Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Ἐπιτιμία

Θεόδωρος ὁ Στουδίτης

Οδηγίες προς τους ηγουμένους και τελικές διατάξεις

Πνευματικές και διοικητικές νουθεσίες προς τους ηγουμένους για την ακτημοσύνη και την άσκηση εξουσίας, καθώς και συμπληρωματικοί κανόνες για την μοναστική πειθαρχία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 3 από 3

Εἰς τοὺς ἡγουμένους:— [μβʹ. Οὐ δι]αλλάξεις ὃν παρέλαβες τύπον καὶ κανόνα παρὰ τῆς [...]ε̣ι̣νωσε̣ώς μου ἐν ἅπασιν, ἄνευ κατεπειγούσης ἀνάγκης:— [μγʹ. Οὐ κτ]ήσεις τι τοῦ κόσμου τούτου οὐδὲ ἀποθησαυρίσεις ἰδιο[ρίστω]ς εἰς ἑαυτόν, μέχρι ἑνὸς ἀργυρίου:—

μδʹ. Οὐ διαμερίσεις [τὴν ψυχὴν καὶ τὴν] καρδίαν σου ἐν σχέ[σει καὶ φροντίδι] παρὰ τοὺς ἀπὸ θεοῦ πεπιστευμ[ένους σοι καὶ γενομένους σοι πνευματικῶς] υἱοὺς καὶ ἀδελφούς, εἰς τοὺς ποτὲ [ἰδίους κατὰ σάρκα] ἢ συγγενεῖς, ἢ φίλους ἢ συνεταίρους:—

μεʹ. Οὐ κτήσεις δοῦλον, οὔτε εἰς οἰκείαν χρείαν οὔτε εἰ[ς ἣν ἐπι]στεύθης μονήν, οὔτε εἰς ἀγρούς, τὸν κατ’ εἰκόνα θεοῦ γ[εγονότα] ἄνθρωπον· σὺ δὲ χρεὼν μᾶλλον παρασχεῖν ἑαυτὸν δοῦλον [τοῖς] ὁμοψύχοις σου ἀδελφοῖς τῇ [προθέσει, κἂν] τῇ ἔξω ἐπιφανείᾳ ὡς δεσπότης λογίζ[ῃ καὶ διδάσκ]αλ[ο]ς:—

μϛʹ. Οὐκ ἐποχούμενος ἔση ἐπὶ ἵπποις καὶ ἡμιόνοις, δίχ’ ἀνάγκ[ης,] ἀλλὰ χριστομιμήτως πεζοπορήσεις· εἰ δ’ οὖν, πῶλός σοι ἔστω τὸ ὑποζύγιον:— μζʹ. Παραφυλάξεις πάντως τὰ ἐν τῇ ἀδελφότητι κοινὰ εἶναι καὶ ἀμέριστα, καὶ μηδὲν κατὰ μέρος τοῦ καθ’ ἕκαστον εἰς ἐξαυθέντησιν μέχρι καὶ ῥαφῖδο[ς]:—

μηʹ. Οὐ δύεις ὅπερ λέγουσι μικρὸν σχῆμα, ἔπειτα ὡς μέγα· ἓ[ν γὰρ] τὸ ἅγιον σχῆμα, ὥσπερ καὶ τὸ βάπτισμα καθὼς οἱ ἅγιο[ι] πατέρες ἐχρήσαντο:— μθʹ. Οὐ κτήσεις μαθητὴν εἰς τὸ κελλίον σου μειράκιον προσπαθῶς, ἀλλ’ ἐκ προσώπου ἀνυπόπτου καὶ ἐκ διαφό[ρων] ἀδελφῶν, τὴν ὑπηρεσίαν σου ποιήσεις:—

νʹ. Οὐ κτήσεις ἱματισμὸν ἐξηλλαγμένον καὶ πολύτιμον ἄ[νευ τοῦ] ἱερατικοῦ, ἀλλὰ τοῖς ταπεινοῖς πατρομιμή[τως] καὶ ὑπο[δήσῃ:—] ναʹ. Οὐκ ἔση ἁβροδίετος (αι), οὔτε ἐν τῇ οἰκείᾳ σου δαπάνη, οὔτε ἐν ταῖς ὑποδοχαῖς τῶν ξένων τοῦτο περισσώμενος· ἔστι γὰρ τῆς μερίδος τῶν ἀπολ[αυστικῶν] τοῦ παρόν[τος βίου:—]

νβʹ. Οὐ θησαυρίσεις (ει ex η) χρυσίον ἐν τῇ μονῇ σου, ἀλλὰ τὸ κατὰ περίσσειαν ἐπὶ παντὸς εἴδους μετα[δοίης τοῖς πενομένοις ἐν ἀν]οίξει τῆς αὐλῆς σου [καθὼς καὶ οἱ] ἅγιοι πατέρες. [...] συμφερόντος τῇ ἀδελφότητι [...]..ρεχοντος καὶ ἐξουσιάζοντος, [...]ῶνα, οὔτε ὑποσταλεῖς μέχρις αἵματος [...]ῆς̣ τῶν θείων νόμων καὶ ἐντολῶν προθῆναι τὴν ψυχήν σου:— [νγʹ. Οὐ ποιήσε]ις τι ἢ πράξεις κατ’ οἰκείαν γνώμην ἐν παντὶ [πρά]γματι τῶν τε ψυχικῶν καὶ τῶν σωματικῶν, ἄνευ βουλῆς τῶν προ[εχόν]των ἐν γ[ν]ώσ[ει] καὶ εὐλαβεία, κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν ἑνὸς γὰρ τυ.ων ἢ δύο καὶ τριῶν, ἢ καὶ πλειόνων, ὥσπερ εντετ̣α̣λμε̣θ̣[ πατρικῶς κ̣[...] διήξαμεν, ταῦτα πάντα καὶ ὅσα [ἕτε]ρα ἐξελάβου, παραφυλάξεις καὶ φρουρήσεις, ἵνα εὖ σοι [γέ]νηται καὶ ἔση κατευδούμενος ἐν Κυρίω, ἀμήν:— [νδʹ. Δ]εῖ γινώσκειν ὅτι ἡνίκα κλάσει ἀδελφὸς σκεῦος τί, εἴτε ὀστράκινον, εἴτε σιδηροῦν, τῷ καιρῷ τοῦ ἀρίστου, ἐσθι[όν]των τῶν ἀδελφῶν, παρίσταται πλησίον τῆς τραπέ[ζη]ς τοῦ ἡγουμένου, τὴν κεφαλὴν τῷ ἑαυτοῦ περικαλύπτων κουκουλλίῳ, καὶ τὸ ὑπ’ αὐτοῦ συντριβὲν μετὰ χείρας, φέρων, εἰς ἐπίδειξιν τοῦ οἰκείου σφάλματος:— [νεʹ.

Χρὴ] γινώσκειν ὡς καὶ ἀφορίστριαι εἰσὶ παρ’ ἡμῖν, ἐν αἷς [οἱ ἀ]πειθεῖς καὶ δυσήνιοι κατακλείονται, ξηροφαγοῦντες καὶ [παι]δευόμενοι τὴν ἀρετήν· ἡ γὰρ διὰ μαστίγων παίδευσις ὡς [τοῖς] κοσμικοῖς ἁρμόζουσα, τοῖς πατράσιν ἡμῶν, [ἀπόβ]λητος εἰκότως ἐχρίθη:— [νϛʹ ....] ὅτι τὴν ἀργείαν τῶν ὡρῶν ὁ πατὴρ ἡμῶν καὶ μέγας Θεόδωρος [...]ουδίων, ἑρμηνεύων, εἶναι λέγει τὴν στιχολογίαν τοῦ [...]..μὴ ὅτι τὰς ὥρας, ἣ τὰ μεσώρια α̣ὐ̣τῶ̣ν̣ ὥς τινες [...] α̣ζουσιν καὶ δου̣κοῦσιν:—