Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν ἀποτομὴν τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Ο έλεγχος του Ηρώδη και η φυλάκιση του Προδρόμου

Εξέταση της ευαγγελικής διήγησης σχετικά με την παράνομη συμβίωση του Ηρώδη με την Ηρωδιάδα, τον αυστηρό έλεγχο από τον Βαπτιστή και τον επακόλουθο εγκλεισμό του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 2 από 4

δʹ. Ἀλλ’ ὅπως τοῦτο, καὶ δι’ οὗ τινος, καὶ ἐφ’ ᾗπερ ὑποθέσει κεκένωται, μεθαρμοστέος ἡμῖν ἀπὸ τῶν ἱερῶν Εὐαγγελίων ὁ λόγος· «Ὁ γὰρ Ἡρώδης», φησί, «κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης, Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν· καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὥσπερ προφήτην αὐτὸν εἶχον». Πρῶτον ζητείσθω τίς οὗτος ὁ Ἡρώδης, τῆς ὁμωνυμίας ἀσάφειαν ἐμποιούσης τοῦ ὀφειλουμένου προσώπου δηλοῦσθαι· ὁ τετράρχης δηλονότι· ὁ γὰρ τούτου πατήρ, ὁ τῶν νηπίων ἀναιρέτης τετελευτηκὼς ἦν πάλαι. Τίνος δὲ χάριν ἠλέγχετο παρὰ τοῦ Ἰωάννου; Ὅτι τὴν νομίμως συναφθεῖσαν αὐτῷ γυναῖκα ἐκδεδωκώς, ἤγουν τὴν θυγατέρα Ἀρέτα τοῦ βασιλέως, τὴν τοῦ ἀδελφοῦ Φιλίππου Ἡρωδιάδα παρανόμως ἐγήματο· ἐξῆν γὰρ αὐτὸν ἄπαιδα οὖσαν ἀγαγέσθαι εἰς βίωσιν πρὸς ἀνάστασιν ἀδελφικοῦ σπέρματος, κατὰ τὸν μωσαϊκὸν νόμον· ὑπόπαιδα δὲ τυγχάνουσαν, οὐδαμῶς· ἦν δὲ αὐτῇ θυγάτριον, ἡ ὁμώνυμος Ἡρωδιάς, τὸ ἔγγονον τῆς ἀσπίδος, τὸ διαβολικὸν ὄργανον τῆς οἰκείας ἀπωλείας· οὐκοῦν εἰκότως ὁ ἔλεγχος παρὰ τοῦ Ἰωάννου· καὶ οὗτος ὑπομνηματικός, ἀλλ’ οὐχ ὑβριστικός, ἰατρευτικός, ἀλλ’ οὐ τραυματοποιός.

Τί γάρ φησιν; «Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν»· ἐπὶ τὴν θείαν αὐτὸν νομοθεσίαν ἄνεισι, τοιαῦτά πως λέγων· «Ἐὰν δὲ κατοικοῦσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτό, καὶ ἀποθάνῃ εἷς ἐξ αὐτῶν, σπέρμα δὲ μὴ εἴη αὐτῷ, οὐκ ἔστιν ἡ γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι· ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσελεύσεται πρὸς αὐτήν, καὶ λήψεται αὐτὴν ἑαυτῷ γυναῖκα, καὶ συνοικήσει αὐτῇ· καὶ ἔσται τὸ παιδίον, ὃ ἂν τεχθῇ, κατασταθήσεται ἐκ τοῦ ὀνόματος τοῦ τετελευτηκότος, καὶ οὐκ ἐξαλειφθήσεται τὸ ὄνομα αὐτοῦ ἐξ Ἰσραήλ». Ταῦτά σοι ὁ νόμος παρακελεύεται· σὺ δὲ εἰσοικήσω τὴν ἔχουσαν παιδίον ἐκ τοῦ ἀδελφοῦ σου. Μὴ δὲ παραβῇς τοῦ νομοθέτου τὸν ὅρον, μηδ’ αὐτὴν ἁλουργίδα μολύνῃς αἵματι ἀνοσίῳ· μήτε μὴν ὁ ἄλλοις τύπος εὐνομίας ὀφείλων καθεστάναι, τοῖς ὑπὸ χεῖρα αἴτιος ὀφθείης παρανομίας· κἀν τούτῳ ὑποίσοις τὸ κρῖμα ἔνδικον, «ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται».

εʹ. Ὁ δὲ ἅμα τῷ κράτει, καὶ τὸ εἶναι Θεὸν ἐπιλελησμένος, ἐμάνη, ἐξήφθη τῷ θυμῷ, ἀπεσείσατο τὸν ἔλεγχον· οὐκ ἐμιμήσατο τὸν Δαβίδ, ὅς, ἐπειδὴ ἠλέγχθη παρὰ Νάθαν τοῦ προφήτου ἐπὶ μοιχείας ἐγκλήματι, ἐκείνην προεβάλετο τὴν φωνήν, «ἡμάρτηκα τῷ Κυρίῳ», οὗ διὰ τὴν ταπείνωσιν καὶ Κύριος παρεκβίβασε τὸ ἁμάρτημα· ἀλλά, «Κρατήσας», φησί, «τὸν Ἰωάννην, ἔδησεν αὐτὸν καὶ ἔθηκεν ἐν φυλακῇ». Ἐκράτησε τὸν φιλοσοφίᾳ ἀκράτητον, ὁ κεκρατημένος τῷ πάθει τῆς ἀσελγείας· ἔδησε τὸν ἀπολελυμένον τῇ ἀπροσπαθείᾳ, ὁ δεδεμένος τῇ μαγγανίᾳ τῆς ἀκολασίας· ἔθετο ἐν φυλακῇ τὸν φύλακα καὶ κήρυκα τῆς Ἐκκλησίας, ὁ καθειργμένος τῇ πράξει τῆς ἀκαθαρσίας· «Διὰ Ἡρωδιάδα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ»· Ἡρωδιάδα τὴν τῆς Δαλιδὰ ὁμότροπον, καὶ τοῦ διαβόλου συμπράκτορα· αὕτη γὰρ τὸν σύγκοιτον, μᾶλλον δὲ σύνθετον ὤτρυνε πρὸς τὴν τοῦ Ἰωάννου μανίαν· Οὐ φέρω, φησί, κωμωδεῖσθαι, βασίλισσα τυγχάνουσα, ὑπὸ τοῦ παιδὸς Ζαχαρίου· κάθες τὴν γλῶσσαν ἐν φυλακῇ τὴν ἐμὲ στηλιτεύουσαν· κτεῖνον ἐν τάχει αἰχμῇ τὸν ἐμοῦ τὴν ψυχὴν τοῖς λόγοις ὡς βέλεσι τραυματίζοντα. «Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὥσπερ προφήτην αὐτὸν εἶχον· οὐ γὰρ ἡνίκα βουληθῶσιν οἱ κρατοῦντες πρᾶξαί τι τῶν ἐκτόπων, εὐθὺς τὴν ὁρμὴν εἰς ἔργον ἄγουσιν, αἰδοῖ καὶ φόβῳ τοῦ ὑπηκόου ἀναβαλλόμενοι καὶ κλωθέντες εἰς ἑαυτοὺς τὸν ἐφαρμόζοντα καιρὸν τῆς μοχθηρίας.»