Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν κοίμησιν τῆς ὑπεραγίας δεσποίνης ἡμῶν θεοτόκου

Θεόδωρος ὁ Στουδίτης

Ουράνια και επίγεια πανήγυρις και η υπεροχή της Θεοτόκου

Περιγραφή της συνάξεως αγγέλων και αποστόλων, ρητορική έκφραση θαυμασμού για το μυστήριο και υπογράμμιση της ασύγκριτης ανωτερότητας της Παρθένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 5

εʹ. Καὶ ποῖος νοῦς χωρήσειεν, ἢ τίς λόγος ἐφίκοιτο, ὅσα ἐκεῖσε ἦσαν, ἔφασαν, ἐμακάρισαν οἱ θεολόγοι; Ἀλλ’ ἐπειδὴ τὰ εἰκότα ἱερούργησαν ἱερῶς, καὶ ἁγίως τὰ ἅγια ἐπετέλεσαν, ἰδοὺ παρεγένετο καὶ ὁ Κύριος μετὰ δόξης ἰσχύος αὑτοῦ καὶ πάσης στρατιᾶς οὐρανοῦ· καὶ ἀοράτως μὲν ἐλειτούργουν οἱ ἀσώματοι, σωματικῶς δὲ οἱ ἀπόστολοι ὑμνῳδοὶ τῆς θείας μεγαλειότητος ἐδείκνυντο· συμμιγὴς ἦν, ἀδελφοί, ἡ πανήγυρις καὶ ὁ θίασος οὐράνιός τε καὶ ἐπίγειος (καὶ μὴ ξενιζέτω ὁ λόγος τὰ θεοπρεπῆ ὑπογράφων), Ἀγγέλων, Ἀρχαγγέλων, Κυριοτήτων, Θρόνων, Ἀρχῶν, Ἐξουσιῶν, Δυνάμεων, τῶν Χερουβικῶν καὶ Σεραφικῶν, ἀποστόλων, μαρτύρων, δικαίων, τῶν μὲν προτρεχόντων, τῶν δὲ προσυπαντώντων, τῶν μὲν ἡγουμένων, τῶν δὲ προηγουμένων, τῶν δὲ ἑπομένων, τῶν δὲ παρεπομένων, πάντων φωνῇ μιᾷ ἐν εὐφροσύνῃ βοώντων· Ἄσατε τῷ Κυρίῳ· αἰνέσατε τὸν Κύριον· εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ, καὶ ἀνυψωθήτω ὁ οὐρανὸς εἰς τὸ μετέωρον. Τίς οὖν ἤκουσεν ἐξ αἰῶνος τοιοῦτον ἐξόδιον, ὦ φιλόχριστοι; τίς ἔγνω τηλικαύτης κηδείας προπομπήν; τίς ᾔσθετο τοιαύτης μεταβάσεως πώποτε, οἵας ἡ Μήτηρ τοῦ Κυρίου μου ἠξίωται; Καὶ οὐκ ἀπεικός· ἐπειδήπερ οὐδέ τις ὑπέρτερος αὐτῆς δέδεικται, μειζοτέρας οὔσης ἁπάντων.

Φρίττει μου οὖν τὸ πνεῦμα τὸ μεγαλεῖον τῆς μεταστάσεώς σου, ὦ Παρθένε, διενθυμούμενος· ἐκπλήττεταί μου ὁ νοῦς τὸ τῆς κοιμήσεώς σου θαυμάσιον ἀναλογιζόμενος· συνδέδεταί μου ἡ γλῶττα τὸ τῆς παλινζωΐας σου μυστήριον ἐκδιηγουμένη· τίς γάρ ἐστιν ἐκεῖνος, ὃς ἐπαξίως ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου, διηγήσοιτο πάντα τὰ θαυμάσιά σου; ποῖος νοῦς ὑψηγορῶν ῥητορεύσει; ποῖα γλῶσσα μεγαληγοροῦσα φθέγξεται καὶ τὰ σὰ ἐξείποι, τὰ σὰ παραστήσει, τοῖς σοῖς προσβάλλει ῥήμασιν, ἢ τῶν σῶν ἐφικνεῖται θαυμασίων τελετῶν, πανηγύρεων, ἑορτῶν, διηγήσεων, ἐγκωμίων, μεθ’ ὧν καὶ τοῦ παρόντος μυστηρίου ἀσθενεῖ, ἀτονεῖ, ἀποτυγχάνει, ἀπελέγχεται;

Καὶ γὰρ ὑπερέχεις, ὑπερβάλλεις, ὑπερτερεύεις ἀσυγκρίτως, ἐν ὕψει καὶ μεγέθει τοῦ ἀνωτάτου πόλου, ἐν ἁγνείας λαμπρότητι τοῦ ἡλιακοῦ φάους, ἐν παρρησίας οἰκειώσει τῆς ἀγγελικῆς ἀξίας, πάσης τῆς ἀΰλου καὶ λογικῆς οὐσίας νοητῶν τε καὶ νοερῶν δυνάμεων.