Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεόδωρος ὁ Στουδίτης – Κατηχήσεις μεγάλαι

Θεόδωρος ὁ Στουδίτης

Κατηχήσεις ΝΣΤ΄-Ξ΄: Η πάλη κατά της σαρκός και η ακτημοσύνη

Αυστηρές συστάσεις για τον αγώνα υπέρ της παρθενίας, τη νέκρωση των σαρκικών επιθυμιών, τον έλεγχο της λαιμαργίας και την τήρηση της μοναχικής ακτημοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεόδωρος ὁ Στουδίτης

—

Κεφάλαιο 12 από 22

ΛΟΓΟΣ ΝϚʹ Ἐπιθυμίας ὑπενεγκεῖν τὴν φλόγα. ΤΕΚΝΑ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ, Χρεωφειλέτης ὑμῶν εἰμὶ καὶ ὑπεύθυνος ἀγρυπνεῖν καὶ φροντίζειν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ἐφ’ ὅσον εἰμὶ ἐν τούτῳ τῷ μεγίστῳ βαθμῷ ἀναξίως, καὶ οὐκ ἀποκρύψω διηγούμενος ὑμῖν τὰ λυσιτελοῦντα· τὸ μὲν ἐξ ἀκοῆς πατρικῆς ἔχων, τὸ δὲ ἐξ ἐντεύξεως τῶν θείων γραφῶν, τὸ δὲ ἐκ τῆς ἐμαυτοῦ ἐμπαθότητος πεπειραμένος· κἂν ὅτι μάλιστα οἱ πρώτιστοι δυνατοὶ ἐστὲ καὶ ἐξ ἑαυτῶν μᾶλλον νουθετεῖσθε ἐπεὶ καὶ ἄλλους παρακαλεῖν. Ἐκπεπτωκὼς οὖν ἀπὸ τῶν οὐρανίων ὑψωμάτων ὁ ἀρχιδιάβολος σατανᾶς ἐξουσίαν ἔλαβε παρὰ τοῦ τῶν ὅλων θεοῦ καὶ δεσπότου πειράζειν τὸν ἐλεεινὸν ἄνθρωπον· καὶ ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς δεῦρο διῆλθε διὰ πάσης γενεᾶς, καὶ διέδραμε διὰ πάσης ψυχῆς· καὶ οὓς μὲν εὗρεν ἱδρυμένους τῷ θείῳ φόβῳ καὶ ταῖς ἁγίαις ἐντολαῖς, τούτους οὐ κατέσεισεν οὐδὲ κατέβαλε, τοὐναντιὸν δὲ ἀπεκρούσθη πόῤῥω που μακρὰν, οὓς δὲ κατέλαβε σεσαθρωμένους καὶ εὐκαταγωνίστους ταῖς τῶν παθῶν προσβολαῖς ὑπετάξατο καὶ ὑπέβαλεν εἰς βάραθρον ἀπωλείας.

Διατοῦτο τοίνυν γρηγορεῖν ὀφείλομεν, ὦ τέκνα, καὶ τὰ νοήματα αὐτοῦ μὴ ἀγνοεῖν, καί γε τὰς πολυποικίλους αὐτοῦ μεθοδείας· σκότος τοιγαροῦν ἐστι καὶ ὡς φῶς ἔρχεται· ἐπίβουλός ἐστι καὶ ὡς συμβούλου προσωπεῖον ὑποκρίνεται· καὶ ὅλως τὸ γλυκὺ αὐτοῦ πικρὸν ἐστὶ, καὶ τὸ φῶς σκότος.

Τί ἐν τῇ προχθὲς ἡμέρᾳ ἐῤῥήθη ἐν τῇ κατηχήσει, καὶ ὅπως τινες ὠλίσθησαν ἐξ ἐμῶν ἁμαρτιῶν, εἰ καὶ οὐ λεπτῶς διέγνωτε, ἀλλ’ ἰσχνῶς πῶς ἐξηκούσατε· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, φησὶν ὁ κύριος, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Δεῖ τοίνυν λοιπὸν, τέκνα, κἀμὲ λαλῆσαι καὶ λαλεῖν ἴσως καὶ συμπαθέστερα, κἂν οὐ πολλοῖς ἀναγκαῖα· ἀλλ’ οὖν διὰ τὸ τῶν τινων ἀσφαλὲς, ἀκουέτωσαν καὶ ἠσφαλισμένοι. Γέγραπται οὖν ἐν ταῖς ἱεραῖς παροιμίαις· Ὅτι ἐάν τίς σοι εἴπη· ἐλθὲ μεθ’ ἡμῶν, κοινώνησον αἵματος, ἀποκτείνωμεν δίκαιον, καὶ ἄλλα τινὰ, μὴ ὑπακούσῃς, μὴ συνέλθης υἱὲ, ἀποπήδησον μακράν. Κἀγὼ τοίνυν, ὦ τέκνα, τοιαῦτα ὑμῖν ἐπιλέγω. Ἐάν τις ἄρχηται ἐπιτηρεῖν καὶ ἐπακολουθεῖν καὶ ἀπογωνιάζειν καὶ καταφθάνειν εἰς κρυπτοτέρους τόπους, ἔπειτα προσβάλλειν ὁμιλίας ἀπὸ πνεύματος δῆθεν κινούμενος, μᾶλλον δὲ σατανικῆς διαθέσεως· καὶ φησὶν, ἢ Ὅτι ἀγαπῶ σε, ἢ Ὅτι σοὶ θέλω τι προσειπεῖν, καὶ εἰ φυλάττεις μυστήριον. Ἐν τούτοις οὖν καὶ τοῖς τόποις καὶ τοῖς καιροῖς, καὶ τοῖς στόμασι, καὶ τοῖς φθέγμασι, βλέπε ὅτι οὐκ ἐπισκοπεῖ κύριος, ὁ διάβολος δὲ πάρεστι. Φυγῇ φεῦγε, ἀποπήδασον, ἀπόδρασον, ὡς ἀπὸ πυρὸς, ὡς ἀπὸ μαχαίρας διστόμου, ὡς ἀπὸ λῃστοῦ καὶ ἀνθρωποκτόνου, καὶ θᾶττον ἀνάγγειλον τὸ συμβάν.

Εἰ γὰρ ἅπαξ δέξῃ ἀκούειν ἀμαθῶς ἢ καὶ ἐμπαθῶς, εὐθὺς τὸ τῆς ἡδονῆς ἄγκυστρον καταπιὼν, πείθει σε ἀντιφθέγγεσθαι καὶ τὸ πονηρὸν τοῦτο συνέδριον ὑποφέρεται παραδοῦναι τὰς ἀμφοτέρων ψυχὰς εἰς θάνατον· εἰδόσι λέγω περισσοτέρως.

Καὶ μὴ ξενίζεσθε, ὦ τέκνα· σάρκες ἐσμεν αἵματι κεκραμένοι· πῦρ ἔχομεν ἐν τοῖς ἐγκάτοις, τὸ τῶν ἡδονῶν λέγω· παρθενίαν εἱλόμεθα καὶ τὸ δῶρον μακάριον καὶ τὸ χάρισμα οὐράνιον. Ὄντως ἔργον ἐστὶ τὸ ἐν σαρκὶ ἀσάρκως βιῶσαι, καὶ ἐν σώματι ἀσωμάτως, καὶ τὸ δὴ λεγόμενον ἐν πυρὶ μὴ καίεσθαι, καὶ ἐν πάθεσιν ἀπαθεῖν· ἀλλ’ ὅσον μέγιστόν ἐστι τὸ ἀξίωμα καὶ ἱδρωτικὸν τὸ ἀγώνισμα, τοσοῦτος καὶ ὁ μισθὸς τῆς ἀνταποδόσεως.

Ἄγγελοι ἐσμὲν ἐπὶ γῆς εἰ θέλομεν· τοίνυν ἐν ἐκείνοις οὐ γάμος, ἀλλ’ οὐδὲ ἐν ἡμῖν· πλὴν ἔπεσεν ὁ ἑωσφόρος, καὶ εἷς τῶν δώδεκα μαθητῶν τοῦ Χριστοῦ προδότης γένεται. Φοβείτω σε, τέκνον μου, τὸ Σοδομιτικὸν πῦρ, ἡ κατὰ τῶν ἀγγέλων τοῦ θεοῦ βιαζομένη παρανομία, Χαὰμ ἐκεῖνος ὁ πατρῶαν γύμνωσιν ἐπιχαιρόμενος, ἡ τοῦ Ἀμνὼν ἀδελφοφθορία, τὸ ἐν Κορίνθῳ τολμηθὲν ἁμάρτημα, τὰ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ Παύλου κατηγορούμενα. Μὴ ἐκπέσῃς ἐκ τοῦ οὐρανοῦ.

Δεῦρο δὴ ἀνάβλεπε ἀεὶ κατὰ νοῦν εἰς θεὸν, ἀντὶ τῶν λίχνων θεαμάτων δέχου ἀθανασίας ἐπιθυμίαν, ἀντὶ τῆς πικρᾶς ἁμαρτίας τέρπου τοῖς ὡραιοτάτοις κάλλεσι τοῦ παραδείσου· ἀντὶ τοῦ περιέργως ὁρᾷν τὰ φιλοκαλλῆ πρόσωπα θεώρει τὰς θείας ἐμφάσεις.

Ταῦτα δὲ ἐν ἐγηρατείᾳ κατορθοῦνται ἐν δάκρυσι, ἐν κατανύξει, ἐν στεναγμῷ, ἐν ἐξαγγέλσει, ἐν σιωπῇ τῇ καθηκούσῃ, ἐν ἔργῳ τῷ κατὰ δύναμιν, ἐν φιλομαθείᾳ, ἐν ἀναγνώσει, ἐν κεκαρδιωμένῃ εὐχῇ, ἐν μνήμῃ διενεκεῖ θανάτου. Ταῦτα πράττετε, τέκνα μου, ταῦτα διαλογίζεσθε χαίροντες, ὅτι ἂν πανθάνητε, πανθάνετε γὰρ διὰ τὸν παθόντα ὑπὲρ ἡμῶν Κύριον καὶ ἑτοιμάζοντα ὑμῖν ἀναπαύσεις αἰωνίας. Προσεύχεσθε δὲ καὶ ὑπὲρ τοῦ ταῦτα λέγοντος καὶ οὐδὲν πράσσοντος διὰ τὴν ἐν ἐμοὶ πονηρίαν, ἵνα πράξω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΝΖʹ. ΛΟΓΟΣ ΝΖʹ. Κόπτειν τὰ πάθη σὺν τροφαῖς ταῖς ποικίλαις. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἐμάκρυνα τοῦ κατηχεῖν ὑμῶν τὰς τιμίας ἀκοὰς τὸν ἐξουθενημένον μου λόγον ἐκ τοῦ νοσηλεύεσθαί με ἐπὶ πολὺ· καὶ ἡ μὲν χρεῖα ἐπείγει τοῦ καλεῖν, ἡ δὲ ἀδυναμία ἐγκοπὴν ποιεῖται τοῦ διαβήματος. Ἀλλ’ οὖν μικρά τινα ὑπομνηστικὰ ἐν τῷ μικρόν με ἀνακομίσασθαι προσφθέγξομαι ὑμῖν. Ὡς ἴστε ὁ παρὼν καιρὸς νηστεία ἐστιν ἀπαιτοῦσα ἡμᾶς τοὺς πνευματικοὺς ἀγῶνας ἔτι μᾶλλον παρὰ τὸν προλαβόντα χρόνον· ἤγουν τὴν προθυμίαν, τὴν εὐψυχίαν, τὴν εὐτονίαν, τὴν καρτερίαν, τὴν ὑπομονὴν, τὴν οὐρανοδρόμον προσευχὴν, τὴν δακρυοφόρον κατάνυξιν, τὴν εὔκαιρον σιωπὴν, τὴν πρέπουσαν λαλιὰν, τὴν ἀναντίλογον ὑπακοὴν, τὴν συντριβοκάρδιον ταπείνωσιν, τὴν σύμμετρον ἐγκράτειαν καὶ ἀποχὴν οὐ μόνον τῶν ποικίλων καὶ κατακόρων τροφῶν καὶ ποτῶν, ἀλλὰ καὶ φθόνου καὶ μίσους, θυμοῦ καὶ ἔριδος, ζήλου καὶ γογγυσμοῦ καὶ ὑπερηφανίας καὶ παντὸς ἄλλου μυσαρωτάτου πάθους. Ἐπισκέψασθε οὖν ἑαυτοὺς, ὦ τέκνα, καὶ προσέχετε παρακαλῶ· καθαρεύσατε τῶν προῤῥηθέντων, καὶ καταρτίσατε ἑαυτοὺς σκεύη ἀπόλεκτα, ὄργανα θεοήχητα, ψαλτήρια τερπνότατα πρὸς ὑποδοχὴν τοῦ ἁγίου Πνεύματος. Εἰς τοῦτο γὰρ καλεῖ ὁ καιρὸς, καὶ τοῦτό ἐστιν ἡ νηστεία.

Μή μοι λεγέτω τίς ὅτι τόσον ψάλλω καὶ στιχολογῶ, καὶ τοσοῦτον προσεύχομαι, βραχυφαγῶ λίαν καὶ ὀλιγοποτῶ, καθεζόμενος ἀφυπνῶ, γονυκλιτῶ τε τοσοῦτον, αἴρω τὰς χεῖρας εἰς τὸν οὐρανὸν πολυώριον. Ἀποδεκτέα μὲν οὖν καὶ ταῦτα· πῶς γὰρ οὔ. Ἀλλ’ ἐκεῖνο μοι φραζέτω, εἰ τὸ φρόνημα καταβεβλημένον ἔχει, καὶ τὸ πνεῦμα κατανενυγμένον, καὶ τὸ θέλημα ἐκκεκοιμένον, ὥστε ἀεὶ εὐηκοεῖν καὶ μηδαμῶς ἀντιλέγειν, μηδὲ γογγύζειν τὸ καθόλου, ἢ φιλονεικεῖν τὸ καθάπαξ, μὴ διαφθονεῖν τὸν ἀδελφὸν, μηδὲ ζηλεύειν τὸν πλησίον, μηδὲ κενεννοεῖν καὶ κενολογεῖν ταῦτα καὶ ἐκεῖνα, ὡς Διατί ἐκεῖνος οὕτως ἔχει· καὶ Διατί τοῦτο τοιῶσδε. Κἀκ τούτου ἀλλοιοῦσθαι τὴν καρδίαν καὶ ἀγριοῦσθαι τῷ προσώπῳ καὶ προφέρειν οὐκ ἐξ ἀγαθοῦ θησαυροῦ τῆς ψυχῆς, ἀλλ’ ἐκ πονηροῦ, ῥήματα καὶ βαττολογήματα ἀπιστίας καὶ ἀφοβίας καὶ ἀτονίας, ἅτινα οὐ μόνον αὐτὸν, ἀλλὰ καὶ τοὺς ἀκούοντας φέρει εἰς κατάπτωσιν. Οὐ τὰ τοιαῦτα οὖν, ἀδελφοὶ, νηστείας ἔργα, οὐδὲ ἐγκρατείας σκάμματα· ἀλλ’ εἴ τι ταπεινώσεως ἔχει καὶ ὑπακοῆς, ὡς εἴρηται. Ἐν τοῖς δυσὶ γὰρ τούτοις κατορθώμασιν, οἱονεὶ ὡς ἐν πτέρυξί τισιν ὁ ὑποτακτικὸς εἰς οὐρανὸν ἀνίπταται καὶ τῷ θεῷ συνόμιλος γίνεται.

Θαυμαστὸν δὲ οὐδὲν, ὅτι καί περ οὕτως ἡμῶν λεγόντων καὶ ὑμῶν ἀκουόντων ἐπεισέρχεται ἐν ὑμῖν τὰ μὴ πρέποντα· ἐπεὶ καὶ χώρα μικρὸν ἀμεληθεῖσα τῆς γεωπονίας ἐπιφύει τὰ ζιζάνια. Τί δὲ ἔστι ὃ φημὶ; Τινὲς τῶν ἀσυνετωτέρων, οὐ γὰρ ἐγκρατῶν τὸ πρᾶγμα οὐδὲ τελείων, ζητοῦσι καὶ ἐκζητοῦσιν, ἐρεσχελοῦσι καὶ ἀντιβολοῦσι, διδόασι καὶ ἀντιδιδόασι, βλέπουσι καὶ ἀντιβλέπουσιν, ἐφίενται καὶ ἀντιεφίενται, ὥσπερ τινὲς παῖδες καὶ νεωτερίζοντες, ἢ τάχα εἰπεῖν καὶ κοσμίζοντες.

Περὶ τί γε; Περὶ ἐπωμίων, περὶ καλικίων, περὶ ἄλλων τινῶν τῶν τυχόντων. Καὶ διὰ τί οὕτως ταῦτα, τέκνα; Τί ὅτι στέργετε ἐν τοῖς διδομένοις; Τί ὅτι οὐκ ὑπομένετε ἡμέραν ἐπιδόσεως; Τί ὅτι οὐκ ἐνδέχεσθε τὸν προσεπιόντα καιρόν; Οὐκ εἰσὶν οἱ σκοποῦντες καὶ οἰκονομοῦντες μετὰ πόνου καὶ φόβου θεοῦ, συμπαθείας τε καὶ εὐσπλαγχνίας καὶ τῆς καθ’ ἕκαστον ἀξίας ποιούμενοι τὴν κατὰ χρείαν ἐπίδοσιν; Ἀλλ’ οὐ πάντως πάντοτε, οὐδὲ τὰ αὐτὰ οἱ αὐτοὶ, οὔτε λαμβάνειν ὀφείλετε, οὔτε ἀμφιέννυσθαι, οὔτε σκέπεσθαι, οὔτε ὑποδύεσθαι, οὔτε τροφεύεσθαι, οὔτε ποτίζεσθαι· ἀλλὰ καθὼς ἡ χρεία ἐπιζητεῖ, καὶ οἱ ἐπέχοντες τὴν οἰκονομίαν διοικήσουσι. Τυχὸν ἴσος σὺ ὁ ἐπιζητῶν, οὐδ’ ὁ φορεῖς ἄξιος εἶ πάντως· καὶ ἐν ᾧ ὀφείλεις ὡς ἀνάξιος κατανύττεσθαι, γογγύζων καὶ κάλλιον ἐπιζητῶν· σκόπησον ὁπόσον τὸ κρῖμα ἐπὶ τὴν σεαυτοῦ καφαλὴν συνάγεις· ἄρτι ταῦτα μοναστῶν εἰσὶν ἀληθινῶν, ἢ ὑποτακτικῶν ἐκλεκτῶν; μὴ γένοιτο. Μισθαρνουμένων δέ τινων καὶ δουλοπρεπῶν· οἱ τοιοῦτοι γὰρ τὰ τηλικαῦτα ἐπιζητοῦσιν, ὡς ὑπὸ ζυγὸν ἢ δουλείας ἢ μισθαρνίας τελοῦντες· ὁ δὲ γνήσιος υἱὸς, ὡς εἰδὼς ὅτι πάντα τὰ τοῦ πατρὸς διαφέρει αὐτῷ, καὶ ὡς φιλῶν φιλεῖται παρὰ τοῦ γεννήτορος μένει καθὼς ὁρᾶται, ὑπὸ τοῦ πατρὸς· τάχα καὶ ποιεῖται γλυκεῖαν καὶ εὔκαιρον καὶ φιλοπάτριον τὴν ἐπιζήτησιν.

Προσέχετε τοίνυν τί λαλῶ, καὶ μὴ ὅτι ἐγὼ ἄρτι νοσῶν ἐσθίω, καὶ πίνω παντοίως καὶ καταθάλπομαι· καί περ ἐν ταῖς ἡμέραις ταύταις ἀντιφθέγξασθε· οὐ γὰρ θεμιτὸν ὑμῖν, ἐπεὶ καὶ αὐτοὶ ἅπαντες προΐστασθέ μοι εἰς τὸ μῂ διδεῖν ὑμῖν ἔργον θλίψεως ἀσθενοῦντι διὰ τῆς ἐγκρατείας· ἀλλὰ συνιέντες ὅτι ταῦτα πρέπει ἁγίοις, καὶ ἐν τούτοις ἡ ἀνώτευτος ὑποταγὴ, ἐν τῷ πάντα στέργειν καὶ ὑπομένειν τὰ τοιαῦτα μισητὰ καὶ βδελυκτὰ ζητήματα, ἅπερ καὶ θεὸς καὶ εὐσεβοῦντες ἅπαντες ἀποστρέφονται, μισήσατε· καὶ δοῦλον οὐ ζητοῦντα πρὸς χρείαν, ἀλλ’ ἐπιμένοντα πότε καὶ πῶς ὁ δεσπότης κατανυγῇ νέμειν τὰ προσήκοντα εἰδότες· οὐδὲ κᾂν ὡς δοῦλοι πιστοὶ αἱρούμεθα τῷ δεσπότῃ καὶ θεῷ πάντων δουλεῦσαι; Δουλεύσωμεν αὐτῷ τοίνυν, ἀδελφοί μου γνησιώτατοι, ὡς γνήσιοι υἱοὶ κατὰ τὴν προδεδηλωμένην θεωρίαν· καὶ μὴ ληρεῖτε ἐν τοῖς ταπεινοῖς μου λόγοις· ληρείσει γὰρ ὁ τοιοῦτος εἰς τιμωρίαν αἰώνιον· ἀλλὰ συμβάλετε ταῦτα εἰς τὰς τιμίας ὑμῶν ψυχὰς· καὶ οἱ μὲν μὴ ἁλόντες εἰς τὰ τοιαῦτα, χαίρετε καὶ φυλάσσεσθε, οἱ δὲ ἐμπεπτωκότες ἰάθητε διὰ τῆς παραινέσεως· εἰ δέ τις ἐμπέσοι πρὸς τὸ ἑξῆς, τὰ ἐπιτίμια παιδευέτωσαν αὐτόν. Οἴμοι, οἴμοι, πῶς ἀζήλωτον τὸ ἀγαθὸν καὶ δυσεύρετόν ἐστι ἐν τοῖς ἀνθρώποις! πῶς δὲ εὐζήλωτον καὶ εὐχερὲς τὸ κακόν!

Οὐδεὶς ἀποβλέπει πρὸς τὸν ὑπομονητικὸν, πρὸς τὸν ῥακοδυτοῦντα, πρὸς τὸν καταψυχόμενον, πρὸς τὸν περιφρονούμενον, πρὸς τὸν ὀλιγοτροφούμενον, πρὸς τὸν παραθεωρούμενον, πρὸς τὸν εὐήκοον, πρὸς τὸν θεοταπείνωτον· καὶ εἰκονίζει πρὸς τὴν θείαν ὁμοίωσιν. Ἀλλὰ πᾶς σχεδὸν εἰπεῖν, πρὸς τὸν κάκιστον ἐπιζητεῖ ἀποσκοπεῖν, πρὸς τὸν ἐπιζητητικὸν, πρὸς τὸν ἀντίλογον, πρὸς τὸν ὑβριστικὸν, πρὸς τὸν γογγυστικὸν, πρὸς τὸν καλοφορητικὸν, πρὸς τὸν καταθαλπόμενον, πρὸς τὸν ἀναπαυόμενον· καὶ εἰς ἑαυτὸν ἀναμάσσεται τὰ κακὰ, γινόμενος υἱὸς ἀπειθείας, καὶ υἱὸς τοῦ σκότους. Ἀλλὰ φεῖσαι, φεῖσαι Κύριε, καὶ ἐν τῷ ἐλέει σου ἀνακτησάμενος ἡμῶν τὰς ψυχὰς, δίδου ποιεῖν τὸ θέλημά σου, καὶ ἐργάζεσθαι τὰ προστάγματά σου· ἵνα ἐν πᾶσι καὶ παντοίως ἀκριβευόμενοι τὸν ἑαυτῶν βίον, τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν σου ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὅτι σοὶ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΛΟΓΟΣ ΝΗʹ. Πῶς δεῖ παρελθεῖν δαιμόνων τὰς παγίδας. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἀεὶ ἀκούων καὶ ἐνωτιζόμενος παρὰ τῆς θεοπνεύστου γραφῆς τὸ ἐπικείμενόν με κρῖμα τῆς προστασίας δέδια καὶ τρέμω καὶ ἐξίσταμαι, καὶ φέρειν τὴν σιωπὴν τοῦ λόγου, κᾂν πρὸς μικρὸν γοῦν οὐκ ἀνέχομαι, ἀλλ’ ἀναγκάζομαι ἀναγγέλλειν ὑμῖν τὰ δέοντα καὶ συμφέροντα καὶ ἃ καὶ ὑμεῖς συνεπίστασθε καὶ γνωρίζετε δικαιώματα καὶ κρίματα κυρίου τοῦ θεοῦ ἡμῶν. Μὴ οὖν λοιπὸν ἀποκναίητε τὰς ἀκοὰς ὑμῶν, μή τε καταβαρῆσθε ταῖς ἐπιφοραῖς τῶν κατηχήσεων, εἰδότες ὡς ἀδιαλείπτως ὀδύνη ἐστὶν ἐν τῇ ταπεινῇ καρδίᾳ μου, εἰς τὴν περὶ ἑνὸς ἑκάστου ὑμῶν σωτηρίαν· καὶ οὐχ ὅτι πρὸς τὸ ἐλευθεροῦν ἐμαυτὸν τοῦ κρίματος ἐπιγίνομαι, ἀλλὰ πρὸς τὸ ὑμᾶς ἐξαιρεῖσθαι τῆς ἐπικειμένης ὀργῆς ἐν τῇ παρακοῇ τῶν ἐντολῶν τοῦ κυρίου.

Ἀγαπῶν γὰρ ἠγάπησα ὑμᾶς, ὦ τέκνα μου, κᾂν ἀναξίως τοῦτο φράξω, καὶ ποθῶν ἐπόθησα ὑμᾶς ὡς ἀδελφούς μου ὑπερτίμους, κᾂν ἀσωτεύων τυγχάνω· καὶ ἔρως πῶς μοι ἐστὶ, συγχωρήσατε, καὶ ἐπιθυμία ἀκόρεστος, ἵνα ὑμεῖς κύριοί μου καὶ δεσπόται, οἱ διὰ τὸν Χριστόν μου καὶ κύριον καταλελοιπότες σάρκα καὶ γένος καὶ αἷμα καὶ κόσμον, καὶ πᾶν ὁτιοῦν ἄλλο τῶν περιγείων, καὶ καταπιστεύσαντες ἑαυτοὺς εἰς τὴν οἰκτροτάτην μου εὐτέλειαν διὰ τῆς πνευματικῆς ἀναγεννήσεως, μὴ ἀποτύχητε τῶν μεγάλων ἐπαγγελιῶν καὶ οὐρανίων ὑποσχέσεων· ἀλλὰ σωζόμενοι σώζοισθε, καὶ φυλαττόμενοι φυλάττοισθε, εἰς περιούσιον λαὸν αὐτοῦ, εἰς ἔθνος ἅγιον εἰς βασίλειον ἱεράτευμα, εἰς δόξαν αὐτοῦ καὶ ἔπαινον, εἰς καύχημα ἡμῶν τῶν ἁμαρτωλῶν καὶ σωτήριον.

Πέπεισμαι γὰρ ὄντως, ἀδελφοί μου ἡγιασμένοι, ὅτι ὑμῶν σωζομένων, οὐ πάντως ἀποπέμψει με κύριος εἰς πῦρ ἐξώτερον, κᾂν ὑπαίτιός εἰμι ἐκ τῶν οἰκείων ἔργων. Οὐκ ἔχω τοίνυν λόγον, συγχωρήσατε, ἵνα ὑμῶν καύσω τὰς ψυχὰς εἰς τὸ θεῖον καὶ μακάριον φίλτρον· οὐ κέκτημαι δύναμιν, ἵνα διεγείρω τὴν διάνοιαν, εἰς ἀναπετασμὸν τῶν οὐρανίων θεαμάτων· πλὴν ὅτι διεγείρεσθε καὶ κατορθοῦντες πορεύεσθε. Ἐὰν οὖν λοιπόν τις καθεύδῃ τῇ ῥαθυμία, ἐξυπνιζέσθω τῇ προθυμίᾳ· καὶ ἐάν τις ἔχῃ παρειμένας τὰς νοητὰς χεῖρας, καὶ χωλαίνη ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὀρθοποδείτω καὶ ἁλλέσθω ἐν τῇ τρίβῳ τῶν ἐντολῶν τοῦ κυρίου· καὶ ἐάν τις τυφλώττῃ τῇ ἐμπαθεῖ διανοίᾳ, ἀποπλυνέτω τὰς κόρας τῶν ὀμμάτων ἐν τῇ κολυμβήθρᾳ τῶν δακρύων, καὶ ἀναβλέψας εἰς ἀπάθειαν δοξαζέτω τὸν κύριον· καὶ ἐάν τις λελεπρωμένος ταῖς κηλῖσι τῆς ἁμαρτίας εἴη, προσερχέσθω θερμῶς τῷ κυρίῳ καὶ ἀκούσει· Θέλω, καθαρίσθητι, καὶ καθαρισθεὶς, μηκέτι λεπρούσθω· καὶ ἐάν τις κωφεύῃ ψυχικῶς ἢ ἀλαλῇ νοητῶς, ἀκουσάτω καὶ λαλείτω· πάντας γὰρ θεραπεύειν οἶδεν ὁ λόγος τοὺς κεκακωμένους κατὰ τὸν ἔσω ἄνθρωπον. Οὕτως ὑμῖν διεθέμην τὸν λόγον διὰ τοὺς ἀσθενούντοις· οἱ γὰρ ὑγιαίνοντες, φησὶ τὸ εὐαγγέλιον, χρείαν οὐκ ἔχουσιν ἰατροῦ· ἀλλ’ οἱ κακῶς ἔχοντες.

Τὸ σχῆμα τοιγαροῦν τοῦτο τὸ μέγα καὶ περιβόητον, ὦ τέκνα, οὐχ ὡς ἔτυχε διανύεται, ἀλλ’ ἐν πολλοῖς ἱδρῶσι καὶ ἀγῶσι τῆς εὐσεβείας· καθόσον γὰρ ὑψηλὸν καὶ θεῖον καὶ ἀγγελομίμητον, κατὰ τοσοῦτον καὶ τὸ ἀγωνιστικὸν ἔχει· ἔνσαρκοι ὄντες, τοῖς ἀσωμάτοις παραμιλλώμεθα· ἐν κόσμῳ ὄντες, ὡς ἐν οὐρανοῖς διατρίβειν ἐπειγόμεθα· σαρκὶ καὶ αἵματι συνδεδεμένοι, ἀσάρκως καὶ ἀναίμως ἀναγκαζόμεθα πολιτεύεσθαι· ἐπειδὴ σὰρξ καὶ αἷμα κατὰ τὸν Ἀπόστολον βασιλείαν θεοῦ οὐ κληρονομήσουσι· οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.

Πολλῆς λοιπὸν ἀσφαλείας χρεία ἡμῖν· πολλῆς προσοχῆς καὶ ἐπείξεως· ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀντίκειται ἀλλήλοις ἀποστολικῶς εἰπεῖν. Βλέπετε μὴ τῷ χείρονι τὸ κρεῖττον δυναστεύηται· μηδὲ δουλώσωμεν τὸ δεσποτικὸν τῆς ψυχῆς τοῖς δουλοπρεπέσι πάθεσι τῆς σαρκός. Μὴ ἐπὶ κεφαλῆς περιπατῶμεν, τοὺς πόδας ἄνω φέροντες κατὰ τοὺς ὄφιας. Ποῦ ἡ πικρὰ ῥεῦσις τῆς ἁμαρτίας; πῶς τὸν πρωτόπλαστον Ἀδὰμ ἐξέβαλε τοῦ παραδείσου καὶ καρπὸν αὐτῷ ἤνεγκεν ἀποκυήσας θάνατον ἀπὸ τῆς ζωοδωρήτου ἐντολῆς; Ὢ, ὢ, πῶς καὶ τοὺς ἀμφ’ αὐτὸν μέχρι τῆς δεῦρο, ἐξιστάτωσε καὶ κατεγοητεύσατο καὶ ἐδολιεύσατο καὶ ὑφεῖλε διὰ βραχείας ἡδονῆς ἀποστερήσας τῶν αἰωνίων ἀγαθῶν.

Ποῦ τὰ Σόδομα καὶ τὰ Γόμοῤῥα; Ποῦ ὁ κατ’ αὐτῶν ἐμπρησμὸς τῆς ἁμαρτίας διὰ τὴν ἀῤῥενομανίαν; Ποῦ ἡ κατὰ τῶν Νῶε γενεῶν πανωλεθρία, διὰ τὸ παίζειν καὶ γελᾷν καὶ γαμεῖν, καὶ γαμίσκεσθαι, καὶ μὴ προσέχειν τῷ λόγῳ Κυρίου; Πόση ἑκάστοτε καὶ ἐν ἑκάστῃ γενεᾷ κατὰ τὴν φθοροποιὸν ἁμαρτίαν ἐπενεχθεῖσα οὐρανόθεν ὀργὴ καὶ δικαιοκρισία;

Προσέχωμεν διὰ ταῦτα, ἀδελφοί μου, καὶ φοβηθῶμεν, καὶ ἁγνίσωμεν ἑαυτοὺς, καὶ καθαρίσωμεν, καὶ μὴ ἐμπαρῶμεν εἰς τὰ αἴτια δι’ ὧν οἱ προῤῥηθέντες ἐμπεπτώκασιν εἰς τὸν ὄλεθρον. Ταῦτα γὰρ ἤνεγκεν αὐτοῖς ἡ πλησμονὴ καὶ χορτασία τῶν βρωμάτων καὶ πομάτων, ὁ κόρος τοῦ ὕπνου, ἡ ἀκρατὴς ὁρμὴ τῆς σαρκὸς, ἡ ἀχαλίνωτος ὄρεξις τῆς ἐπιθυμίας. Οὐκ ἤνεγκαν πυρούμενοι, ἵνα ἤθλησαν στεφανούμενοι· οὐκ ἤνεγκαν πολεμούμενοι, ἵνα ἐνίκησαν ἀγαλλόμενοι· οὐ πεπονήκασιν ἐνοχλούμενοι, ἵνα ἀναπαύσωνται διαιωνίζοντες· ἀλλὰ κατηλάσθησαν ὡς ἀνδράποδα τῇ ἐπαγωγῇ τῶν δαιμονικῶν εἰσβολῶν ἀτονήσαντες ἐκ θεϊκῆς δυνάμεως.

Φύγωμεν, ὦ τέκνα, φύγωμεν τὰ ὑπώπια, φύγωμεν τὸ παῤῥησιάζεσθαι· ἥνικα φθάσεις εἰς ἁφὴν χειρὸς, πέφθακας εἰς φίλημα δόλιον, ἡνίκα ἔλθῃς εἰς φίλημα δόλιον ἦλθες εἰς συμπλοκὴν ἀθέμιτον, ἡνίκα ἐγένου εἰς συμπλοκὴν ἀθέμιτον, ἔφθασας εἰς θάνατον αἰώνιον.

Διὸ ἀνάλυε, καὶ μὴ δίδου λόγῳ λόγον παῤῥησιαστικὸν, μᾶλλον δὲ καὶ πρὸ τοῦ λόγου βλέμμα βλέμματος ἑλκτικὸν καὶ ἀντιβλεπτικόν. Ἐὰν γὰρ τὰ πρῶτα αἴτια συστείλῃς οὐκ ἐνεχθήσῃ εἰς τὸν βρόχον ὡς ἰχθὺς δελεαζόμενος· κᾀκ τούτων φυλαττόμενος, φυλάξεις τὸν λοιπὸν κανόνα τῆς ὑποταγῆς θεοφορούμενος καὶ ὄλος φωτιζόμενος, καὶ ὅλος προθυμούμενος ἐν τοῖς ἁγίοις καὶ ὁσίοις πόνοις μέχρι καὶ αἵματος. Ἀλλ’ ἐνταῦθα ἵνα μὴ πέρα τοῦ δέοντος μηκύνω τὴν κατήχησιν, τὸν λόγον καταπαύσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΝΘʹ. Χειρῶν θεοῦ ποίημα πᾶν θαυμαστέον. ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἀποδέχομαι ὑμῶν τὴν εὔνοιαν, ὡς ὅτι αὐτάρκως παρὰ τοῦ ἀτίμου μου στόματος τὰ τῆς σωτηρίας ὑμῶν ὑπακούετε καὶ ἐκδιδάσκεσθε.

Οὔπω δὲ ἐγὼ λογίζομαί τι πεποιηκέναι, ἢ ἐπαρκοῦμαι τοῖς γεγενημένοις· μικρὰ ὀψώνια ὑμῖν παρέθηκα, καὶ οὔ τί που ἔθρεψα ἀξιολόγως τὰς ἱερὰς ὑμῶν καρδίας ταῖς ἀγαθαῖς τοῦ λόγου παραινέσεσιν. Ἐπεὶ δὲ οὐκ ἐπὶ τῇ αὐτῇ μένειν καταστάσει τὴν εὐόλισθον ἡμῶν φύσιν ἐστὶ, καλὸν καὶ τὸ λαλεῖν καὶ τὸ ἀκούειν· καλὸν τὸ ὑπομιμνήσκειν καὶ ὑπομιμνήσκεσθαι, ὠφελεῖν καὶ ὠφελεῖσθαι· Διὰ τοῦτο ἔτι ἐκζητήσωμεν τὸν θεὸν, τέκνα, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν· ἔτι βοήσωμεν πρὸς αὐτὸν ἐκτενῶς, καὶ ἐπισκέψεται ἡμᾶς ὡς τὸν πάλαι Ἰσραὴλ, καὶ εἰσακούσεται τῆς κραυγῆς καὶ τοῦ στεναγμοῦ τῆς ψυχικῆς ἡμῶν θλίψεως· καὶ Μωσῆν μὲν οὐκ ἀποστελεῖ· αὐτὸς δὲ δι’ αὑτοῦ ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τοῦ νοητοῦ Φαραὼ καὶ τῆς πικρᾶς δουλείας τῶν παθῶν αὐτοῦ. Ἕως δὲ ἐσμὲν ὑπὸ τὴν τῆς ἁμαρτίας Αἴγυπτον, ἀνάγκη ἡμᾶς ὑπὸ τῶν ἐργατῶν αὐτῆς λογισμῶν, ἐλαύνεσθαι καὶ κατεπείγεσθαι· ἐπὰν δὲ τὴν ὑπομονὴν ἡμῶν ἐπιβλέψηται ὁ ἀγαθὸς θεὸς, σημείοις καὶ τέρασι τῆς ἑαυτοῦ ἐν ἡμῖν παρουσίας, ἄλλῃ τινὶ δεκαπλήγω ἐπιφορᾷ τοὺς ἐχθροὺς ἡμῶν πατάξει, καὶ ἡμᾶς ἐξαγάγῃ ἐπὶ τὴν γῆν τῆς ἀπαθείας. Καὶ τότε ᾄσομεν ἐν θυμηδίᾳ πνευματικῇ τὸν ἐπινίκιον αὐτῷ τῆς ἀπολυτρώσεως ὕμνον.

Οὐ πάντες δὲ ἐξίσου λυτρούμεθα, ἀλλὰ ἄλλος προτρέχει, καὶ πολλάκις τοῦ πολυχρονίου ὁ νεωστὶ εἰσελθὼν ἀπέδραμεν· ἄλλος ὅτι ἴσως θερμῶς ἠγωνίσατο, καὶ ἐκ νεαρᾶς ἡλικίας οὐ παρεδόθη εἰς τὸν τοῦ κόσμου ἄρχοντα.

Νοεῖτε τὰ λεγόμενα· σοφοὶ γὰρ ἐστὲ· πλὴν ἀγωνιζώμεθα ἅπαντες, καὶ ἐπισκοπὴν ταχὺ ποιήσεται κύριος, καὶ εἰς ἐλευθερίαν ἀγάγη ἡμᾶς. Ἵνα δὲ καὶ τοῦτο γινώσκητε, ὅτι καὶ πάλιν τι παραδίδοται τοῖς ἐχθροῖς αὐτοῦ ἠμεληκὼς, καὶ μὴ ἐπὶ τοῖς προτέροις παιδεύμασι κραταιωθεὶς τὴν διάνοιαν· ἀλλὰ τοῦτο ἀπείη ἀφ’ ὑμῶν. Οἱ τρόποι δὲ τῆς ἀπαλλαγῆς, τὸν τοῦ θεοῦ φόβον ἐμβαλοῦσιν εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῶν θαυμαστῶν κριμάτων τῆς κατανοήσεως αὐτοῦ, καὶ ἀπὸ τῆς συναισθήσεως τῆς ἐπὶ τοῦ παντὸς κόσμου διοικήσεως αὐτοῦ, ὅτι μὴ ὄντα, τὰ ὄντα πεποίηκε· καὶ τοῦτο, ῥήματι καὶ μόνον. Ὅτι φῶς ἐδημιούργησεν, ὅτι ἐξέτεινεν οὐρανὸν ὡσεὶ καμάραν, ὅτι ἐξήπλωσε τὴν γὴν ἐπὶ τῶν ὑδάτων· ὅτι συνήγαγεν ὡσεὶ ἀσκὸν ὕδατα, κατὰ τὸ γεγραμμένον τὰς θαλάσσας· ὅτι ἀέρα ἐξέχεεν εἰς πνοὴν παντὸς ζώου· ὅτι ἥλιον καὶ σελήνην ὡς δύο τινὰς ὀφθαλμοὺς φωτεινοὺς μετὰ τῶν παμποικίλων ἄστρων κατεπήξατο ἐν τῷ στερεώματι· ὅτι ἀνέτειλεν ἐκ τῆς γῆς πᾶν ξύλον κάρπιμον, καὶ πάντα χόρτον καὶ ἄνθος ὡραῖον· καὶ ὅτι ἐκ τῆς γῆς μὲν πάντα τὰ θηρία, ἐκ δὲ τῆς θαλάσσης πάντας τοὺς ἰχθύας καὶ τὰ πετεινὰ ἀναφυῆναι εὐδόκησε· καὶ τέλος ὅτι ἰδίαις χερσὶ τὸν προπάτορα ἡμῶν Ἀδὰμ πλάσας ἔθετο ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Ἀνατέλλει καὶ δύνει τὸν ἥλιον· νὺξ καὶ ἡμέρα, καὶ τούτοις ὁ τῆς ζωῆς ἡμῶν χρόνος ἀνακυκλεύει.

Καὶ τίς ἡ μεγαλωσύνη αὐτοῦ, καὶ τίς ἡ ἄβυσσος τῆς σοφίας αὐτοῦ;

Τοῦτον οὖν, ὦ ἀδελφοὶ καὶ τέκνα, φοβηθῶμεν καὶ τρομάξωμεν· ἀλλὰ καὶ ἀγαπήσωμεν, ὅτι δι’ ἡμᾶς ἄνθρωπος γέγονεν ὁμοιοπαθὴς ἡμῖν, καὶ ὑπὲρ ἡμῶν παρεδόθη καὶ εἰς κριτήριον ἤχθη· ὑπὲρ ἡμῶν ἐῤῥαπίσθη καὶ ἐνεπτύσθη· καὶ δι’ ἡμᾶς ἐκολαφίσθη καὶ ἐμυκτηρίσθη, καὶ κατεχλευάσθῃ, καὶ ἐτραυματίσθη, καὶ τέλος ἐσταυρώθη καὶ ἀπέθανε.

Ταῦτα ὡς ἄνθρωπος· ἀλλὰ καὶ ἀνέστη ὡς θεὸς ἐκνικήσας καὶ θανατώσας τὸν ἀλάστορα διάβολον, καὶ σώσας τὸ ἴδιον καὶ ἠγαπημένον πλάσμα. Τίς ἐννοῶν ἄρα λοιπὸν θεὸν ὑβριζόμενον, οὐ χαίρων ὑβρισθήσεται, ἀλλ’ οὐ ταραχθήσεται; Τίς κατανοῶν δεσπότην γελώμενον καὶ καταπαιζόμενον οὐχ ἑκὼν κακολογηθήσεται καὶ συκοφαντηθήσεται; Τίς ἀναβλέπων τὸν κύριον ῥαπιζόμενον, οὐ χαρὰν ἡγήσεται ταυτοπαθῆσαι, καὶ τῷ μέλλοντι παίειν στρέψει καὶ τὴν ἀριστερὰν σιαγόνα· Τίς εἰδὼς θεὸν σταυρούμενον, λογχευόμενον καὶ ὀξιζόμενον καὶ χολὴν πίνοντα, οὐ κατὰ πᾶσαν ἡμέραν ἐμπαράσκευον εἰς θάνατον ἑαυτὸν παραστήσοιτο;

Ναὶ τέκνα μου, ναὶ δέομαι ὑμῶν· σταυρώσομεν ἑαυτοὺς τῷ κόσμῳ καὶ τοῖς πάθεσι· καὶ ἐὰν δέοι, καὶ τυπτηθῶμεν· εἰ δὲ μὴ, κᾂν τὰς ἀπὸ τῶν λόγων πληγὰς, καὶ τὰς ἀπὸ τῶν ἐπιτιμιῶν λόγχας, καὶ τὰς ἀπὸ τῶν κοπῶν τῶν θελημάτων αἱματεκχυσίας καταδεξώμεθα.

Καὶ ἐσμὲν τὰ αὐτὰ τῷ Χριστῷ πανθάνοντες. Διὰ φιλανθρωπίαν αὐτοῦ ἄφατον διεγέρθητε ἅπαντες πρὸς τὰς διακονίας, ἀνολιγώρως ἐκτελεῖν αὐτὰς· πτερώθητε εἰς τὰς· προσευχὰς, ἐκκαίοντες τὸ πῦρ τοῦ πνεύματος διὰ τῆς ἐπιστακτικῆς ῥοῆς τῶν δακρύων· εἶδ’ οὖν, ἀλλὰ κᾂν, διὰ τῶν στεναγμῶν τῆς ταπεινώσεως, εὐσύναπτοι, ἐναπολόγητοι, ἀνεπίφθονοι ὑπάρχοντες τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Ξʹ. Ἀποστολικῶς ἐστι βιοῦν ἀβίοις. ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ, Ἤθελον καὶ ἐβουλόμην μετὰ τοῦ λόγου παρέχειν καὶ τὴν ἀπὸ τῶν ἔργων κατήχησιν, ἵνα ἐξ ἀμφοτέρων ὑμᾶς εἵλκυον εἰς ἀρετὴν καὶ ἔνθεον πολιτείαν· ἐν δὲ τῷ πένεσθαί με ἐν ἀμφοτέροις ἀσχάλλω καὶ ἀδημονῷ, καὶ οὐκ ἔχω ὅτι χρήσομαι πρὸς ταῦτα· ἐπεὶ ὡς ἀληθῶς τέκνα ἐπιποθεῖ καὶ οἷον ἐκλείπει ἡ ψυχή μου ἡ ταπεινὴ πρὸς τὸ διασώζεσθαι ὑμᾶς ἐν τῷ περιπατεῖν ἐν ὁδῷ ἀληθινῇ, καὶ προβιβάζεσθαι καθ’ ἑκάστην. Ἀναλογίζομαι γὰρ τῶν πάντων τὴν ἀποταγὴν καὶ τὴν ἀπαρνητικὴν τοῦ κόσμου ἀναχώρησιν, καὶ τὴν ἐκ τῶν ἰδίων ἀνεπίστροφον ἀλλοτρίωσιν, καὶ τὴν ἀποτακτικὴν πάσης ὑπάρξεως καὶ αὐτοῦ τοῦ θελήματος σταύρωσιν, καὶ ὅπως ἐπὶ τὸ αὐτὸ ἕν ἐστε εἰς μίαν καρδίαν καὶ πνεῦμα συνημμένοι καὶ συνδιάγοντες· καὶ σχετλιῶ εἰ μὴ ἐπιτύχητε τῶν ἐλπιζομένων ἀγαθῶν, παρατραπέντες τι ἐκ τῆς ἐλεεινῆς μου διαβιώσεως.

Ὁπόσον γάρ εἰμι, ἀνάγκη καὶ ὑμᾶς γίνεσθαι· πᾶς γάρ τις ἀρχόμενος πρὸς τὸ ἄρχον ἀποβλέπων, κατ’ αὐτὸ εἴωθε τὴν ἐξομοίωσιν λαμβάνειν, καὶ πρὸς ἐκεῖνο ἀνατείνεσθαι· κἀκεῖθεν διαγινώσκειν τὰ θεοφιλῆ καὶ ὅσια. Ἄρτι τοίνυν ἐγὼ περιπαθὴς ὢν καὶ σκοτεινὸς, τί ὅτι δυναίμην ὑποδείξαι ὑμῖν ὅσιον; καὶ πρὸς τί ἀναγαγεῖν τῶν ἐνθέων; Ἢ κατὰ τί ὁδηγῆσαι καὶ ὑψῶσαι ὑμᾶς εἰς τὸ οὐράνιον τοῦτο ἐπάγγελμα; Πλὴν ὅτι ὑπὲρ ἐμὲ ἡ βεβαία πίστις ὑμῶν καὶ ἡ ἀνενδοίαστος ὁμολογία, καὶ τὸ θερμὸν τῆς ἀγάπης μέχρι θανάτου· κατὰ τοῦτο, δοκῶ μᾶλλον, δὲ καὶ πεπληροφόρημαι ἀνύειν ὑμᾶς ὅσα καὶ βούλεσθε.

Διὸ ἕκαστος ὑμῶν, ἀδελφοί μου ἠγαπημένοι, ἐργαζέσθω τὸ ἀγαθὸν εἰς οἰκοδομὴν ἑαυτοῦ τε καὶ τοῦ πλησίον ἀπροσκόπως καὶ ἀσκανδαλίστως, φανεροῦντες ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν τῷ θεῷ καὶ τῇ συνοδίᾳ, μὴ κατὰ ἐρίθειαν, μὴ κατὰ τὸν ἐξολοθρευτὴν γογγυσμὸν, μὴ κατὰ τὴν θεοαντίτακτον ὑπερηφανίαν, μὴ κατὰ τὴν δούλην προσπάθειαν, ἀλλ’ ὑπηκόως καὶ γαληνῶς καὶ εἰρηνικῶς, ἀκενοδόξως καὶ ἀφιλοτίμως, ἀπαραπλήκτως καὶ εὐσυνειδήτως, δι’ αὐτὸ τὸ καλὸν, δι’ αὐτὴν τὴν ἁγίαν συνέλευσιν, δι’ αὐτὴν τὴν θείαν ἐντολὴν καὶ προστακτικὴν ἡμῶν ἔνταλσιν, καὶ παντελῶς εἰπεῖν, διὰ τὴν οἰκείαν σωτηρίαν, ἡμέραν ἐξ ἡμέρας ζητοῦντες, καὶ κινούμενοι πρὸς τὰ θεοφιλῆ, ἕως ἂν ἀπελεύσηται ἡ τῆς παρούσης ζωῆς μετάστασις. Ἐλεύσεται δὲ τάχιον, τέκνα, καὶ ἤδη πάρεστι. Λοιπὸν ὡς ἐνορωμένη καὶ ὡς κατὰ πόδας ἱσταμένη φοβείτω ἡμᾶς, συστελλέτω, καθαιρέτω, ἁγνιζέτω ἀπὸ πάσης κακίας ἀπὸ πάσης διαστροφῆς, οἷον ἵνα ἀναστρέφησθε μετ’ εὐλαβείας καὶ ἡσυχίας καὶ συννοίας ἀγαθῆς, ἔτι καὶ μελέτης θείων λογίων, εὐχῆς καθαρᾶς καὶ ἐργασίας τῆς κατὰ δύναμιν. Καὶ ἡ νηστεία δὲ ἐργαλεῖόν ἐστι σωματικὸν· ἀλλ’ ἐὰν προηγουμένην ἔχη τὴν ἁγίαν ταπείνωσιν· οὔπω δὲ ἡμεῖς πρὸς τὰ τῶν πατέρων καταφθάζωμεν ἀγωνίσματα, ἀλλ’ οὐδὲ προσήκει τὰ ὑπὲρ φύσιν ἐφίεσθαι. Λόγος γάρ ἐστι καὶ τῶν ἔξω, ὡς μεγίστη ἔνδεια, ἡ ὀρέξεων ἀπληστία.

Ταῦτα δὲ ἡμεῖς παρατηρήσωμεν, ἃ προείρηται, καὶ ἐν τῇ ὑποτακτικῇ ἡμῶν καταστάσει τὰ ἐπιβάλλοντα ἐκλεξώμεθα, καὶ τὸν κοινοβιακὸν κανόνα, ὡς νενομοθέτηται, διακοσμήσωμεν, καὶ ἐσθίοντες καὶ πίνοντες καὶ μονοφαγοῦντες καὶ διφαγοῦντες οὐ μόνον ἄρτον καὶ ὅσα ἐκ σπερμάτων παροψήματα, ἀλλὰ καὶ οἴνου καὶ ἐλαίου, ἐστιν ὅτε καὶ ὄψου καὶ τυροῦ μετὰ τῆς δεούσης ἐγκρατείας, καὶ οὐ τῆς κατὰ γνωμικὴν θέλησιν ἐπικρίσεως. Ἔστι γὰρ καὶ τοῦτο τῶν ἀτόπων· ἀλλ’ ὡς ἂν παρ’ ἡμῶν διατέτακται μεταλαβόντες, ἔπειτα καὶ καθεύδοντες καὶ ἀναπαυόμενοι καὶ παραβάλλοντες καὶ καθεζόμενοι καὶ συνευρισκόμενοι καὶ συναλιζόμενοι καὶ πανηγυρίζοντες σοφῶς τε καὶ ἐπιστημόνως· προσθείην δ’ ἂν ὅτι καὶ φυτεύοντες καὶ σπείροντες καὶ οἰκοδομοῦντες καὶ τεκτονεύοντες ἐπὶ πᾶσι δὲ δηλονότι κατὰ τὸ αὔταρκες καὶ δι’ αὐτὸ τὸ κατὰ χρείαν, καὶ οὐ δὴ ἀποπεσούμεθα τῆς ἐκείνων μεγαλειότητος.

Καὶ τάχα ἕν ἐστι τῶν μεγάλων θεαμάτων καὶ τερατουργημάτων, οἷον τὸ ἐλαύνεσθαι δαίμονας ὑπό τινος ἁγίου, ἢ ὀμματοῦσθαι τυφλοὺς, ἢ ἀπολεπρίζεσθαί τινας, ἢ ἀναζωοῦσθαι νεκροὺς, ἢ στοιχεῖα μεταλλάτεσθαι, ἢ μεταβαίνειν ὄρη ἐκ τοῦδε εἰς τόνδε τόπον, καὶ ξηραίνεσθαι θάλασσαν, καὶ πηγάζεσθαι ἄνυδρον γῆν, καὶ εἴ τι ἄλλο, τὸ καὶ τοιοῦτον ἐν ὀνόματι κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἶναι σύναμμα καὶ σύνταγμα καὶ συνάθροισμα ἀνδρῶν ἐκ διαφόρων χωρῶν καὶ γενῶν καὶ τρόπων καὶ ἡλικιῶν συνανακραθὲν καὶ συναρμολογηθὲν εἰς ἑνὸς σώματος πληρεστάτου ὑπηρεσίαν καὶ ἐνέργειαν· καὶ οἷον ὑπάρχειν αὐτὸ πολύψυχον καὶ πολυκάρδιον καὶ πολύνουν καὶ ὁμογνωμικὸν καὶ ὁμοκάρδιον, οὐκ ἐπὶ κακῷ τινὶ, ἀλλ’ ἐπὶ βουλῇ θεοῦ καὶ θεραπίᾳ τῆς Τριάδος. Ὁ οὐ καθαιρεῖ καὶ καταβάλλει οὐ μόνον ὁ τυχὼν ἄνθρωπος, ἀλλ’ οὐδὲ ἀρχικὴ ἐξουσία; οὐδὲ δυνάσται καὶ βασιλεῖς, μᾶλλον δὲ οὐδὲ αὐτὸς ὁ τῶν δαιμόνων πρωτοστάτης. Ἴστε γὰρ οἷα τῷ πατρὶ ἡμῶν τῷ μεγάλῳ Παχωμίῳ διαλέλεκται ἐπὶ τῇ ἥττῃ τῆς πρὸς τὴν ἁγίαν αὐτοῦ μονὴν προσβολῆς. Οὕτω τοίνυν μέγα καὶ καθ’ ἡμᾶς τάγμα, καὶ ἴσα τῶν μεγάλων θαυμάτων γεραίρομεν. Καὶ λοιπὸν ἐχόμενον καὶ ἡμεῖς τὸ θαυμάζειν τὰ ἡμέτερα, εἴπερ θέλωμεν ἀκριβῶς πολιτεύεσθαι, καὶ μὴ ἐρᾷν ἄλλο τι ἐν οἷς οὐκ ἐφθάσαμεν εἶναι ἐν αὐτῷ.

Ἆρα οὐκ ἐλαύνονται δαίμονες κᾀνταῦθα; καὶ πῶς οὐχί; Κατά τινα καί τινα ἡμέραν, ἀλλὰ κατὰ πᾶσαν ὡς ἔπος εἰπεῖν καὶ καθ’ ὥραν· καὶ καίονται καὶ κράζουσι καὶ βοῶσι σφοδρῶς· ἑνὸς ἑκάστου ἡμῶν ἀποδιώκοντος καὶ θαυματουργοῦντος τὸν τῆς πορνείας, τὸν τῆς ἀκηδείας, τὸν τοῦ θυμοῦ, τὸν τῆς μνησικακίας, τὸν τῆς καταλαλιᾶς, τὸν τοῦ γογγυσμοῦ, τῶν λοιπῶν παθῶν. Λοιπὸν οὖν ἐστὲ καὶ θαυματουργοὶ, εἰ βούλεσθε.

Καὶ οὕτως ἀποδέχεται ὁ κύριος καὶ θεὸς ἡμῶν τὸν τηλικοῦτον συνασπισμὸν τοῦ βίου, ὡς τῶν ἐρημιτῶν καὶ στυλιτῶν καὶ κιονιτῶν τῶν πολλὰ θαύματα καὶ θεράστια πεποιηκότων. Καὶ οὐκ ἔστι τρόπος, οὐδὲ παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. Εἰ δ’ ἐγὼ ψεύδομαι, ψευστὴς καὶ φενακιστὴς καὶ εὑρεσίλογος ὢν, ἀλλ’ οὐχὶ καὶ οἱ ἅγιοι. Εἰ μὲν γὰρ ἐγὼ μόνος ὁ ἐπαινῶν καὶ συνιστῶν τὸ κοινόβιον, ἀποπαύσομαι βλασφημῶν· εἰ δ’ αὐτὸς ὁ Χριστὸς, ἀφ’ ὧν ἔδειξε διὰ τῆς ὁμοζώου δωδεκάδος τῶν ἁγίων αὐτοῦ μαθητῶν· ἔπειτα οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου διὰ τῶν τετρακισχιλίων καὶ πεντακισχιλίων, καὶ παρίημι τὰ μετ’ αὐτοὺς, πῶς οὐ συμφθέγξεσθε καὶ συμμαρτυρήσετέ μου τῷ λόγῳ, τέκνα; Λοιπὸν ἕν ἐστι τὸ ζητούμενον, ἵνα εὑρεθῶμεν ὡς ἔχει ἀληθείας καὶ φύσεως τὸν βίον ἡμῶν διεξάγοντες καὶ διεξανύοντες, καὶ τὰ ἐπιλειπόμενα διορθούμενοι· καὶ πρό γε πάντων ἐγὼ ὁ ἐν πᾶσιν ὑστερούμενος. Καὶ Χριστὸς ὁ θεὸς ἡμῶν κραταιώσοι ὑμᾶς εἰς τὸν φόβον αὐτοῦ· στερεώσοι ὑμᾶς εἰς τὴν ἀγάπην αὐτοῦ· αὐξήσοι ἡμᾶς ἐν τῇ τελειότητι· αὐτός ἐστιν ἡ ζωὴ καὶ δύναμις ἡμῶν ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.