Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΜΣΤ΄-Ν΄: Ο κοινοβιακός βίος ως πνευματικό γυμναστήριο

Ο κοινοβιακός βίος περιγράφεται ως στάδιο αγώνα όπου οι διακονίες, οι θλίψεις και η εξαγόρευση των λογισμών οδηγούν στην πνευματική τελειότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 10 από 22

ΛΟΓΟΣ ΜϚʹ. Διακονητὰς εὐτονεῖσθαι τοῖς κόποις. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ, Ἀγαθὸς ὁ θεὸς ἡμῶν λογίσασθαι καὶ ὑμῖν καὶ ἡμῖν τοῖς ταπεινοῖς τινα μισθὸν, διὰ τὸ οὕτως ἐπιβάλλειν ἑαυτοὺς εἰς τὴν ὑπὲρ ἀλλήλων σωτηρίαν· ἐγὼ τοίνυν λαλῶ· ὑμεῖς δὲ ὅτι τὸ οὖς προσυποτίθεσθε, καὶ αὐτοὶ κοπιᾶτε· ἐγὼ δὲ ὅτι προσεπαινῶ, νομίζω συνεργάζεσθαι ὑμῖν. Τοιαύτη οὖν φιλανθρωπία τοῦ κυρίου· ἐξ ἴσου τὸν μισθὸν ἀμφοτέροις λογίσασθαι.

Διὰ τοῦτο χαίρετε καὶ συγχαίρετε, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, τρέχετε καὶ ὑπερανίστασθε τῶν τοῦ κόσμου δελεασμάτων ἀνωφερῆ εἰς οὐρανοὺς ἔχοντες τὴν διάνοιαν, τὴν ἐκεῖ μετεωριζόμενοι καὶ φανταζόμενοι ἀνεκλάλητον δόξαν. Ἴστε οὖν, τέκνα, ὄτι πᾶς ὁ ἐν τῇ ἀσκήσει ἡμῶν κόπος πρὸς βασιλείαν οὐρανῶν παραβαλλόμενος, οὐδείς ἐστι τὸ παράπαν· ἡ θλίψις καὶ ἡ στενοχωρία πρὸς τὴν ἀΐδιον ἀνάπαυσιν, ὀνείρατος τινὸς ὀχληροῦ ἀηδίαν παρέχει. Καλῶς οὖν φρονήσαντες, καλῶς καὶ ἐξεληλύθαμεν, δυνάμει τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· καλῶς δὲ καὶ ἐπιβιώσομεν κατὰ μικρὸν ἐξευρίσκοντες τὰ κατορθώματα· καὶ ἐξ ὧν πειραζόμεθα μανθάνοντες φυγεῖν τὴν τῶν μοχθηρῶν κατακράτησιν· ποσάκις γοῦν ἡδονευσάμεθα, καὶ οὐδὲν ἡμῖν εἰς περίσσειαν ἐναπέμεινε· ποσάκις ἐκορέσθημεν τὴν γαστέρα καὶ τὸ μὲν ἐπιθύμημα πεπληρώκαμεν, οὐδὲν δὲ τοῦ κόρου λείψανον ἀπεθέμεθα· ἀλλὰ καὶ δυσαχθῶς πρὸς τὸ σῶμα μᾶλλον εἴχομεν, εἴτε ᾐσχρουργήσαμεν τοῖς λογισμοῖς, καὶ ἑαυτοὺς κατηρασάμεθα, ὀδύνην ἀντὶ ῥᾳστώνης τρυγήσαντες· καὶ ἐχορτάσθημεν ὑπνώττοντες, καὶ ὡς ἄλογα ἑαυτοὺς ἐταλανίσαμεν· ἀλλὰ καὶ σκληρυνθέντες ἀπειπάμεθα· καὶ γελοιάσαντες, κατεθρηνήσαμεν· καὶ οὐδεμία χάρις ἐν ταῖς ἡδοναῖς τῷ ἀνθρώπῳ· εἰ δὲ ὅλως ἐφιέμεθα ἥδεσθαι καὶ γάννυσθαι τηρήσωμεν τὰς ἐντολάς.

καὶ τοῦτο γίνεται ἡδονὴ ἀπλήρωτος ἐν τῷ συνειδότι, πολὺν φέρουσα τὸν καρπὸν τῆς δικαιοσύνης. Ἀκούσατέ μου, τέκνα καὶ ἀδελφοὶ, ἀκούσατε καὶ μὴ νυστάξωμεν τῇ ψυχῇ· μηδὲ ῥᾳθυμήσωμεν τὰς ἡμέρας, μηδὲ καταπαίξωμεν τὸν καιρὸν· ὅτι ἔρχεται ὥρα καὶ ἤδη πάρεστι τῆς μεταστάσεως· καὶ ἄγγελος παρὰ θεοῦ ἀποστέλλεται εἶτα αἴρων τὰς ψυχὰς ἡμῶν, ποῦ πορεύεται, καὶ ποῦ ἀπίη. Οὐ φρίττομεν κατανοοῦντες; οὐ καταδυόμεθα ἀναλογιζόμενοι; ταῦτα οἱ ἅγιοι ἐν θυμούμενοι, ἐφρόντιζον τῷ ὄντι· καὶ οἱ μὲν τρισμακάριστοι μάρτυρες χαίροντες διετέμνοντο τὸ σῶμα, ἠκρωτηριάζοντο τὰ μέλη, διεθρύπτοντο τὰ ὀστᾶ· ὄντως θέατρον γενόμενοι τῷ κοσμῷ καὶ ἀγγέλοις καὶ ἀνθρώποις· καὶ πρὸς ταῦτα ἐστεφανοῦντο· οἱ δὲ ὅσιοι πατέρες ἡμῶν καὶ πανάγιοι μοναχοὶ, ἤσκουν ἀποστρεφόμενοι τὸ σῶμα ὡς πολέμιον· καὶ λιμώττοντες, ἐτρύφων· καὶ ψυχόμενοι ἐθαλποῦντο καὶ ὑστερούμενοι, ἐπληροῦντο ἐν ἅπασιν· οὐκ ἔδησεν αὐτοὺς φίλτρον γονέων· οὐκ ἀπέστησεν αὐτοὺς τέκνων στοργὴ· οὐκ ἀπεῖρξεν αὐτοὺς ἀδελφῶν ἀγάπησις· οὐ χρυσὸς, οὐκ ἄργυρος ἦν αὐτοῖς ἐπιθυμητὸς· οὐχ ἱματίου καλλονὴ, οὐ βρῶσις ζέουσα καὶ ἐξοιστροῦσα τὸ σῶμα· ἀλλὰ διὰ μόνον τὸ ζῆν καὶ ἤσθιον καὶ ἐνεδιδύσκοντο καὶ ἐνεκαρτέρουν ὡς ἄσαρκοι τῷ βίῳ· ἀπεντεῦθεν ἤδη καρπούμενοι τὴν ἀθανασίαν.

Οὕτως οὖν, τέκνα, καὶ ἡμεῖς ζήλῳ τρωθέντες τῷ περὶ αὐτῶν, καὶ κακοπαθήσωμεν παρακαλῶ, καὶ ἀστατήσωμεν, καὶ κολαφίσθημεν, καὶ πεινήσωμεν καὶ διψήσωμεν, καὶ θαλπωθῶμεν, καὶ καταψηθῶμεν, καὶ ὀνειδισθῶμεν, καὶ ἐνπραττῶμεν, καὶ καταμυκτηρισθῶμεν· καὶ εἴ τι ἄλλο δοκεῖ εἶναι λυπηρὸν, μόνον ἵνα τῆς βασιλείας μὴ ἀποπέσωμεν. Ὥστε οὖν καὶ ὁ ὀψοποιῶν προσκαιέσθω τῷ πυρὶ ἐψῶν τὰ πρὸς ἀνάπαυσιν τῆς ἀδελφότητος, καὶ μηδαμοῦ ἀγανακτείτω, καὶ ἰδοὺ ὁ μισθὸς ἔμπροσθεν αὐτοῦ· καὶ ὁ κελλαρεύων διδότω ἕκαστα ἑκάστῳ προσφόρως, μὴ ὑποχαλῶν ἐκ τῆς ἐπιγινομένης ὀχλήσεως, καὶ ἀμείψεται αὐτὸν ζωὴ ἡ αἰώνιος· καὶ πᾶς ἁπλῶς τῶν ὄντων ἐν ταῖς διακονίαις. πρὸ δὲ πάντων ὁ οἰκονόμος εὐδοκιμείτω τεινόμενος καὶ καταξεόμενος ἐν τῇ μερίμνῃ τῶν χρειωδῶς προκειμένων ἔργων· εἴτε σωματικῶν εἴτε πνευματικῶν, καὶ αὐτῶ πολὺς ὁ μισθὸς ἐν τοῖς οὐρανοῖς, ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΜΖʹ. Φρονεῖν ταπεινὰ καὶ νοῒ βλέπειν ἄνω. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ὄφλημα ὃ χρεωστῶ ὑμῖν, ἤγουν τὴν τοῦ λόγου ὑπόμνησιν, καὶ νῦν ἀποτιννύω· εἴθε δὲ πνευματοκινήτως καὶ πρακτικῶς καὶ αὐτάρκως, ἀλλὰ μὴ ὀλιγώρως καὶ πενιχρῶς καὶ ἀέργως, ἐφ’ οἷς καταγινώσκομαι ὁ τάλας καὶ ψυχρολόγος· πλὴν ὅτι ἡ ἀγαθὴ ψυχὴ δεξαμένη τὸν λόγον, πολὺν τὸν ἐν δικαιοσύνῃ καρπὸν ἀποδίδωσι. Δέξασθε τοίνυν, ἠγαπημένα τέκνα, καὶ τὸ νῦν τὴν τῆς κατηχήσεως σπορὰν, καὶ βλαστήσατε καὶ ἀνθηφορήσατε καὶ γένεσθέ μοι πολυφόροι χῶραι λελευκασμέναι τῷ φωτὶ τῆς γνώσεως τοῦ Χριστοῦ, ἵνα φθάσητε σῖτος καθαρὸς αὐτῷ ὑπάρξαι.

Ἔσται· δὲ τοῦτο πῶς ἐὰν καθὼς ἐνήρξασθε ἵνα μὴ μόνον ἐκκόπτησθε τῶν καλῶν ἔργων, ἀλλὰ καὶ τὸ εἰσαεὶ προσεπείγεσθε, καὶ κατατρέχετε, καὶ ἀναζωπυροῦσθε, καὶ ἀνανεοῦσθε, καὶ ἀναπηδᾶτε εἰς ὕψος οὐρανίου πολιτείας.

Ὁ ὑπήκοος τυχὸν ἔτι μᾶλλον, ἵνα τὸν τῆς ὑπακοῆς δρέψηται καρπὸν· μὴ τῶν ὑπερεχόντων μόνον ἀλλὰ καὶ τοῦ ἐτελεστάτου προσώπου ὑπακούων, ἄνευ τῆς ἐγγινομένης ἀταξίαν πρὸς ὅπερ ἂν ἐκκαλῆται· ὁ ταπεινὸς πλέον ἵνα ταπεινῶται, ὥστε εἴκειν ἐπὶ πᾶσι καὶ πείθεσθαι ἐν καταβεβλημένω φρονήματι, καὶ ἕξει εὐτελοφανεῖ καὶ εὐφημολογίᾳ καὶ μικροῤῥημοσύνῃ, καὶ μὴ ὅτι ἐξ εὐγενῶν ποτὲ ἢ ὅτι πολυχρόνιος ἐν τῷ σχήματι, ἢ ὅτι εἰς τὸν ὑπεράνω βαθμὸν τεταγμένος καὶ πολλὰ προκαμών. Προσθήσω δ’ ὅτι καὶ εὐνούστατος καὶ λαλίστατος, καὶ περιδέξιος, καὶ ἕν τι ἁπλῶς ἐκ τῶν ἐπαινουμένων, μὴ ἀνασπάτω τὰς ὀφρῦς, καὶ σοβαροβαδευέσθω καὶ ἐκζητείτω.

Ἐν δικαιολογίᾳ κατακρίτῳ τοῦτο κᾀκεῖνο ὅπερ ἀπείη ἐφ’ ὑμῖν καὶ ἐννοεῖσθαι. Ὁ σπουδαῖος ἐν τοῖς ἔργοις καὶ ἐπιμελὴς ἐν τῇ παραδοθείσῃ αὐτῷ διακονίᾳ, ἵνα μᾶλλον ὡς τῷ κυρίῳ δουλεύων καὶ οὐκ ἀνθρώποις, ἐργάτην ἑαυτὸν γνωρίσθῃ ἀνεπαίσχυντον, αἰρούμενος τὰ βαρυτέρα καὶ χαίρων ἐν τῇ ὑπὲρ πλησίον ὑπερκοπώσει· εἰδὼς ὅτι πολὺς αὐτῷ ὁ μισθὸς ἀποθησαυρίζεται ἐν τοῖς οὐρανοῖς.

Πάντες ἁπλῶς ὁμοῦ, ὁ κελλαρεύων, ὁ νοσοκομῶν, ὁ καλλιγραφῶν, ὁ κηπουργῶν, ὁ σκυτοτομῶν, ὁ ὀψοποιῶν, ὁ οἰκονομῶν, ὁ κανοναρχῶν, ὁ κανδηλαρεύων, ὁ ἀρτοποιῶν· καὶ εἰς ὁποῦν μικρὸν ἢ μέγα ἐγκεχειρισμένος· ἵνα ἀκαταπαύστῳ δρόμῳ καὶ ἀκατασβέστῳ πόθῳ τῶν αἰωνίων ἀγαθῶν, πάντα φέρομεν γενναίως, πάντα ὑπομένωμεν εὐκόλως, πάντα καταπράττωμεν ἐνθέως χαριζόμενοι ἑαυτοῖς· ὁμειρόμενοι ἀλλήλων τοσοῦτον, ὡς καὶ τὴν ψυχὴν ἕκαστος ὑπὲρ τοῦ ἀδελφοῦ τιθέναι πνευματικῶς τε καὶ σαρκικῶς. Καὶ ἐὰν οὕτῳ πείσῃ καὶ παρακαλέση ὑμᾶς ὁ μονογενὴς Υἱὸς τοῦ θεοῦ ὁ δι’ ὑπακοὴν θεοῦ Πατρὸς κενώσας ἑαυτὸν εἰς ἄμετρον ταπεινώσεως ὅρον, ὥστε γενέσθαι δεσπότην ὄντα δοῦλον, ὥστε γεύσασθαι θανάτου, θανάτου δὲ σταυροῦ.

Χαρὰ μὲν ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀπεγνωσμένῳ καὶ ἀγαλλίασις ἀπλήρωτος καὶ ἀδιήγητος· χαρὰ δὲ καὶ ὑμῖν, τοῖς πληρωταῖς τῶν ἐντολῶν καὶ εὐφροσύνη ἀδιαλάλητος, οὐ μόνον ἐπεντεῦθεν ἤδη ἐγκωμιαζομένοις λαμπρῶς παρὰ παντὸς τοῦ συνεωρακότος τὸ καθ’ ἡμᾶς ἀνθρώπου· καταπαλαιοῦσί τε τὸν ἐχθρὸν καὶ ἀντιτασσομένοι ταῖς αὐτοῦ προσβολαῖς καὶ μεθοδείαις· ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι πρὸ προσώπου τῆς δόξης Χριστοῦ τοῦ θεοῦ χορεύουσι καὶ συναριθμουμένοις ταῖς ἀγγελικαῖς χοροστασίαις καὶ ὁσιακαῖς πανηγύρεσι· ἔνθα πάντων ἐστὶν εὐφραινωμένων ἡ κατοικία, ὡς ὁ λόγος, ἀδελφοὶ τιμιώτατοι.

Αὕτη ἡ ὑπόμνησις ἡμῶν· αὕτη ἡ τελεσφόρητος κατήχησις· οὗτος ὁ ἐπιφερόμενος πόνος καὶ ἀγὼν τῆς ἐμῆς ἀβελτηρίας· οὗτος ὁ χαρακτηριζόμενος ἔρως τῆς πρὸς ὑμᾶς πνευματικῆς ἀγάπης. Χαρίσασθέ μοι τὴν μεγάλην σωτηρίαν ὑμῶν· πλουτίσατέ με τῷ ὄλβῳ τῶν ἀρετῶν ὑμῶν· εὐδοξήσατέ με τῇ λαμπρότητι τῆς οὐρανίου πολιτείας ὑμῶν.

Ναὶ, ναὶ, τέκνα μου ἠγαπημένα, ἄνδρες ἐπιθυμιῶν, ἐργάται κυρίου ἡγιασμένα ὡς ἀληθῶς παιδάρια, λαὸς ἰσραηλιτικὸς, ὑπουργὸς καὶ λειτουργὸς τοῦ ναοῦ κυρίου, υἱοὶ τοῦ Καὰθ καὶ τοῦ Μεραρῆ, οἱ αἴροντες τὰ τιμιώτερα σκεύη τῆς σκηνῆς τῆς ἀληθινῆς, ὁ Χριστὸς ἡμᾶς διασώσοι, αὐτὸς ὑμᾶς διαφυλάξοι ἀποπεραιῶν τὸν δρόμον ὑμῶν καὶ τὸν ἀγῶνα· ὅτι αὐτῷ πρέπει τιμὴ, δόξα καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΜΗʹ. Μετ’ ἀκριβείας πατέρων ζητεῖν βίους. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ὅτι μὲν οὖν ἐγὼ ὁ ταλαίπωρος οὐκ ἀποκνήσω τὴν ὑπόμνησιν ὑμῖν ποιεῖσθαι περὶ τῆς σωτηρίας τῶν τιμίων ὑμῶν ψυχῶν, καί περ ἰσχνόφωνος καὶ βραδύγλωσσος ὢν δῆλον.

Ἔν τινι γὰρ ἄλλῳ χρησιμεύσω ὑμῖν, καὶ δι’ ὅν τινα ἄλλον τρόπον ἐδόθη ὑμῖν εἰς κεφαλὴν ἀναξίως; καὶ ἥν τινά γε ἄρα ἀπολογίαν εὕροιμι κατολιγωρῶν τοῦ πράγματος τούτου; Εἰ γὰρ καὶ οὕτω ἐπιγινομένων ἡμῶν καὶ διεγειρόντων καὶ ἀναμνηματιζόντων τὰ περὶ θανάτου, τὰ περὶ μεταστάσεως, τὰ περὶ ὑπαντήσεως ἀγγέλων, τὰ περὶ παραστάσεως τοῦ φοβεροῦ κριτηρίου, τὰ περὶ βασιλείας οὐρανῶν, τὰ περὶ κρίσεως ἀτελευτήτου πυρὸς καὶ δίκης ἐξωτέρας· μόγις τῇ ἀντιστάσει τῶν ἁμαρτιῶν μου καὶ τοῦ ἀντιπάλου διαβόλου· περικρατεῖς τῆς ἑαυτῶν σωτηρίας καὶ καταστάσεως γινόμεθα. Πῶς ἀποσιωπώντων κᾂν τὸ τυχὸν καὶ ἐγκοπτόντων τὸν εἱρμὸν τῆς κατηχήσεως ἐσόμεθα. Μὴ οὖν λοιπὸν βαρεῖσθε ἐπὶ τῷ λόγῳ· μηδὲ ἀποκναίητε τὴν ὑπόμνησιν.

Εἰδ’ οὖν· ἀλλὰ μὴ λέγετε ὅτι τῆς αὐτῆς ἔχετε ὑποθέσεως καὶ περὶ τῶν αὐτῶν ἡμῖν ἀεὶ διαλέγεται· καὶ τί ἄλλο πρὸς διήγησιν; Καὶ τί γὰρ μεταβεβλήμεθα ἧς ἐνηρξάμεθα πολιτείας, ἵνα μεταπέσωμεν εἰς ἕτερα περὶ ἑτέρων διαλεγόμενοι; Οὐδαμῶς· ἀλλὰ καὶ αὐτὰ πολλάκις, καὶ περὶ τῶν αὐτῶν πλειστάκις, καὶ οὐ καταπαυσόμεθα τὴν ἀρετὴν ἐγκωμιάζειν καὶ τὴν κακίαν κωμῳδεῖν, καὶ ὅτι καλὸν καὶ μακάριον ἡ ἀληθινὴ ἀναχώρησις τοῦ κόσμου παντὸς, καὶ ἡ ἐπὶ τὸ αὐτὸ κατοίκησις τῶν ἀδελφῶν· τὸ μῦρον ὡς ἀληθῶς τὸ καταβαῖνον ἐπὶ πώγωνα τὸν πώγωνα τοῦ Ἀαρὼν· καὶ ὅτι τις ἐν ταύτῃ καταληφθεὶς ἐνεκομβώσατο τὴν ταπεινοφροσύνην, καὶ ἐνεδύσατο τὴν ὑπακοὴν· καὶ ἐξεζήτησε τὴν κοπὴν τοῦ θελήματος ἀναλαμβάνων ἄβυσσον ἐξ ἀβύσσου ἔρωτος πρὸς θεὸν καὶ ἐκ δυνάμεως εἰς δύναμιν νοερὰν πορευόμενος, πάντα στέργων καὶ πάντα ὑπομένων τοῦ κανόνος τῆς κοινοβιακῆς τληπαθείας καὶ ἐν οὐδενὶ πορευόμενος καὶ καταψηφιζόμενος τῶν ἐγκεκριμένων ἐν αὐτῇ ἐκ φρονήματος ὑπεροπτικοῦ καὶ ἰδιοπραγμοσύνης ἀλλοτριούσης θεοῦ καὶ τοῦ ἡγουμένου τὸν ταπεινὸν ὑποτακτίτην.

Ἀσπασώμεθα τοίνυν πάντα τὰ ἐν αὐτῇ ὡς ἅγια καὶ σεβάσμια, ἀδελφοί μου· κἂν ἴσως οὐ δοκῇ τισὶ εὖ ἔχειν· φημὶ δὴ τὰς ὀχλοποιοὺς κινήσεις καὶ τὴν ἄνω καὶ κάτω ἑκατέρωθεν μεταφορὰν, καὶ τὴν ἐξέλευσιν καὶ εἰσέλευσιν καὶ τὴν ἐπαγωγὴν καὶ ἀντεισαγωγὴν τῶν εἰσερχομένων πραγμάτων καὶ προσώπων.

Διὰ τοῦτο γὰρ στρογγυλιζόμεθα οἱονεὶ καὶ δοκιμαζόμεθα καὶ κυλιόμεθα ἐπὶ τῆς γῆς ὡς λίθοι ἅγιοι, κατὰ τὸ γεγραμμένον. Εἰ γὰρ καὶ τὸ προφανὲς ὀχληρὰ τυγχάνει καὶ ἀσύμφορα, ἀλλ’ οὖν ἐν τούτοις ἐγυμναζόμεθα καὶ πυρούμεθα καὶ ἀποδεικνύμεθα θεῷ προσιτοὶ καὶ ἡγιασμένοι. Ἑκάτερος ἑκάτερον λοιπὸν, τέκνα, ὠφελείτω καὶ διωκέτω μὴ τὸ δοκοῦν ἴδιον, ἀλλὰ τὸ κοινῆ συμφέρον ἐκ παντὸς τρόπου· καὶ οἱ πάντες ἔτι καὶ ἔτι νευρούμενοι καὶ τονούμενοι τὰς ψυχὰς κραταιοῦσθε ἐν τῇ ἀδιασπάστῳ ὑμῶν ὑποταγῇ, καθημέραν καινοποιούμενοι, καὶ τῇ μεταβάσει τῶν ἡμερῶν καὶ μηνῶν καὶ χρόνων μεταβαίνοντες εἰς τὰ κρείττονα. Ὡς ἔτι καιρὸς τοῦ πολλὰ καμεῖν καὶ τοῦ πλουτῆσαι καὶ τοῦ γενέσθαι θεὸν, μὴ κοιμώμενοι, μηδὲ καθεύδοντες, μηδὲ ἀναπίπτοντος, μηδὲ τοῖς μελήσεσι δαπανῶντες τὴν ἐπικερδῆ ταύτην ζωὴν· ὄντος τότε τῶν παρόντων λόγων ἐπιληψόμεθα τοὺς καρποὺς, τέκνα, καὶ ἐπιγνωσόμεθά τις ἡ τοιαύτη ἔπειξις τῆς ταπεινώσεως ἡμῶν καὶ τί προσχόντες ἐγκαρπωσόμεθα καὶ ἀπροσεκτήσαντες ἀπωλέσαμεν.

Ὢ τῶν μακαρίων ψυχῶν τῶν ἁγίων καὶ ὁσίων πατέρων ἡμῶν τῶν ὡς ἀληθῶς φρονίμων καὶ σοφῶν καὶ ῥητόρων καὶ πεπαιδευμένων καὶ γνωστικῶν καὶ ὑπερενδόξων καὶ ὑπερευγενεστάτων. Ἐκεῖνοι οὐ μάτην ἤκουον, οὐδ’ ἔῤῥιπτο λόγος χαμαὶ ἐπ’ αὐτῶν· οὐδὲ προέκριναν τοῖς παροῦσι καὶ ἀπολλυμένοις τὰ μὴ παρόντα καὶ ἀΐδια· ἀλλ’ ἔκαμον τῷ ὄντι, ἐκοπίων καὶ ἐταπεινοφρόνουν· ἔκοπτον τὰ θελήματα, ἠγάπων τὸ ἔσχατον, τὸ εὐτελὲς, τὸ ἀναντίλογον, ἐφιμοῦντο, ἤλγουν, ὁ μὲν ὡς ἀρνίον ἄκακον εἴκων τῇ πατρικῇ κελεύσει· ὁ δὲ ὡς κτῆνος, πειθόμενος τῷ ἐξηγουμένῳ· ἄλλος πορούμενος τῇ πίστει καὶ ἕτερος σιωπῶν· ὁ δὲ ὑπομένων ὡς ἀδάμας· ἄλλος φέρων θλίψιν ἀδελφοῦ, ὡς φέρειν πτύελον αἵματος διὰ τῆς ὑπομονῆς εἰς μαρτύριον.

Καὶ τί πολυλογῶ; Αὐτοὶ ἐξ ἑαυτῶν τοὺς προηγέτας ὑμῶν γνωρίζετε· ὁπαδεὶ αὐτὸν γενέσθε, συνοδίται, ἰχνηλάται, ἵνα καὶ τῆς ἐκείνων δόξης τύχητε, τέκνα ἠγαπημένα, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΜΘʹ. ΛΟΓΟΣ ΜΘʹ. Ἐξαγγελίας ἀντέχεσθαι κρυφίων. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΤΕΚΝΑ ΠΝΕΥΜΑΤΙΚΑ, Ἄρχομαι πάλιν ὑμῖν παραπέμπεσθαι τὸν τῆς ταπεινώσεώς μου λόγον κατὰ τὸ σύνεθες· ἀλλὰ τοῦτον ψυχρὸν μὴ ἔχοντα τὴν ἐκ τῶν ἔργων θερμότητα· ὑμεῖς δὲ τὸ ἐλλιπὲς ἀναπληρώσατε διὰ τῆς εὐπραξίας ὑμῶν.

Πιστεύσατε γάρ μοι ἐνδιαθέτως ὡς πολλάκις λέγοντι ὡς καὶ νῦν· ὡς φρίκη με κατακρατεῖ καὶ ἔκστασις ἐννοοῦντα τὸ ἀνάξιόν μου, καὶ ὅτι ὅλως καλοῦμαι πατὴρ ὑμῶν· μηδὲ συμμαθητὴς ἱκανὸς ὢν ἀκούειν. Αὐτοὶ οὖν πατέρες φίλοι μου καὶ ἀδελφοὶ, καὶ δι’ ὑμῶν ἡ ἐλπὶς τῆς σωτηρίας μου· διατοῦτο καὶ περ’ οὕτως ὢν ἐλεεινὸς ἐφιέμενος τῆς ὑμῶν διασώσεως ἀναγκάζομαι λαλεῖν. Λαλῶ οὖν ὑμᾶς ἀγαπητικῶς, καὶ συμβουλευτικῶς προσθήσω καὶ πατρικῶς. Ἰδοὺ οὖν ἡμέραι ἀγαθαὶ ὁ καιρὸς ἐργασίας, χρόνος ζητήσεως θεοῦ. Τίς σοφὸς καὶ φυλάξει ταῦτα; καὶ συνήσουσι τὰ ἐλέη τοῦ κυρίου ἐν τῷ μέλλοντι αἰῶνι. Μὴ ἡμέραν, μὴ χρόνον ἀπολέσωμεν, ἀδελφοὶ ἠγαπημένοι·

Ἔστω δὲ ὑμῶν ἀγὼν καὶ σπουδὴ ἀκαταμάχητος, καὶ ἅμιλλα πρὸς ἀλλήλους ἀγαθὴ, καὶ ζῆλος δεξιὸς πρὸς τὰ ἐν ἀμφοτέροις κατορθώματα. Ἐὰν ἴδωμεν ἔν τινι ἐξανυομένην ἀρετὴν, ἡσυχίαν, εὐλάβειαν, ὑπακοὴν, ταπείνωσιν, εἴ τι ἄλλο τῶν ἐπαινετῶν, κεντρώμεθα διὰ πόθου ἀγαθοῦ σύνδρομοι εἶναι τῷ τοιούτῳ· ἔνθεν γὰρ τίκτεται ὁ σύνδεσμος τῆς εἰρήνης καὶ ἡ ἀγαπητικὴ διάθεσις· μὴ δὴ δὲ πρὸς τὰ ἐναντία καταμανθάνωμεν ἐκ τῆς προσερεθίσεως. Καὶ θεωροῦντες τὸν μὲν ἀδιαφοροῦντα καὶ ἀδιαφορήσωμεν, τὸν δὲ γαστριμαργοῦντα καὶ γαστριμαργήσωμεν· τὸν μὲν πολυλογοῦντα καὶ πολυλογήσωμεν· ἀλλ’ ὡς σοφοὶ καὶ θεοδίδακτοι καθ’ ἑαυτοὺς δοκιμάζοντες τὸ καλὸν κατέχωμεν· καὶ εὐτρεπίζοντες τὴν ἄγκυραν τῆς πίστεως ἡμῶν, καὶ τὸ ἱστίον τῆς ἐλπίδος πετάσωμεν, καὶ ὁλοσθενῶς πλεύσωμεν τὸ μέγα πέλαγος τοῦ τῇδε βίου.

Ἐσθ’ ὅτε πλέουσι καὶ πνεύματα προσρήσσεσθαι ἡμῖν πονηρὰ ἀνάγκη· τὰς τῆς σαρκὸς ἐπαναστάσεις λέγω, καὶ τρικυμίας ἀνεγείρεσθαι σαρκικῶν ἐπιθυμιῶν καὶ στροφὰς καὶ ἴλιγγας ἀναπέμπεσθαι ἐκ τῶν βαθέων ἐννοιῶν τῆς καρδίας· ἄλλα τε ὅσα κατὰ τὸ ποντοφορεῖν συμβαίνει, πειραταὶ οἱ παμπόνηροι δαίμονες, βράχη τὰ ἐκ τῆς ἀγνοίας ἐπιτυφλώματα, πέτραι ὕφαλοι, αἱ ἀπρόοπτοι σκοτασίαι κατὰ τῆς ψυχῆς ὑμῶν, πολυαντλία τῆς νοὸς, τὴν ἀνεξαγγελίαν δὲ τῶν τινῶν τεκμαίρεται ὁ λόγος. Τυχὸν γὰρ οἱ ναῦται παραμελήσαντες, ἔτι ὑπνώττοντες συνεβυθίσθησαν τῷ πλωτῆρι· καὶ ἡμεῖς, ἀδελφοὶ τιμιώτατοι, ἐν πᾶσι τούτοις περιφυλαττώμεθα ἑαυτοὺς, καὶ γρηγόρως ὁδεύσωμεν τὴν ὁδὸν τοῦ θεοῦ, μετὰ πάντων καὶ πρὸ πάντων ἐξαγγέλλοντες τὰ τῆς καρδίας ὑμῶν, ἵνα μὴ περιχυθὲν ὕδωρ πολυλογισμῶν ταῖς ψυχαῖς ὑμῶν περικυκλώσῃ ὑμᾶς ἄβυσσος ἐσχάτη κατὰ τὴν προφητικὴν φωνήν.

Αὐτοὶ γὰρ μόνον ἀντλεῖτε, καὶ ἡμεῖς τῇ συνεργείᾳ τοῦ θεοῦ κᾂν ἁμαρτωλοὶ ἐσμὲν, κυβερνήσωμεν καὶ ὑμᾶς ἀμερίμνως ποιήσωμεν· ὁ πρόθυμος ἐν ἀδελφότητι καὶ κατὰ τὸν τῆς ψυχῆς κάματον καὶ κατὰ τὸν τοῦ σώματος κόπον ἀστὴρ ὡς ἐν οὐρανῷ διαφαίνῃ καὶ χειραγωγεῖ τοὺς πολλοὺς ὁ σπουδαῖος κατ’ εὐλάβειαν καὶ οὐρανοπρεπὴς καὶ ἀπέρπερος καὶ ἀγελοίαστος καὶ σιωπηλὸς ἄγγελός ἐστι λειτουργῶν ἐπὶ γῆς, ὡς ἐπὶ θρόνου χερουβικοῦ τῷ θεῷ καὶ δεσπότῃ τῆς κτίσεως· ὁ διδοὺς ἐκ τῶν οἰκείων κατορθωμάτων καὶ ἄλλοις ἐπωφελῆ καὶ διανιστὼν πρὸς γοργότητα πνευματικῆς ἐργασίας, ἥλιός ἐστιν ἀκτινοβολῶν καὶ χρυσολαμπῶν, καὶ διαθερμαίνων τὸ πλήρωμα τῆς ἀδελφότητος.

Τίς δὲ ὁ ζοφερὸς καὶ σκοτεινὸς καὶ νυκτόμορφος, καὶ τοὺς ὑπ’ αὐτὸν σκοτίζων καὶ ὁμοίους καθιστὼν· ἀλλ’ ἢ ὁ δι’ ἐπάρσεως καὶ φιληδονίας γελωτοποιΐας καὶ ἀργίας, καταλαλιὰς καὶ παῤῥησίας καὶ ἀκαθαρσίας λογισμῶν συγκαταθετικῶν, ὁμοιούμενος τῷ ἐξ οὐρανῶν πεπτωκότι σατανᾷ· μὴ πείθεσθαι γὰρ τούτοις ὀφείλομεν. Μὴ οὖν, ἀδελφοί μου· ζηλώσητε τοὺς κακοὺς· ἀντέχεσθε δὲ εἰτινοσοῦν ἀγαθοῦ καὶ εἴ τινος χρησίμου, ὡς πρέπει ἁγίοις. Ἴδε ὀλίγος ὁ κόπος ὑμῶν, ἀλλ’ ἀνταπόδωμα αἰώνιον· ἴδε ὑμῶν μικρὸν τὸ ταλαιπώρημα ἀλλ’ ἀΐδιον τὸ ἀγαλλίαμα· ἴδε προσωρινὸν τὸ ὀχληρὸν ὑμῶν, ἀλλὰ ἀτελεύτητον τὸ ἀνάπαυμα. Ἐκεῖ ἀγαλλιάσεσθε ἔνθα πάντων ἐστιν ἡ κατοικία εὐφραινομένων· ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς· ὅπου οὔκ ἐστι πένθος, ἀλλὰ χαρμοσύνη. Ἀρά γε εἰς κενὸν τρέχετε; ἆρά γε εἰς ματὴν κοπιᾶτε;

Οὐδαμοῦ· μὴ γένοιτο· ἀλλὰ καὶ φρονίμως καὶ ὑψηλῶς καὶ θαυμαστῶς καὶ ἀξίως καὶ μακαριστῶς καὶ ἀποστολικῶς καὶ μαρτυρικῶς καὶ ἀγγελικῶς καὶ οὐρανίως, καὶ θεοσδέκτως καὶ ἐξεληλύθατε καὶ προσήλθετε καὶ ἐγεννήθητε ἡμῖν γέννησιν τὴν ἐν πνεύματι· καὶ ηὐξήθητε καὶ ἐστρατεύσασθε καὶ κατωπλίσθητε τοῖς τοῦ Πνεύματος ὅπλοις, καὶ καταπολεμεῖτε τοὺς Ἀμαλεκίτας καὶ Ἀμοῤῥαίους καὶ Χαναναίους σὺν τοῖς ἑτέροις ἔθνεσι τῶν παθῶν, καὶ διεπεράσατε τὴν κοσμικὴν θάλασσαν, Μωσέως προηγουμένου τοῦ πατρὸς ἡμῶν, καὶ διέβητε τὸν Ἰορδάνην τῷ φωτιστικῷ καὶ βαπτιστικῷ δευτέρῳ σχήματι, καὶ κατακληροδοτεῖν ἀπεντεῦθεν ἄρχεσθε τὴν γῆν, ἣν ἔδειξεν ὑμῖν διὰ τῆς ἐπαγγελίας αὐτοῦ ὁ ἀψευδὴς ἡμῶν θεὸς, γῆν ῥέουσαν μέλη καὶ καὶ γάλα τῆς ἀθανασίας καὶ ἀειζωΐας· ἐκείνοις γὰρ ἐδόθη τυπικῶς τὰ ἐπαγγέλματα ἔτι νηπίοις οὖσιν· ὑμῖν δὲ συμβήσεται ἐν ἀληθείᾳ τοῖς εἰς ἄνδρα τέλειον φθάσασι τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἀπαρχὴ οὖν ἡμῶν κύριος ὁ θεὸς γέγονε· κεκοινώνηκεν ἡμῖν σαρκὸς καὶ αἵματος παραπλησίως, καὶ ἀδελφὸς πρωτότοκος γέγονε καὶ κεφαλὴ ἡμῶν καὶ ἀρχιερεὺς καὶ προσαγωγὸς καὶ διαλλακτὴς τῆς πρὸς τὸν Πατέρα καὶ θεὸν ἡμῶν, ἐπικρατήσας ἔχθραν ἐξ ἁμαρτιῶν καὶ ἀβουλίας τοῦ προπάτορος.

Νῦν οὖν πάντα πληρώσας τὰ ὑπὲρ ἡμῶν ἐνηνθρωπηκὼς Χριστὸς ὁ θεὸς ἡμῶν ὁ παντέλειος Ἰησοῦς, ἀνελήλυθεν ἐν τοῖς οὐρανοῖς, καὶ τὴν εἰρήνην αὐτοῦ βραβεύων ἡμῖν καὶ λέγων· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.

Ταῦτα οὐ τοῖς ἀποστόλοις μόνοις συνέβη· εἴρηκε γὰρ αὐτὸς ὁ ζωδότης ἡμῶν θεὸς· Ὅτι οὐ περὶ τούτων ἐρωτῶ μόνων, ἀλλὰ καὶ περὶ τῶν μελλόντων πιστεύειν διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ· ἵνα πάντες ἓν ὦσι, καθάπερ ὡς ἡμεῖς ἓν ἐσμέν.

Πρὸς ταῦτα, ἀδελφοὶ τιμιώτατοι, ἄξιον ἡμῖν ἀναβοῆσαι τὴν ἀποστολικὴν ἐκείνην φωνήν· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ μάχαιρα, ἡ κίνδυνος, προσθήσω, ἢ σαρκὸς ἐπαγωγὴ, ἢ ἐπιθυμία περιφλέγουσα, μὴ κατακαίουσα δὲ τοὺς κολάζοντας αὐτὴν καθεκάστην ἡμέραν· ἢ ὑβριστικῶν ῥημάτων ἀτιμία, ἢ φιλοπρωτεύσεως ἀρχὴ, ἢ κοπωτικῶν ἔργων ἐπικράτησις, ἢ ἐνδύματος εὐτέλεια, ἢ τροφῶν σπάνις τε καὶ καρυκεία, ἢ διανυκτέρευσις ψαλμῳδίας, ἢ γρηγόρσεως λειτουργία, ἢ μικρὸν ἢ μέγα ἐν ψυχαῖς ἢ σώμασι γινόμενον;

Οὐδαμῶς· γέγραπται γὰρ· Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Χαίρετε ἐν τούτοις, ἀδελφοί μου· ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε ὁρῶντες τὰς τοῦ θεοῦ φιλανθρωπίας· πρὸ ὀφθαλμῶν ἡμῶν ἡ ζωὴ, πρὸ προσώπου ἡ χαρὰ, πρὸ τῶν ποδῶν ἡ μακαριότης. Προσήνοικται ἡ θύρα· δράμετε· κατελάβετε. Τίς ἀτονήσει ἐν τούτοις; τίς μὴ ἐπειχθῇ ἐν τούτοις; ἔτι καὶ ἔτι περισσοτέρως προλαμβάνοντες ἕτερος ἕτερον, ὡς ἐπὶ θησαυρῶν προκειμένων οὐ φθαρτῶν καὶ γηΐνων, ἀλλὰ αἰωνίων καὶ ἀθανάτων; Ἐγὼ οὖν ὁ ἄσωτος· καὶ τάλας ἐφυρσολόγησα ἠφρόνευσα μηδὲν ἔχων ἐν τούτοις ἀγαθὸν πλὴν τῆς ἡμῶν ἀγάπης. Δῴη ὑμῖν κύριος ὁ θεὸς ἐν καλῷ καταστῆναι, καὶ τοῦ δρόμου ἐπικρατεστέρους εἶναι καὶ εἰς τὸ στάδιον εἰσαχθῆναι, καὶ τοὺς στεφάνους τῆς νίκης ἀναδήσασθαι μετὰ πάντων τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπικρατεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Νʹ. Τρέμειν ἀπειλὰς τοῦ θεοῦ τοὺς ποιμένας. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Πολλὰς ἀκούων τὰς παρὰ θεοῦ κατὰ τῶν ποιμένων κειμένας ἀπειλὰς φρίττω καὶ τρέμω· καὶ δέδοικα, διὰ μὲν γὰρ τοῦ Ἰεζεκιὴλ τάδε φησὶ· Σκοπόν σε τέθηκα τοῦ οἴκου Ἰσραὴλ· ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην, καὶ μὴ ἀναγγείλης τῷ λαῷ μου τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν σου ἀπαιτήσω. Ἐν δὲ τῷ θείῳ Ἱερεμίᾳ ὀνειδίζων τοὺς κακοὺς ποιμένας· Τὸ ἠσθενηκὸς, φησὶν, οὐκ ἐνισχύσατε, καὶ τὸ κακῶς ἔχον οὐ περιεποιήσασθε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε· καὶ τὸ συντετριμμένον οὐ καταδήσατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε· καὶ διεσπάρη τὰ πρόβατά μου παρὰ τὸ μὴ εἶναι ποιμένας. Καὶ αὖθις διὰ τοῦ θεσπεσίου Ὠσηὲ φησὶν· Ἀκούσατε ἱερεῖς, καὶ προσέχετε οἶκος Ἰσραήλ· διότι πρὸς ὑμᾶς τὸ κρῖμα· ὅτι παγὶς ἐγεννήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον. Καὶ αὐτίκα διὰ τοῦ πανσόφου Ζαχαρίου φησὶν· Ὢ οἱ ποιμένες Ἱερουσαλὴμ οἱ καταλελοιπότες τὰ πρόβατά μου, ὁ βραχίων αὐτῶν ξηραίμενος ξηρανθήσεται, καὶ ὁ ὀφθαλμὸς αὐτῶν ὁ δεξιὸς ἐκτυφλωθήσεται.

Καὶ εὐθὺς· Ῥομφαῖα ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. Καὶ μακρὸν ἂν εἴη πάσας ἐν τῷ παρόντι καιρῷ τὰς τοιαύτας φωνὰς τῶν διαφόρων προφητῶν ἀναλεγομένῳ συνθεῖναι· πλὴν ὅτι φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγχοντι, μὴ ἐπιτιμῶντι, μὴ παρακαλοῦντι, μὴ προθυμουμένῳ, μὴ ἄγχοντι, μὴ νύττοντι κέντρῳ λόγου τοὺς πεπτωκότας.

Διατοῦτο, ἀδελφοί μου καὶ τέκνα, ἐγείρεσθε. Ἄγωμεν ἐντεῦθεν κατὰ τὸν λόγον τοῦ κυρίου· ἐγγίσωμεν ὄρεσιν ἁγίοις κατὰ τὸ ἱερὸν γράμμα· ἐπαναστῶμεν κατὰ ψυχὴν ἐκ γῆς τῶν παθῶν· ἀρθῶμεν ὡς εἰς οὐρανὸν ἐφ’ ὕψους ἀρετῶν· συμμετεωροπορήσωμεν τοῖς ἀγγέλοις· ἀστράψωμεν ὡς ἀστέρες ταῖς ἐντολαῖς τοῦ κυρίου. Ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατὰ τὸν θεῖον ἀπόστολον· καὶ ἄλλη ἡ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης. Διαγνωσθῶμεν οὖν καὶ ἡμεῖς θεῷ καὶ ἀνθρώποις, καὶ πλεονεκτοῦντες καὶ μὴ πλεονεκτούμενοι ἐν τοῖς τοιούτοις, χρηματίσωμεν κληρονόμοι θεοῦ συγκληρονόμοι Χριστοῦ. Μέγα οὖν ἀξίωμα ἢ διαφυλάττομεν ἑαυτοὺς, ὦ ἀδελφοὶ, εἰλικρινεῖς ἐν πάσῃ καταστάσει, ἐν πάσῃ ἀγωγῇ θέλοντες, ἃ μόνα θέλει ὁ θεὸς, καὶ ἀποστυγοῦντες ἃ αὐτὸς ἀποστρέφεται· μὴ φανῶμεν ἀγνώμονες οἰκέται, μηδὲ κακοὶ περὶ τοὺς ὁμοδούλους γενοίμεθα, ἵνα μὴ ἀποτίσωμεν δίκας, ὡς ἐν τῷ εὐαγγελίῳ γέγραπται· μηδὲ ὡς κρύπτοντες τὸ τάλαντον, ἵνα μὴ ἀκούσωμεν·

Ἀρθήσεται καὶ δοθήσεται ἄλλῳ. Διὸ μεταδίδοτε ἀλλήλοις τὰ τοῦ θεοῦ· ἀλλότρια γὰρ κατέχετε. Τί γὰρ ἔχ’ ὃ οὐκ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Τοῦτο καὶ ἐπὶ λόγου παρακλητικοῦ καὶ ἐπὶ νουθεσίας φιλαδέλφου, καὶ ἐπὶ γνώσεως καὶ ἐπὶ ἀναγνώσεως, καὶ ἐπὶ ἄλλου τινὸς προτερήματος.

Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ· ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν· μὴ προσπλήσσετε ἀλλήλους ἐν τοῖς ἐπευκτοῖς· ἡ προκοπὴ τοῦ ἀδελφοῦ σου εὐφραινέτω σὲ· κᾂν ὑποσμύχοι πάθος ἐκνικάσθω ἐνεργοῦντός σου τὰ ἐναντία. Χαίρειν γὰρ δεῖ τῇ προκοπῇ, μηδὲ ἡδύνεσθαι τῇ καρδίᾳ καὶ καταφρυάσσεσθαι ἀλλήλων ὡς ἐκστηθισταὶ, ὡς ὡραιογράφοι, ὡς ψαλτικοὶ· καὶ ἵνα μὴ λέγω τὰ κοσμικώτερα, ὡς εὐειδεῖς, ὡς καλλίφωνοι, ὡς εὐμεγέθεις, ὡς καλογένοιοι.

Τὸ μυστήριον τοῦ θανάτου ἡμῶν ἤδη ἐνεργεῖται καθ’ ἑκάστην ἡμέραν, καὶ τὴν ὁδὸν τῶν πατέρων ἡμῶν πορευσόμεθα. Καὶ τίς εἴη ἄξιος εἰρηκέναι τότε· Ὅτι ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.

Ἀγαπώην δ’ ἂν εἰπεῖν, ὅτι ὀλίγα τινα καὶ μικρά. Πταίομεν γὰρ ἅπαντες, ὡς μόνου θεοῦ τὸ ἀμώμητον. Ἐν τούτοις ἴσθι, φησί. Ἐγὼ δὲ καὶ προστιθῶ, ἐν τούτοις ἀσχολεῖσθε, ταῦτα περιαθρεῖτε κοιταζόμενοι ἀνιστάμενοι, ἵνα τὸν ἀμαράντινον στέφανον τοῖς δικαιοσύνης ἀπολάβητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.