Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Εἰς τὸν ἅγιον Βαρθολομαῖον ἀπόστολον (Νόθος)

Θεόδωρος ὁ Στουδίτης

Θαυματουργική πορεία των λειψάνων και άφιξη στη Λίπαρι

Η θαυμαστή πλεύση της λάρνακας στα ύδατα, η υποδοχή της στη νήσο Λίπαρι συνοδεία άλλων μαρτύρων, η ανέγερση ναού και τα επιτελεσθέντα θαύματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 4 από 5

Ἀλλ’ ὁ διὰ Δαβὶδ πόρρωθεν ἀναφωνήσας· ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται· κἀνταῦθα τὴν ὑγρὰν βατὴν τῇ λάρνακι παρεσκεύασεν· καὶ ὁ Πέτρος ὁ μέγας περιπατῶν ἐν τῇ θαλάσσῃ καλοῦντος πρὸς αὐτὸν Χριστοῦ πέφηνεν.

Τοῦτο ὁ θεῖος Βαρθολομαῖος ὡδὶ τῇ λειψανοφόρῳ λάρνακι πεζεύων κατὰ κυμάτων δέδεικται. Ὢ τοῦ θαύματος! ὢ τῆς μεγαλουργίας! ἐξορμήσας γὰρ ἐκ τῶν χώρων Ἀρμενίας ὁ λάρναξ σὺν τέσσαρσι μαρτυρικοῖς ἄλλοις ἐφ’ ὁμοίαις ταῖς σημειουργίαις ἐκριφείσαις, καὶ διὰ τοσαύτης θαλάσσης ἀμφοτέρων ποντοπορησάντων, προηγουμένων τῶν τεσσάρων καὶ οἷον εἰ ὀψικευόντων τῷ Ἀποστόλῳ, ἧκον εἰς τὰ ἐπέκεινα Σικελίας, πρὸς τὴν Λιπάρεως καλουμένην νῆσον, δι’ ἀποκαλύψεως τοῦ τηνικάδε ἐπισκοποῦντος ὁσιωτάτου Ἀγάθωνος καθορώμεναι. Τίς ἠκουτίσθη τηλικοῦτον τερατούργημα;

Τίς ἐδιδάχθη τηλικαύτην μεγαλουργίαν; Θαῦμα ἐν θαύματι. Λιπαρεῖ γὰρ οἷον εἰ ἡ φερώνυμος νῆσος, τοιαῦτα τυχὸν πρὸς αὐτὸν ἀλαλήτοις φωναῖς ἐπιβοῶσα: «Δεῦρο πρός με τὴν πτωχεύουσαν, ὁ τρισόλβιος θησαυρὸς τοῦ παναγίου πνεύματος, δεῦρο πρός με τὴν ἀγέραστον, ὁ πολυτίμητος μαργαρίτης, δεῦρο πρός με τὴν δυσωπήτριαν, ὁ παρ’ ἄλλων ἀποπεμφθεὶς ἀνομώτατα· ἐνοικίσθητί μοι, καὶ πολυοικισθήσομαι· πολιούχησόν με, καὶ πολυανθρωπισθήσομαι· ὀνοματίσθητί μοι, καὶ πανταχοῦ ἐξηχηθήσομαι· εἰ ἄλλοι σε τὸν φωστῆρα ἀπώσαντο, ἀλλ’ ἐγώ σου τοῦ φάους ἐφίεμαι ἡ στυγνάζουσα· εἰ ἄλλοι σου τῆς τραπέζης τῶν ζώντων λογίων ἀπολελαύκασιν, ἀλλ’ ἐγώ σου τῶν λειψάνων ὡς κυνάριον ψικίσασθαι γλίχομαι.» Πρὸς ταῦτα ὥσπερ τινὰς δορυφόρους ἄλλον ἀλλαχοῦ τῶν μαρτύρων εἰς τοὐπίσω παραπεμψάμενος ὁ Ἀπόστολος, ὃν μὲν Παπῖνον τοὔνομα εἰς Μυλὰς τὴν πόλιν Σικελίας, ὃν δὲ ἐν Μεσίνῃ Λουκιανὸν τῇ κλήσει, ἑκατέρους δὲ ἐπαποστείλας ἐν τῇ Καλαβρίτιδι γαίᾳ, Γρηγόριον μὲν ἐν Κολύμνῃ τῇ πόλει, Ἀκάκιον δὲ εἰς Χάλας καλουμένην, ὡς ἂν ἕκαστος ἐν ἑκάστῃ εἴη προασπιστὴς τῶν οἰκητόρων, οἵπερ καὶ μέχρι τήμερον διαλάμπουσι ταῖς ἐπικουρίαις· αὐτὸς ὡς ἄν τις βασιλεὺς οἴκοι ἀναπαύλης μεταληψόμενος, προσώρμησεν τῇ καλούσῃ· ὑπεδέχθη περιφανῶς πολλοῖς λαμπτῆρσιν, εὐωδίαις τε καὶ ὑμνολογίαις, ἁπάντων τῶν ἐκεῖσε ὑπαντησάντων ἐν ἀγαλλιάσει.

Τὸ δὲ ἑξῆς οὐ προήει ἡ λάρναξ, οἱ μὲν γὰρ εἷλκον, ἡ δὲ ἦν ἀκίνητος· διεδέξατο τὸ περιχαρὲς ἡ λύπη· ἐν ἀπορίᾳ ὁ λαός· ἐπέτυχεν τὸ ἐξευρεθέν. Ἐγγὺς γὰρ Κύριος τοῖς ἐπικαλουμένοις αὐτόν. Δύο τοίνυν δαμάλεσιν ἁγναῖς ἀναληφθεῖσα ἐναπετέθη, ἔνθα ὁ ἱερὸς αὐτοῦ σηκὸς αὐτίκα ἀνιδρύνθη· ἅμα τῷ ἀπαρτισμῷ καὶ τὸ θαῦμα ἐξαίσιον. Ἐπειδὴ τοίνυν ὁ καλούμενος Βουρκάνος ἐχέκολλος ὢν σχεδὸν τῇ νήσῳ βλαπτικὸς ὑπῆρχε τοῖς περιοίκοις, ἀπῶστο ἀορασίᾳ καὶ οἷον ὑπεξέστη σταδίοις ἑπτὰ πρὸς πόντον ἀπαιωρούμενος, ὥστε μέχρι τήμερον ὑποφαίνεσθαι τοῖς ὁρῶσι τὸ οἷον σύρμα τὸ δὲ σχημάτισμα τοῦ ἀποπεφευγότος πυρός.

Τὰ μετέπειτα ὅσα καὶ ἡλίκα τεθαυματούργηκεν ἢ θαυματουργῶν ἐστι πρὸς τοὺς πίστει φοιτῶντας μέχρι τῆς δεῦρο ἐν διαφόροις νόσοις καὶ μαλακίαις ἐνησχημένους, οὔτε πρὸς ἡμῶν τὸ λέγειν διὰ τὸ μακρηγορές, οὔτε πρὸς τοῦ ἀκούοντος τὸ ἀπειθές, ἐνέχυρον ἐκ τοῦ ἑνὸς τὰς περὶ τῶν ἄλλων συγκαταθέσεις ἔχοντος.