Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν γένεσιν τῆς Θεοτόκου (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Εγκωμιαστικοί χαιρετισμοί και βιβλική τυπολογία

Εκτενής σειρά χαιρετισμών προς την Παρθένο Μαρία με τη χρήση βιβλικών τύπων, εικόνων από το Άσμα Ασμάτων και συμβόλων από τη Σκηνή του Μαρτυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 5 από 6

ζʹ. Χαῖρε, Μαρία, ἤτοι μυρία, διὰ τὸ ἀπειροπληθὲς τῶν ἐγκωμίων. Μυρία γὰρ εἰπὼν περὶ σοῦ τις, οὐκ ἂν ἐφίκοιτο τῆς ἀξίας. Χαῖρε, Κυρία, ὡς τοῦ τῶν ὅλων Κυρίου μητροπρεπῶς τὴν κυρείαν εἰληφυῖα, ἧς τὰ σύμπαντα δοῦλά τις φήσας, οὐκ ἀπὸ σκοποῦ βάλλοι τὸν λόγον. Χαῖρε, σμύρνα θαλασσία, ἡ ἐν τῇ ἁλμυρᾷ τοῦ βίου ῥοπῇ τὴν σάρκα νεκροφοροῦσα τῇ ἁμαρτίᾳ, ἐξ ἧς γλυκασμὸς, καὶ ὅλως ἐπιθυμία, ὁ λέγων ἐν ᾌσμασιν, Ἐτρύγησα σμύρναν μετὰ ἀρωμάτων μου. Χαῖρε, βάτε, τὸ πυρίπλοκον θαῦμα, ἡ κατὰ στέρησιν ἄβατος τῇ ἁμαρτίᾳ· ἐπεὶ καὶ φυτὸν ἀθιγὲς, καὶ βατὸν οὐρανὸν δεδειχυῖα γηγενέσιν ἐκ θεογονίας σου. Χαῖρε, κιβωτὲ, τὸ θεόδμητον στέγος, ἡ τοῦ νεοκτίστου κόσμου ταμία, ἀφ᾽ ἧς ἔξεισι Χριστὸς, ὁ νέος Νῶε, πληρῶν τὸν ἄνω κόσμον τῇ ἀφθαρσίᾳ.

Χαῖρε, ῥάβδος, τὸ θεόφυτον ἔρνος, ἡ μόνη πασῶν παρθένων τεκνοφόρος, ἐξ ἀσπορίας ἀνθήσασα υἱέα τὸν τῶν ἁπάντων Θεὸν καὶ ἱεράρχην. Χαῖρε, στάμνε, τὸ χρυσόπλαστον ἄγγος, ἡ παντὸς ἄγγους ἐξῳκισμένη, ἀφ᾽ ἧς μανναδοτεῖται ἅπας ὁ κόσμος, τὸν ἐν πυρὶ τῆς Θεότητος ἐξοπτηθέντα τῆς ζωῆς ἄρτον.

Χαῖρε, σκηνὴ, ὁ θεότητος πόλος, οὐρανοῦ τῶν ἀψίδων προφερεστέρα, ἀφ᾽ ἧς αὐτοπροσώπως ὡμίλησε Θεὸς ἀνθρώποις, καὶ ἐξ ἧς εἰς τὸν κόσμον ἱλασμὸς ἐπεδήμησεν αἰώνιος. Χαῖρε, θυμιατήριον, τὸ σκεῦος τὸ χρυσόνουν, ἡ τὸν θεῖον ἄνθρακα ἔνδον φέρουσα, ἀφ᾽ ἧς διέπνευσεν εὐωδία τοῦ Πνεύματος, τὴν μυδῶσαν φθορὰν ἐκ κόσμου ἀπελαύνουσα. Χαῖρε, τράπεζα, τὸ θεόθετον κρᾶμα ἡ πᾶσιν ἀγαθοῖς ἀρετῶν πλήθουσα μέθεξις, τῷ λέγοντι ἐν ᾌσμασιν· Ὀμφαλός σου κρατὴρ τορευτὸς, μὴ ὑστερούμενος κράματος.

Χαῖρε, ναὲ, τὸ καθαρότευκτον Κυρίου δῶμα, περὶ οὗ φησιν ὁ Δαβίδ· Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ· ἐξ οὗ ναουργῶν Χριστὸς ἑαυτῷ τὸ σῶμα, ναοὺς δείκνυσι τοὺς βροτοὺς Θεοῦ ζῶντος. Χαῖρε, ἁγίασμα, ἡ κρήνη ἡ θεόβρυτος ἡ πάσης ἁγιστείας ἀνάπλεως, ἐξ ἧς πρόεισι τῶν ἁγίων Ἅγιος, ὁ ἐξ ἐναγείας ἀποκαθαίρων κόσμον. Χαῖρε, τόπος Κυρίου, ἡ θεοστιβὴς γαῖα, ἡ τὸν ἔξω τούτου παντὸς τῇ Θεότητι τοπώσασα τῇ σαρκώσει, ἐξ ἧς ὁ ἁπλοῦς, σύνθετος· καὶ ὁ ἀΐδιος, ἔγχρονος· καὶ ὁ περιγραπτὸς, ὁ ἀπερίγραπτος. Χαῖρε, οἶκος Θεοῦ, ὁ θείαις ἀγλαΐαις ἐκλάμπων δόμος, οὗ τὸ ὑπέρθυρον ἀναφαίρετον τῆς ἁγνείας· ἡ πλήρης δόξης Κυρίου, καὶ τῶν πυρίνων Σεραφὶμ φωτοειδεστέρα ἐν πνεύματι. Χαῖρε, πύλη, ἡ ἀνατολόβλεπτος, ἐξ ἧς ἡ τῆς ζωῆς ἀνατολὴ τοῖς ἀνθρώποις τὴν τοῦ θανάτου δύσιν μειοῦσα· ἡ θεόδευτος βάτος, καὶ τὰς κλεῖς τῆς παρθενίας φέρουσα.

Χαῖρε, οὐρανὲ, τὸ τοῦ περικοσμίου χώρου ἐνδιαίτημα τιμιώτερον· ἡ ταῖς τῶν ἀρετῶν λαμπηδόσι κατάστερος, ἐξ ἧς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνέτειλεν, ἡμέραν ἀδύτου σωτηρίας ἀνθρώποις δημιουργησάμενος. Χαῖρε, θρόνε. ὁ μετεωροπόρητος ἐν δόξῃ, ὁ ἔμψυχος θῶκος ἡ τοῦ Θεοῦ καθέδραν ἐν ἑαυτῇ διαγράφουσα, καὶ ὑπὲρ νοερὰς δυνάμεις Θεὸν ἀναπαύουσα.

Χαῖρε, Χερουβὶμ, ὁ πυροειδὴς νοῦς, ἡ ὡς ὄμματα τὰ θεῖα νοήματα πλήθουσα, καὶ πολυφάτους χάριτας ἀναστράπτουσα, καὶ δι᾽ ἧς τὸ ἀνέσπερον φῶς ἀνθρώποις διαπορθμεύεται. Χαῖρε, Μήτηρ ἄνανδρε, ἡ ἐν μητράσι μόνη ἁγνεύουσα, καὶ τὰ μητέρων κατὰ παρθένους ἔχουσα, θαυμάτων ἁπάντων τὸ καινότατον θαῦμα. Χαῖρε, Παρθένε γεννήσασα, ἡ ἐν παρθένοις μόνη τοκεύουσα, καὶ τὰ παρθένων κατὰ μητέρας φέρουσα· τεράτων ἁπάντων τὸ φρικωδέστατον λάλημα.

Χαῖρε, σφραγὶς βασιλικὴ, ἡ τὸν ἐκ σοῦ οὐσιωθέντα Βασιλέα τῶν ἁπάντων ἀποτυποῦσα μητρομοίῳ σώματι· εἴπερ οἵα ἡ γεννῶσα, τοιοῦτον δηλαδὴ καὶ τὸ γέννημα. Χαῖρε, βιβλίον ἐσφραγισμένον, ἡ πάσῃ φθοροποιῷ ἐπινοίᾳ ἀπήμαντος, ἐξ ἧς ὁ θεοχαράκτου νόμου κύριος πρὸς αὐτοῦ μόνου παρθενικῶς ἀναγινώσκεται.

Χαῖρε, τόμος καινοῦ μυστηρίου, ἡ τῇ ἀφθαρσίᾳ παντάπασιν ἄθικτος, ἐν ᾗ ὁ ἀνείδεος Λόγος γραφίδι ἀνθρωπικῆς ἰδέας ἐζωγράφηται, εἴτουν σεσωμάτωται, ὁ κατὰ πάντα ὅμοιος ἡμῖν πλὴν ἁμαρτίας γενόμενος. Χαῖρε, πηγὴ ἐσφραγισμένη, ὁ βρυτὴρ τῆς ἀφθαρσίας, ἡ τὸ ῥεῖθρον τῆς ζωῆς Χριστὸν ἐκβλύσασα, τῶν σημάντρων μηδαμῶς τῆς παρθενίας λυμανθέντων. Οὗ τῇ μεθέξει ἀπαθανισθέντες, παλινδρομοῦμεν, εἰς τὸν ἀγήρω παράδεισον. Χαῖρε, κῆπος κεκλεισμένος, ἡ τῇ παρθενίᾳ ἀδιάνοικτος εὐκαρπία, ἧς ἡ ὄσφρησις ὡς ἀγροῦ πλήρους, ὃν εὐλόγησεν ὁ ἐκ σοῦ προελθὼν Κύριος. Χαῖρε, ῥόδον ἀμάραντον, ἡ τὸ ἀμήρυτον εὐωδιάζουσα, ἧς ὁ ὀσφρανθεὶς Κύριος ἐπανεπαύσατο, καὶ δι᾽ ἧς ἀνθήσας τὴν εὐωδίαν τοῦ κόσμου ἀπεμάρανε.

Χαῖρε, μῆλον εὐωδιάζον, ὁ στειροφυὴς καρπὸς, καὶ ὡραιόθεος, ἡ λέγουσα ἐν ᾌσμασιν, Ἐν μήλοις με στοιβάσατε, ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι. Ἧς δρεψαμένης τὴν καθαρότητα Χριστὸς, εἱστιάσατο εὐοδμίαν ἄχραντον τῷ κόσμῳ διαπνέουσαν.

Χαῖρε, κρῖνον, οὗ ὁ γόνος Ἰησοῦς, ταῦτα τὰ κρῖνα τοῦ ἀγροῦ ἀμφιεννύντος· ἡδύπνους ῥοδωνία τοῦ Πνεύματος, ἐξ ἧς Χριστὸς ἀνήθευτον ἐξ ἀσπορίας στολὴν περιεβάλετο, τὴν Σολομωντικὴν στολὴν ἀποκρύπτουσαν. Χαῖρε, ἄνθος, τὸ πάσης ἀνθοβαφικῆς χροιᾶς ποικιλώτερον ἐξ ἀρετῆς ἁπάσης ἥδυσμα, ἐξ ἧς ἄνεισιν ἄνθος ὁμοίῳ ὅμοιον κατὰ μητρικὴν ἐμφέρειαν, ἐφ᾽ ᾧ ἑπτὰ τὰ ἀναπαυόμενα πνεύματα, ὡς ὁ Λόγος. Χαῖρε, νάρδος νάουσα, καὶ ἀρδεύουσα κατὰ τὰ μυρεψικὰ τῆς ἁγνείας ἀρώματα, ὧν ἡ διάδοσις ὀσμὴ ἡδεῖα τῷ φήσαντι ἐν ᾌσμασι· Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. Χαῖρε, στακτὴ, ἡ ἐκ παρθενικῆς βαλσαμουργίας ἀποστάξασα Χριστῷ, στακτὴν ἁγιάσματος, ἤτοι γάλακτος, ἡ ψάλλουσα ἐν ᾌσμασιν· Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσεται.

Χαῖρε, κιννάμωμον, τὸ ἐκ νοητοῦ παραδείσου τῆς ἀχραντίας ἐξιὸν ἄρωμα, οὗ ἡ ὀσμὴ ἡδεῖα τῷ λέγοντι ἐν ᾌσμασιν· Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρπῶν ἀκροδρύων· κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου. Χαῖρε, θύγατερ, ἡ θυηπόλος νεᾶνις, ἧς τὸ ἄχραντον ἐράσμιον, καὶ ὁ κόσμος παράδοξος τῷ φήσαντι ἐν ᾌσμασι· Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασι, θύγατερ Ἀμιναδάβ; Ἡ κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις. Χαῖρε, ἀδελφὴ, ἡ τοῦ καλοῦ ἀδελφοῦ παρώνυμος καὶ πανέραστος, οὗ ἡ φωνὴ τοιάδε ἐν ᾌσμασιν· Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη, ἐκαρδίωσας; Χαῖρε, νύμφη, ἧς νυμφοστόλος τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νυμφίος ὁ Χριστὸς, ὁ λέγων ἐν ᾌσμασιν· Ὁλοκάλη ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί· δεῦρο ἀπὸ Λιβάνου, νύμφη. Χαῖρε, μύρον, τὸ τῶν ἀρετῶν μυριότιμον σύνθημα, ἡ παναγνείας μύροις μυρίζουσα, ἐξ ἧς ὁμωνύμως σοι προῆλθεν ὁ Κύριος. Μύρον γὰρ, φησὶν, ἐκκενωθὲν ὄνομά σου· ἀφ᾽ οὗ κέχρισται τὸ βασίλειον ἱεράτευμα. Χαῖρε, θυμίαμα, τὸ ὑπὲρ κόσμου παντὸς ἐνώπιον Κυρίου κατευθυνόμενον προσευκτήριον, ἡ ἀποπεπληρωμένη ἐξ εὐωδίας τοῦ Πνεύματος, περὶ ἧς που θαυμαστικῶς βεβόηται· Τίς αὕτη ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, ὡς στελέχη καπνοῦ τεθυμιαμένη;

Χαῖρε, χρυσίον καθαρὸν, ἡ ἐν χωνείᾳ τοῦ Θεοῦ δοκιμασθεῖσα τῷ πυρὶ τοῦ Πνεύματος, καὶ μηδαμοῦ ῥυτίδα κακίας φέρουσα· ἐξ οὗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ πάντα τὰ κατὰ τὸν νόμον χρύσεα κατ᾽ ἔμφασιν ἀλληγορικὴν, ἐπὶ σὲ τὸν χρυσώνυμον καὶ πολυώνυμον μεταλαμβάνεται.

Χαῖρε, ξύλον ἄσηπτον, ἡ φθορᾶς ἁμαρτικῆς μὴ προσηκαμένη σκώληκα, ἐξ ἧς τὸ νοητὸν θυσιαστήριον, οὐκ ἐκ ξύλων ἀσήπτων κατεσκευασμένον, ἀλλ᾽ ἐξ ἀχράντων λαγόνων Θεῷ δεδομημένον. Χαῖρε, πορφύρα βασιλικὴ, ἡ ἐκ παρθενικῶν αἱμάτων σου ἐξυφάνασα ἁλουργίδα τῷ λέγοντι ἐν ᾌσμασι· Πλοκίον κεφαλῆς σου ὡς πορφύρα· βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Τί ὡραιώθης, ἢ τί ἡδύνθης; Χαῖρε, βύσσος κεκλωσμένη, ἡ βάθος θείων νοημάτων ἐν διανοίᾳ κλώσασα, καὶ ταῖς ἐναντίαις θέλξεσιν ἄχαυνος· Πῶς γὰρ, φησὶν, ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Δι᾽ ἧς ἡ ἐπωμὶς πορφυροχρυσόμικτος τῷ ἱεραρχοῦντι τῶν ἄνω Δυνάμεων.

Χαῖρε, ὑάκινθος, τὸ φλογοφανὲς τῆς παρθενίας ἔριον ἐξ οὗ μυστικῶς τῷ Θεῷ ἱερούργηται ἄμφιον σωματώσεως. Χαῖρε, κούφη νεφέλη, ἡ τὸ γεῶδες καὶ βρίθον σκῆνος, κοῦφόν πως, ὡς ἀερῶδες, ἔχουσα, καὶ τὸν ἄρτον τῆς ζωῆς ὡς ἐν θυσιαστηρίῳ καλύπτουσα, ἐν ᾗ καθῆσθαι Κύριον Ἡσαΐας προσηγόρευσε. Χαῖρε, ἅχραντε, τὸ ἀνέπαφον τῆς παρθενίας κειμήλιον, ἡ τὸν ἄχραντον Λόγον γεννήσασα, ἀφ᾽ ἧς ἡ παρθενία ἐξέλαμψε τὸν κόσμον συντέμνουσα. Χαῖρε, ἁγνὴ, ἡ μόνη τὴν καρδίαν ἁγνὴν αὐχηματικῶς ἔχουσα. Τὸ ὄρος ἀληθῶς τὸ θεόδεκτον, ἀφ᾽ οὗ ἁγνίζεται ὁ νέος Ἰσραὴλ τοῦ πάλαι τιμαλφέστερον καὶ χρονιώτερον.

Χαῖρε, ἀλόχευτε, βρεφοτρεφῆ γαλουχίαν μητροπρεπῶς φέρουσα, ἀφ᾽ ἧς ἀμέλγει γάλα παρθενικὸν, ὁ τρέφων τὰ σύμπαντα. Χαῖρε, ἀμόλυντε, ἡ μόνη Θεῷ εἰς ἐνοίκησιν εὐπρόσιτος, καὶ Θεοῦ ἀξίωμα ἐκ γεννήσεως ἔχουσα· διὸ σὺ προσκυνητὴ καὶ πάσαις οὐρανίαις Δυνάμεσι. Χαῖρε, πόκε, τὸ περὶ τὸν Γεδεὼν νίκης σύμβολον, ἐξ ἧς ἀπεῤῥύη τροπικῶς ἡ δρόσος ἡ ἀθάνατος, ὁ αὐτολέκτως φάμενος· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Χαῖρε, χωρίον Θεοῦ, τὸν ἐν πᾶσιν ἀχώρητον ἐν γαστρὶ χωρήσασα· οὗ τὰ πάντα ἐν δρακὶ, καὶ σοῦ παρόντος ἐν χερσίν· ὃ καὶ λεγόμενον ἀδιανόητον, καὶ διανοούμενον ἀσυνείκαστον.

Χαῖρε, Θεοῦ Μήτηρ, ἡ μόνη τοῦ ἰδίου Υἱοῦ δούλη, καὶ ἄμφω φύσει, μεθ᾽ ἣν οὐκ ἔστι μήτηρ παρθένος τῆς μακαρίας παρθενίας εἰς τὴν πρὶν ἐν παραδείσῳ ἀναδραμούσης ἀφθαρσίαν. Χαῖρε, Θεοδόχε, φωτοειδὲς στοιχεῖον τῆς θείας ἀπειρίας, οὗ ὁ ἄπειρος, ποδιαίᾳ γαστρὶ περιεχόμενος, καὶ ἐν ἑαυτῷ περιέχων τὰ πέρατα.

Χαῖρε, Θεοτόκε κυρίως καὶ ἀληθῶς, τὸ πρὸς Θεὸν ἀνθρώποις φρικτὸν συναπτήριον, δι᾽ ἧς τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἥνωνται, Θεῷ τὰ ἀνθρώπου, καὶ ἀνθρώπῳ τὰ Θεοῦ ἀντανίσχουσα. Χαῖρε, παστὰς, ἡ παρθενίας ἐγερθεῖσα κάλλεσι, τῷ λέγοντι ἐν ᾌσμασιν· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη. Οὗ πρὸς σάρκα συναφείας ἐκεῖνα ἐπάγεται· Ἐξέλθετε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σολομὼν, ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης τῆς καρδίας αὐτοῦ.

Χαῖρε, ἀμνὰς, ἡ ἄτεξ κατὰ γαμικὴν σύνοδον, καὶ τοκὰς κατὰ θείαν σύλληψιν. Ἐξ ἧς ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐπεδήμησε. Χαῖρε, νεφέλη φωτὸς, ἡ ἐν ἐρήμῳ τοῦ βίου πρεσβευτικῶς τὸν νέον Ἰσραὴλ σκιάζουσα· ἀφ᾽ ἧς τὰ τῆς χάριτος διατάγματα ἤκουσται, ἐξ ἧς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέταλκε μαρμαρυγαῖς ἀφθαρσίας καταφαιδρύνων τὰ σύμπαντα. Χαῖρε, λυχνία, τὸ χρυσοῦν τῆς παρθενίας σκεῦος καὶ εὔριζον, οὗ θρυαλλὶς, ἡ χάρις τοῦ Πνεύματος, καὶ ἔλαιον, τὸ ἐξ ἀχράντων σαρκῶν ληφθὲν σῶμα ἅγιον, ἐξ ὧν φῶς Χριστὸς τὸ ἀνεπίδυτον· ἡ τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τὴν ἀΐδιον ζωὴν παράψασα.