Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ

Θεόδωρος ὁ Στουδίτης

Κοντάκιο, Οίκος και Ωδή ΣΤ'

Ποιητική απόδοση του θρήνου του άδη, η λύτρωση του Αδάμ και η δοξολογία για την τριήμερη Ανάσταση του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 4

Κοντάκιον ἰδιόμελον. Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτῇ γὰρ ἐπῆλθε παράδοξος δέσις, τὸ ξύλον τοῦ σταυροῦ. Θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται. Ἐπέστης δέ, Σωτήρ μου, βοῶν τοῖς ἐν ᾅδῃ, Εἰσάγεσθε πάλιν εἰς τὸν παράδεισον.

Ὁ οἶκος Τρεῖς σταυροὺς ἐπήξατο, ἐν Γολγοθᾷ ὁ Πιλάτος, δύο τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ ζωοδότου, ὃν εἶδεν ὁ ᾅδης, καὶ εἶπε τοῖς κάτω· Ὦ λειτουργοί μου, καὶ δυνάμεις μου, τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; ξυλίνη με λόγχη ἐκέντησεν ἄφνω, καὶ διαῤῥήσσομαι.

Τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ. Τὰ αἰσθητήριά μου μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδάμ, καὶ τοὺς ἐξ Ἀδὰμ ξύλῳ δοθέντας μοι. Ξύλον γὰρ τούτους πάλιν εἰσάγει εἰς τὸν παράδεισον.

ῼΔΗ Ϛʹ. Ἀνέστης ἐκ τοῦ τάφου τριήμερος, ὡς ὁ ὑπνῶν, Κύριε, ᾅδου πυλωροὺς πατάξας θείᾳ δυνάμει, καὶ τοὺς πάλαι ἐγείρας προπάτορας, ὁ μόνος εὐλογητός, τῶν πατέρων Θεός, καὶ ὑπερένδοξος. Τῇ λύρᾳ τῶν ᾀσμάτων χορεύοντες, ἀγαλλιασώμεθα σήμερον λαοί, τῇ τοῦ σταυροῦ προσκυνήσει, τὸν ἐν τούτῳ παγέντα Χριστὸν δοξάζοντες, τὸν μόνον εὐλογητὸν τῶν πατέρων Θεόν, καὶ ὑπερένδοξον.

Ὁ δείξας τὸ θνητότητος ὄργανον, ζωῆς ἐργαστήριον κόσμῳ ἀσπαστόν, τὸν σὸν σταυρόν, πανοικτίρμον, τοὺς αὐτὸν προσκυνοῦντας ἁγίασον, ὁ μόνος εὐλογητὸς τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος. Ὁ μόνος ἐλεήμων καὶ εὔσπλαγχνος φώτισον, ἁγίασον, μόνε Ἰησοῦ, τοὺς προσκυνοῦντάς σου πιστῶς τὸν σταυρόν, καὶ τὰ θεῖα παθήματα, ὁ μόνος εὐλογητὸς τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Τριαδικόν. Μονάδα ἐν τρισὶν ὑποστάσεσιν ὑμνῶ τὴν Θεότητα. Φῶς γὰρ ὁ Πατήρ, φῶς ὁ Υἱός, φῶς τὸ Πνεῦμα, τοῦ φωτὸς ἀμεροῦς διαμένοντος, ἑνότητι φυσικῇ καὶ ἀκτῖσι τρισὶ προσώπων λάμποντος.

Θεοτόκιον. Τὸ πάντων προφητῶν πολυώνυμον σὺ ὑπάρχεις κήρυγμα. Πύλη γὰρ Θεοῦ, στάμνος χρυσῆ, γῆ ἁγία ἀνεδείχθης, Παρθένε θεόνυμφε, κυήσασα ἐν σαρκὶ Ἰησοῦν τὸν Χριστόν, τὸν τῶν πατέρων Θεόν, καὶ ὑπερένδοξον.

Καταβασία. Φλογώσεως ὁ παῖδας ῥυσάμενος, σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς, καὶ σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν πατέρων Θεός, καὶ ὑπερένδοξος.