶν ἀγώνων, τὸν Ἀριανισμοῦ θραύσας, δυσμαχώτατε, μέγαν πόλεμον· σὺ ξίφος γὰρ γέγονας ὀρθοδοξίας, κόπτων τὴν αἵρεσιν· σὺ ἐγνώρισαι πῦρ νοερὸν, πυρίζον ἄκανθαν πλάνης, σοφὲ, ἐμφυτεύσας πίστιν εὐσεβείας ἐν τοῖς πέρασιν· διὸ βοῶ σοι ...
ζʹ. Τρεῖς ἐκ τῆς ποίμνης σου πέπονθας τὰς ἐξορίας, ὑπὲρ Τριάδος πρεσβεύων, ὅσιε πάτερ, καὶ τρὶς ἐπιδημῶν, πάλιν ἐν τῇ ποίμνῃ σου πεφανέρωσαι νυμφίος ὑπερκαλλής· αὐτὴ ποθεινοτέρως ὁρῶσά σε καὶ προπέμπουσά σε παγγενεὶ ἐν ὕμνοις καὶ λιτανίαις πολλαῖς, καὶ εὐφραινομένη περιχαρῶς ἀνεκραύγαζεν·
Διὸ βοῶ σοι ᾀσματικῶς· Μὴ ... ηʹ. Ὑπὲρ τῆς πίστεως δράματα σὺ καθυπέστης τῇ νέᾳ χήρᾳ ἐκείνῃ κατηγορηθεὶς τὸ μῦσος τὸ αἰσχρόν· ἀλλὰ ὅσα ἔδειξαν ψευδεπίπλαστα ᾐσχύνθησαν δικασταὶ, πᾶσιν ἀποδειχθέντες ῥιψάσπιδες· καὶ ὑπέ- δυς, ὥσπερ ὁ Χριστὸς ἐκ μέσου τῶν λιθαζόντων αὐτὸν ἀβλαβὴς, παμμάκαρ, λύσας καὐτὸς τούς σε βάλλοντας· διὸ βοῶ σοι ...
θʹ. Τίς τοὺς ἀγῶνάς σου ἅπαντας ἐξαριθμήσει; ὅλος ἐγένου ψυχῇ σου στεῤῥὸς ὡς λέων· φωνή σου, ὡς βροντὴ, ἤχει ἐν τοῖς πέρασι δογματίζουσα, ἣν ἔφριξαν ἀληθῶς θῆρες αἱρετιζόντων ἀκούοντες· τὴν Τριάδα γὰρ φύσει μιᾷ τρανώσας δοξάζεις ἕνα Θεὸν ἐν τρισὶ προσώποις, Πατρὸς, Υἱοῦ καὶ τοῦ Πνεύματος· διὸ ...
ιʹ. Ὑπὲρ τὸν ἥλιον ἔλαμψας ἐν βίῳ, πάτερ, καταφαιδρύνας τὸν κόσμον ταῖς ἀρεταῖς σου· διό σοι πᾶς βροτὸς ᾄδει ἑορτάζων σου τὸ μνημόσυνον· χορεῖαι ἱεραρχῶν, στέφη τῶν μοναζόντων, ἡ σύναξις ὀρθοδόξων καὶ ἅπας χορὸς στεφάνους ἀνατίθενται τῇ σῇ ἱερωτάτῃ μνήμῃ, ἀγγελόφρον Ἀθανάσιε· διὸ χορεύων ἐν οὐρανοῖς μὴ ἐπιλάθῃ ...
αʹ. Τὰ σοφώτατα τῆς φλογερῆς σου γλώττης ἔπη, ἀστραπτόμενα ἐκ τοῦ ἀῤῥήτου φάους, λάμπων, τὴν οἰκουμένην κατελάμπρυνας, Γρηγόριε, βροντίσας φρικτῶς τῆς Τριάδος τὸ δόγμα, καὶ πάσας ἀπρὶξ τὰς αἱρέσεις μαράνας, ἱεραρχῶν ὁ θεολογικώτατος· ἀλλὰ τὸν Κύριον ὑπὲρ ἡμῶν ἀδιαλείπτως ἱκέτευε.
βʹ. Ἅπασα γλῶττά σε σήμερον ἐγκωμιά- ζει, ὡς ἐν σοφίᾳ ἁπάντων ὑπερτεροῦντα, Γρηγόριε σοφὲ, ῥῆτορ ὡραιότατε τῆς θεότητος, ὁ πύρινος ποταμὸς φλέγων πάσας αἱρέσεις τοῖς δόγμασι, νοημάτων τε ἡ ἀστραπὴ, ὁ γνώμων τῶν ὀρθοδόξων φωνῶν, ἡ βροντῶσα σάλπιγξ ἐν τῷ κόσμῳ τὰ τῆς χάριτος, διὸ βοῶμέν σοι, πᾶς ὁ λαός·
Μὴ ἐπιλάθῃ τοῦ σου λαοῦ· ἀλλὰ τὸν Κύριον ὑπὲρ ἡμῶν ἀδιαλείπτως ἱκέτευε. γʹ. Σὺ ἐξανέτειλας ἥλιος ὣς ἐκ φωστήρων, τῶν εὐκλεῶν σου γονέων, ἱεροφάντορ, ἐκ παίδων παρευθὺ λάμψας ἐν τοῖς ἤθεσι καὶ παιδεύμασι· σοφίας γὰρ ἐραστὴς ὤφθης καὶ εὐσεβείας ὑπέρτερος, ἐν ἀμφοτέραις ἀποδειχθεὶς ὁ μέγας τῆς ἐκκλησίας φωστὴρ, κατηγλαϊσμένος ἐν τῷ κάλλει τῶν φθεγμάτων σου, διὸ βοῶμέν σοι ...
δʹ. Μάλα τὴν παίδευσιν ἤσκηκας ἐν ταῖς Ἀθήναις· ἐξ ὧν ὑπάρχων ἔμπλεος πάσης σοφίας, ᾕρησαι τὸν τερπνὸν βίον τὸν ἰσάγγελον καὶ ἀπράγμονα· ἐντεῦθεν οὖν καθαρθεὶς χρίῃ ἱερωσύνης τῷ χρίσματι, καὶ ἐξανοίξας τὴν λογικὴν πηγήν σου ἐσφραγισμένην Θεῷ, τὰ τῆς ἐκκλησίας ἄρδεις φυτὰ ἐκβοῶντά σοι·
Μὴ ἐπιλάθῃ τῶν σῶν οἰκετῶν ὁ ἐπιβλέπων ἐξ οὐρανοῦ, ἀλλὰ ... εʹ. Ἄλλον Μωσέα σε ἔγνωμεν, ἱεροφάντορ, ἐπὶ τὸ ὄρος τῆς σεπτῆς θεολογίας προβάντα εὐσεβῶς· ἔνθα θεασάμενος τὰ ἀπόῤῥητα, τὰς πλάκας τὰς νοερὰς φέρεις κεχαραγμένας τοῖς δόγμασι, τὸ μυστήριον ὡς ἀληθῶς τῆς μιᾶς τρισυποστάτου μορφῆς καθυποδηλούσας, ἣν ὡς Θεὸν ἕνα σέβοντες ἀναβοῶμέν σοι ᾀσματικῶς·
Μὴ ... ϛʹ. Στῦλος πυρὸς ἡμῖν πέφηνας ὀρθοδοξίας τοῖς ἐν ἐρήμῳ τοῦ βίου διερχομένοις· δι’ οὗ τῆς σκοτεινῆς πλάνης φρυκτωρούμενοι ἐκλυτρούμεθα, Γρηγόριε ἱερὲ, πέτρα τῆς εὐσεβείας ἀκρότομε, ἐξ ἧς ἔβλυσαν ῥεῖθρα ζωῆς, εἰς κόρον τοῦ ὀρθοδόξου λαοῦ, τῶν αἱρετιζόντων τοὺς χειμάῤῥους κατακλύσαντα, διὸ βοῶμέν σοι πᾶς ὁ λαός·
Μὴ ἐπιλάθῃ σκέπων ἡμᾶς, ἀλλὰ ... ζʹ. Τίς, ὦ Γρηγόριε, ἄβυσσον ἐξαριθμήσει ἧς ἀπηρεύξω σοφίας ἐκ τῆς σῆς γλώττης; πληροῖς γὰρ ἀληθῶς πᾶσαν τὴν ὑφήλιον ἐν τοῖς δόγμασιν· βαθύς σου ὁ ποταμὸς ὄντως τῶν νοημάτων καθέστηκεν, καὶ δυσπέρατος πάσῃ πνοῇ, τοὺς νόας ὑποβρυχίους ποιῶν τῶν αἱρετιζόντων, τοῖς πιστοῖς δὲ ἡδυνόμενος· διὸ βοῶμέν σοι ᾀσματικῶς·
Μὴ ... ηʹ. Ὄργανον δέδεικται Πνεύματος τοῦ παναγίου τὸ θεολόγον σου στόμα, οὐρανοφάντορ, Γρηγόριε κλεινὲ, πλήκτρῳ τῷ τοῦ Πνεύματος καταυλούμενον· δι’ οὗ ἡμῖν τοῖς πιστοῖς ἦχος ὡραϊσμένος διήκουσται, μελουργήμασι δογματικοῖς εὐφραίνων ἡμῶν τὰς [......] τῆς ψυχῆς δυνάμεις πρὸς ἔρωτα τῆς θεότητος· διὸ βοῶμέν σοι ᾀσματικῶς·
Μὴ ... θʹ. Δῆλος ἐν ἅπασι γέγονας ἐν κόσμῳ τούτῳ ὡς ἐπὶ γνωστικοῦ ὄρους ἀνηνεγμένος, Γρηγόριε τερπνὲ ἄγαν, ὁ πολύσοφος καὶ γλυκύφωνος· θαυμάζεται γὰρ τὰ σὰ μεῖζον Ἀριστοτέλους καὶ Πλάτωνος, οὕσπερ Ἕλληνες οἱ παιδικοὶ θρυλλοῦσιν ἐπὶ σοφίᾳ πολλῇ, ὅτι καὶ σὺ ταύτην ἐξήσκησας ὑπὲρ ἄνθρωπον· διὸ βοῶμέν σοι ᾀσματικῶς·
Μὴ ... ιʹ. Ὕμνον ὃν ᾖσά σοι, ὅσιε, πόθῳ καὶ φόβῳ, ὡς μικρὸν δῶρον δεξίου τοῦ σου οἰκέτου· Θεῷ τε γὰρ καὶ σοὶ, φίλος ὥσπερ, λέλακα τὸ εἰς δύναμιν· τὰς θείας σου προσευχὰς δός μοι εἰς σωτηρίας ἀπόλαυσιν, τὴν οἰκουμένην κατευλογῶν, κράτυνον τὴν βασιλείαν ἡμῶν σὺν τοῖς ἱερεῦσιν, ἵνα πάντες σοι ἀνακράζωμεν·
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.