Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τοὺς ἁγίους πεντεκαίδεκα μάρτυρας τοὺς ἐν Τιβεριουπόλει

Θεοφύλακτος Βουλγαρίας

Θαύματα των μαρτύρων και ιάσεις ασθενών

Εκτενής αναφορά στις θαυματουργικές θεραπείες δαιμονιζομένων, παραλύτων, λεπρών, κωφαλάλων και τυφλών μέσω της χάριτος των ιερών λειψάνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 8 από 9

Ἕτερος δέ τις ἐκ μακρῶν τῶν χρόνων ἀκαθάρτῳ πνεύματι τυραννούμενος καὶ τοσοῦτον, ὅσον μὴ μόνον ἁλύσεσι περιαυχενίζεσθαι, ἀλλὰ καὶ σιδήροις τοὺς πόδας ἐνέχεσθαι, ἐπιτηδείοις μάστιξ ὢν καρδίαις καὶ πληγὴ χαλεπὴ καὶ δυσίατος· ἐλύπει γὰρ αὐτούς, οὕτω πικρῷ ποινηλατούμενος δαίμονι· ἐπεὶ μηδὲν ἔχοντες δρᾶσαι, τὴν πρὸς τοὺς ἁγίους καταφυγὴν ἔγνωσαν, συλλαμβάνεται μὲν ἁλύσεσι κραταιῶς, ἄγεται δὲ εἰς τὸν τῶν ἁγίων ναόν.

Ἐπεὶ δὲ μὴ κατέχειν αὐτὸν ἠδύναντο, δένδρῳ μεγίστῳ ἔξω τοῦ ναοῦ ἑστῶτα προσέδησαν. Ἦν οὖν τῷ δένδρῳ προσδεδεμένος ἡμέρας τρεῖς, πᾶσι τοῖς ὁρῶσι θρήνου καὶ δακρύων ἄξιον θέαμα. Τῶν δὲ φυλασσόντων αὐτόν, τῶν μὲν εἰς ὕπνον κατενεχθέντων, τῶν δὲ ἄλλου ἀλλαχόσε διακεκινηκότων, τὰς ἁλύσεις καὶ πάντα τὰ κατέχοντα ῥήξας, βοῶν εἰς τὸν ναὸν εἰσεπήδησε· καὶ προσδραμὼν τῇ τοῦ ἱεροῦ Εὐσεβίου λάρνακι, ἐπεχείρει μὲν αἴρειν τὸ ἐκ μαρμάρου τῆς λάρνακος σκέπασμα· ἐφάνη δὲ αὐτῷ ἐκ τῆς θήκης ἀνὴρ φοβερὸς καὶ πύρινος ὅλος, ὃς ἅμα τε διανέστη καὶ τῷ ἀκαθάρτῳ ἐνεβριμήσατο πνεύματι, πῶς ἐτόλμησας, λέγων, τὸν τοῦ Θεοῦ οἶκον εἰσελθεῖν καὶ τὸ αὐτοῦ πλάσμα πικρῶς ἐξετάζειν; Ταῦτα εἰπών, καὶ πάλιν εἰσδῦναι τὴν λάρνακα ἔδοξεν. Ὁ δὲ δαιμονῶν ἐκεῖνος ἰαθείς, θαῦμα πᾶσιν ἦν τὸ ἀπ’ ἐκείνου, δόξαν ἀναφέρων Θεῷ καὶ τῷ θεράποντι αὐτοῦ.

Ἕτερος πάλιν παράλυτος, οὐδὲ κινηθῆναι ὅλως δυνάμενος, ἀλλὰ καὶ τὰς φυσικὰς ἐκκρίσεις ἐν αὐτῷ τῷ τῆς κατακλίσεως τόπῳ ποιούμενος, ὡς καὶ δυσωδίας αὐτὸν γέμειν καὶ σήψεως, ὑπὸ τῶν κατὰ γένος αὐτῷ προσηκόντων ἀρθείς, πλησίον τῆς τοῦ ἁγίου Εὐσεβίου ἐτέθη λάρνακος, μόνῃ πνοῇ τὸ νεκρὸς εἶναι μὴ συγχωρούμενος. Ἐπιφανεὶς οὖν ὁ ἅγιος αὐτῷ τρεῖς ἐφεξῆς νύκτας καὶ ἐλαίῳ ἁγίῳ ἀλείφων αὐτὸν καθ’ ὅλου τοῦ σώματος, τελευταῖον ἔφη· ἴδε ὑγιὴς γέγονας, ἄπελθε εἰς τὸν οἶκόν σου, χάριτι τοῦ Κυρίου, τοῦ ὑγιάσαντος τὸν παράλυτον καὶ εἰπόντος πρὸς αὐτόν· «ἆρον τὸν κράββατόν σου καὶ περιπάτει» Ἀναστὰς δὲ ἔμπροσθεν πάντων, περιεπάτει ὑγιής, εὔρωστος, ὥσπερ ἱμάτιον ἐλαφρὸν ἀποδυσάμενος τὴν παράλυσιν.

Παρίτω καὶ ἕτερος, ὃς ἐκ διαλειμμάτων μὲν ἀκαθάρτῳ πνεύματι καὶ οὗτος ἠνωχλεῖτο· ἐπεὶ δέ ποτε ἀγγαρευθεὶς ἐστάλη μετά τινος τῶν βασιλικῶν ταχυδρόμων, ἔτυχε μὲν τῇ δαιμωνιώδει ταύτῃ περιόδῳ τηνικαῦτα ἁλούς. Ἐπεὶ τὸν ταχυδρόμον ἐκεῖνον ἡ κατεπείγουσα ὁδὸς ἠνάγκαζεν ἀπᾶραι, ὁ τὴν δεινὴν περίοδον τοῦ δαίμονος ὑφιστάμενος, διημερεύσας ἐν ταύτῃ, ὡς ἔγνω ῥᾷον γενόμενος, ἀναβὰς τὸν οἰκεῖον ἵππον, ἤλαυνεν ἀκρατῶς. Σπεύδων καταλαβεῖν τὴν βασιλικήν, τὴν παρὰ τοὺς ἁγίους, φημί, ἀπάγουσαν, καὶ τῷ ἵππῳ ἐλαυνόμενος καὶ συντονώτερον ἐποχούμενος, ἐν τῷ τοῦ ναοῦ προαυλίῳ εὑρίσκεται· καὶ αὐτίκα τοῦ ἵππου καταπηδήσας, εἰς τὸν ναὸν εἰσέρχεται καὶ τῇ τοῦ μεγάλου Εὐσεβίου λάρνακι προσπεσών, βρυχηθμῷ τε καὶ ὑλακαῖς ἐχρῆτο· καὶ τὴν ἐκ μαρμάρων σκέπην τῆς λάρνακος ἀνελόμενος, τῷ τείχει ταύτην προσήρεισεν. Ἐν ὅσῳ δὲ ταῦτα ἐποίει, διεστράφη αὐτοῦ τὸ στόμα ἐπὶ θάτερον μέρος. Ἀλλ’ οὐκ ἠμέλησεν ἡ θεία χάρις οὐδὲ ἐνταῦθα· ἀλλ’ ἐλευθεροῦται μὲν τῆς τοῦ δαίμονος μάστιγος ὁ ἄνθρωπος, ἀποκαθίσταται δὲ αὐτῷ καὶ τὸ στόμα, εἰς τὰς ἄλλας τοῦ λόγου χρείας ὀρθωθὲν καὶ εἰς τὸ δοξάζειν τὸν Θεόν. Οὕτω τηλικαῦτα θαυμάσια ἐποίει ὁ Θεὸς διὰ τῶν ἁγίων αὐτοῦ δοξαζόμενος· «τοὺς γὰρ δοξάζοντάς με», φησί, «δοξάσω».

Βλαδιμηρὸς δέ, ὁ υἱὸς τῷ Βορίσει γεγεννημένος, ὡς ὁ λόγος φθάσας διέλαβε, τὴν βασιλείαν ἀπ’ ἐκείνου παρέλαβε. Τέσσαρας τῇ ἀρχῇ ἐπιβεβιωκότος ἐνιαυτούς, ὁ νεώτερος αὐτοῦ ἀδελφός, ᾧ ὄνομα Συμεών, ἐπὶ τῶν πραγμάτων καθίσταται. Οὗ κελεύσαντος, Δρίστρος ὁ κόμης μετεκόμισεν ἀπὸ τῆς Τιβεριουπόλεως εἰς τὴν Βραγαληνίτζαν τοὺς ἁγίους, Σωκράτην τε καὶ Θεόδωρον. Οἳ δὴ καὶ αὐτοὶ ἐν τῷ αὐτῷ ναῷ τοῖς προδιαληφθεῖσιν ἁγίοις συγκατετέθησαν. Πλεῖον τοίνυν τὸ ἀπεκείνου ἐπήγαζε καὶ τὰ θαύματα· ἃ πανταχοῦ κηρυττόμενα, πάντας συνεκάλει πρὸς τὴν τῶν θείων χαρισμάτων ἀπόλαυσιν.

Ὥσπερ οὖν καὶ γυναῖκά τινα ἐκ τῆς ἐπαρχίας τῆς Βραγαληνίτζης οὖσαν, ἐφ’ υἱῷ δὲ μονογενεῖ τὰς ἐλπίδας σαλεύουσαν, ὡς ἑπταετὴς ὤν, κωφός τε καὶ ἄλαλος ἦν, ταύτην ἡ τῶν ἁγίων χάρις ἑλκύει. Καταφρονήσασα μὲν τῆς γυναικείας ἀσθενείας, καταθαῤῥήσασα δὲ καὶ τῆς μακρᾶς ὁδοῦ καὶ δὴ παραλαβοῦσα τὸν παῖδα, τὴν τῶν θαυμάτων καταλαμβάνει πηγήν, τὴν τοὺς ἁγίους ἔχουσαν, δηλαδὴ ἱερὸν καὶ θεῖον ναόν· καὶ μετὰ δακρύων ἐδέετο νυκτός τε καὶ ἡμέρας ὡς ἄν, τῷ παιδὶ μὲν τὴν ἀφωνίαν, αὐτῇ δὲ τὴν λύπην λύσαιεν. Ἐν μιᾷ δὲ τῆς νυκτός, ἐπεὶ τὰς δεήσεις θερμοτέρας ποιησαμένη κάματον ἔλαβεν, ἐξῆλθε μὲν ἐπὶ τὰ πρόθυρα τοῦ ναοῦ· ἐναγκαλισαμένη δὲ τὸ τέκνον πρὸς ὕπνον ἀνεκλίθη. Εὐθὺς οὖν ὁ παῖς ἐκ τῶν ἀγκαλῶν τῆς μητρὸς ἀνέθορε καὶ πρὸς τὸ φεύγειν ἐξώρμησε. Καὶ ἡ μήτηρ ἐξαναστᾶσα, τεταραγμένη τῷ πάθει τοῦ παιδός, ἐπυνθάνετο.

Ὁ δὲ καθαρᾷ τῇ γλώττῃ, μῆτερ, ἔλεγε, μῆτερ, φοβερός τις ἀνὴρ ἀπὸ σοῦ ἁρπάσαι με ἔμελλεν. Ἡ δὲ ἔκθαμβος ἐπὶ τῷ πράγματι γενομένη, οὐδὲ πιστεύειν εἶχεν. Ἐῴκει γὰρ ὅραμα βλέπειν (φιλεῖ γὰρ τὰ δυσέλπιστα καὶ μετὰ τὸ τελεσθῆναι εὐθὺς νομίζεσθαι ἄπιστα, χρόνου πρὸς πίστιν δεόμενα). Εἰς ἑαυτὴν οὖν ἐλθοῦσα καὶ γνοῦσα ὕπαρ καὶ οὐκ ὄναρ εἶναι τὸ θαυματούργημα, καὶ ὡς ἀληθῶς τῷ παιδὶ τὰ τῆς ἀφωνίας ἐλύθη δεσμά, φωναῖς εὐχαριστηρίοις τὴν θείαν χάριν ἠμείβετο.

Παρίτω δὲ καὶ ἑτέρα γυνή. Αὕτη μέν γε ἀπὸ χώρας εἰς χώραν ἐλαυνομένη ἀκαθάρτῳ πνεύματι καὶ μάλιστα τὰς ἐρημίας διοικοῦσα. Αὕτη ποτὲ κατὰ θείαν πάντως οἰκονομίαν τῷ τῶν ἁγίων προσῆλθε νεῷ καὶ τῷ προνάῳ διάγουσα, ὁρᾷ καθ’ ὕπνον γέροντας δύο λαμπροὺς καὶ φωτοειδεῖς, οὓς καὶ πρὸς αὐτήν, εἴσελθε, φάναι, μετὰ τῶν ἄλλων, εἴσελθε καὶ σὺ εἰς τὸν ναόν, καὶ ὃν ἂν ἴδῃς ἱερέα τοῖς ἐξ ἐλαίου λύχνοις τὸ φῶς ἐπανάπτοντα, ἐπίδος αὐτῷ τὸ φορούμενόν σοι κεφαλοδέσμιον καὶ δώσει σοι εὐχὰς ὑγείας. Ἤκουσε ταῦτα καὶ εὐθὺς ἐποίησε τὰ διαταχθέντα· καὶ τῆς ἰάσεως οὐκ ἠστόχησεν.

Ἀλλὰ μηδὲ ὁ χωλὸς ἡμᾶς παραδράμῃ. Ὃς καὶ πένης ὢν καὶ οἰκίαν ἐξ οἰκίας ἀμείβων εἰς πορισμὸν τῆς ἀναγκαίας τροφῆς, οἷα ποσὶν εἰς τὴν πορείαν ῥάβδοις ἐκέχρητο. Οὐ μὴν πένης ἦν καὶ τὴν πίστιν, ἀλλὰ καὶ σφόδρα πλούσιος· καὶ τούτου γε τὸ γένος οὐκ ἄμοιρον τῆς ὀρθοδόξου πίστεως γέγονεν. Οὗτος πολλὰ καὶ πολλάκις τοὺς κατὰ γένος οἰκείους τέλος πείθει τὴν πρὸς τοὺς ἁγίους αὐτοῦ ἀγωγήν. Ὃ δὴ γεγονός, καὶ πίστεως ἔργα δείξας, ἔν τε δάκρυσι καὶ δεήσεσι, τοῦτο δὴ τὸ τοῦ προφήτου, ἤλατο ὡς ἔλαφος ὁ χωλὸς καὶ οἴκαδε ἀπῄει τοῖς ποσὶ χρώμενος. Τὰς μέντοι ῥάβδους τῷ ἱερῷ ναῷ ἐγκατέλιπεν, οἷά τινα τρόπαια τὴν κατὰ τῆς αὐτοῦ ἀσθενείας τῶν ἁγίων δύναμιν καὶ χάριν στηλιτεύοντα. Τὸν δὲ καὶ παράλυτον καὶ τυφλὸν πῶς οὐκ ἂν ἄρας ὁ λόγος, εἰς τὸ μέσον χειραγωγήσειε καὶ δείξαι τοῦτον, καὶ τῆς παραλύσεως ἀπαλλαγέντα, καὶ τῆς τυφλότητος ἐλευθερωθέντα; Ποταμηδὸν ἐπιῤῥεῖ μοι τὰ θαύματα τῶν ἁγίων, ὅθεν καὶ τὸν κόρον τοῦ λόγου φεύγων, τὴν ἐπιτομωτέραν βαδίσω καὶ ἁπλῶς τούτων ἐπιμνησθήσομαι.

Ἀνήρ τις παρὰ τὸν οὕτω καλούμενον Βαρδάριον ποταμὸν οἰκῶν, δαιμονίῳ κατείχετο πνεύματι, πᾶσαν αἰσχρολογίαν ἀφεὶς ἐκ τοῦ στόματος αὐτοῦ καὶ μηδὲν τῶν παρ’ αὐτοῦ λεγομένων ἢ πραττομένων εἰδώς. Οὗτος εἰς τοὺς ἁγίους ἀχθεὶς καὶ τυχὼν τῆς ἰάσεως καὶ τὸν ὑπὸ δαιμονικοῦ ζόφου συγκεκαλυμμένον νοῦν ἀναλάμψαντα πάλιν ἐσχηκώς, δουλεύειν ἐν τῷ ναῷ μετὰ πολλῆς ἀγαλλιάσεως ᾑρετίσατο, μᾶλλον καὶ αὐτὸς μετὰ τοῦ Δαβίδ, «ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου», λέγων, «εἰς τὰς αὐλὰς τοῦ Κυρίου»· καί, «ὅτι κρεῖσσον ἡμέραν μίαν ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας»· καί, «ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν». Τρία οὖν ἔτη ἐν τῷ τῶν ἁγίων τελέσας, ἀπῆλθεν οἴκαδε, τῆς τῶν ἁγίων ἀεὶ μεμνημένος χάριτος.

Ἄλλος λέπραν ἐξανθήσας καθ’ ὅλου τοῦ σώματος καὶ τοὺς πόδας πεπηρωμένος ἐκ τῶν Μογλένων ἐλθών, ᾐτεῖτο ἐν συνοχῇ πνεύματος, ὅ φησιν ἡ Γραφή, τῶν δυοῖν παθῶν θατέρου ἐλευθερωθῆναι. Ἀλλ’ ὁ ὑπερεκπερισσοῦ διδοὺς ὧν αἰτούμεθα Κύριος, διὰ τῆς τῶν ἁγίων πρὸς αὐτὸν παῤῥησίας, ἀμφοτέρων αὐτὸν ἀπήλλαξεν. Ἄλλος ἐκ γενετῆς ἄλαλος ὤν, ἔφθασέ τε καὶ εἰς γῆρας πῖον καὶ πάσης ἤδη θεραπείας ἀπεγνωκώς, διῆγεν οἴκοι, ἐπὶ τῇ ἀφωνίᾳ λύπης μόνον ἰατρὸν τὸν θάνατον ἐκδεχόμενος.

Ὑπνώττοντι γοῦν ἐφάνησαν αὐτῷ ἐκ τρίτου οἱ ἅγιοι, τήν τε πρὸς τὸν ναὸν προσέλευσιν ἡγούμενοι καὶ τὴν θεραπείαν ἐπαγγελόμενοι. Πεισθεὶς οὖν οἷς εἶδεν, ἄπεισιν εἰς τὸν θεῖον ναὸν κατ’ αὐτὴν τὴν λαμπρὰν καὶ μεγάλην Κυριακὴν τοῦ Πάσχα. Μετὰ δὲ τὴν τοῦ Εὐαγγελίου ἀνακήρυξιν, προσελθών, ὥστε τὴν ἱερὰν τοῦ Εὐαγγελίου βίβλον ἀσπάσασθαι, ὦ τοῦ θαύματος, ὁ ἐν τῇ ἀφωνίᾳ γεγηρακώς, τὸ «Κύριε, ἐλέησον», ἐβόα λαμπρᾷ τῇ φωνῇ. Καὶ οὕτως ἰαθείς, οἴκαδε ἐπανῆκε, πασχαλίους ὄντως διάγων ἡμέρας, οὐ τὰς τῆς τότε μόνον ἐνεστηκυίας ἑορτῆς, ἀλλὰ καὶ πάσας τὰς τῆς ὑπολειπομένης αὐτῷ ζωῆς.

Γυνὴ δέ τις πλούτῳ κομῶσα μοχθηροῦ τινος χυμοῦ ἐκ τῆς κεφαλῆς ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῆς καταῤῥεύσαντος, ἀφῃρέθη τοῦ βλέπειν· καὶ (οὐ) τοῦτο μόνον, ἀλλὰ καὶ ὑγρὸν ἰδεῖν ἀηδὲς ἐκ τῶν ὀμμάτων αὐτῆς ἀπέῤῥεεν, ὥστε μὴ μόνον τοῖς ἀλλοτρίοις, ἀλλ’ ἤδη καὶ τῷ συζύγῳ βδελυκτὸν εἶναι τὴν ἐλεινὴν ἐκείνην θέαμα. Αὕτη ἰατροῖς σχεδὸν τὸν ἅπαντα βίον προσαναλώσασα, ἐπειδὴ πάντα τοῦ πάθους ἀσθενέστερα εὗρεν, ἐπὶ τὴν ἀδάπανον ἰατρείαν ἔγνω καταφυγεῖν· καὶ τοῖς λειψάνοις πρόσεισι τῶν ἁγίων, αἰτεῖται τυχεῖν ἐλέους καὶ στῆναι κἂν γοῦν τὴν τοῦ βδελυκτοῦ ἐκείνου ὑγροῦ ἐκ τῶν ὀμμάτων ἀπόῤῥοιαν. Ὅτε τοίνυν εὐδόκησεν ὁ Θεὸς τὴν ἴασιν αὐτῇ δοῦναι, ὄναρ ὁρᾷ τοιοῦτον, καθάπερ αὐτὴ διηγήσατο· ἐδόκουν, φησίν, ἀετὸν ὑψόθεν καταπτάντα, ἐπὶ τῆς ἐμῆς καθεσθῆναι κεφαλῆς καὶ σκεπάσαι με ταῖς αὐτοῦ πτέρυξι. Διαταραχθεῖσα δὲ ἐπὶ τούτῳ, διανέστην τε τοῦ ὕπνου καὶ τὸν μὲν οὐκ ἔτι εἶδον· βλέπω δέ, ὡς ὁρᾶτε, ὑγιῶς καὶ ἀνεπιθολώτως. Ἀλλὰ μηδὲ τὸ παρὸν ἡμᾶς παρέλθοι ἀνεκδιήγητον. Ἐπῆλθόν ποτε στρατιῶταί τινες τὴν τῶν ἁγίων κόνιν θρασύτερον, ἄνδρες ἀδιαφόρως ζῶντες καὶ τὴν ἀγωγὴν τοῦ βίου ἐκμελεστέραν ἐπιτηδεύσαντες. Ὡς εἶδον αὐτοὺς οἱ τῆς ἐκκλησίας, τοῖς λεγομένοις κατηχουμένοις προσφυγόντες, τὰς θύρας ἐπέκλεισαν.

Εἷς δέ τις τῶν στρατιωτῶν ἰδὼν αὐτούς, ἱππότης (ὦ γνώμης τολμηρᾶς, ὦ ἀτάκτου φορᾶς) ἐπὶ τὴν ἐκκλησίαν εἰσήλαυνεν. Ἀλλ’ οὐκ ἔφθασεν τὸ προαύλιον εἰσελθεῖν καὶ σὺν τῷ ἵππῳ, πάντων ὁρώντων, ἀφανὴς γίνεται. Τοῦτο τοῖς ἄλλοις ἰδοῦσι φόβον ἐμποιῆσαν, δρομαίους ἀναχωρῆσαι τῆς μονῆς παρεσκεύασεν.

Οὐκ ἔστι μοι κόρος τὰ τῶν ἁγίων ἐκδιηγεῖσθαι τεράστια. Ὅθεν οὐδὲ τὴν ἐπὶ τῷ ἀνδρὶ γενομένην θαυματουργίαν παραλίποιμι ἀδιήγητον. Ὃς πολλάκις μὲν ὀκτὼ μεγίστους ἄρτους φαγὼν (οὓς εἴωθε τὸ τῶν Βουλγάρων γένος ποιεῖν, ὡς εἶναι τὸν ἕνα ἄρτον ἱκανὸν εἰς δέκα ἄνδρας ἢ καὶ πλείους τυχὸν ἐμπλησθῆναι εἰς κόρον) ἔτι πείνης κατείχετο. Ποτὲ δὲ καὶ κριὸν ὅλον βεβρωκώς, ὡς νῆστις διέκειτο.

Ἔλεγε δέ ποτε καὶ ταῦρον ὅλον μὴ ἀρκέσαι εἰς βρῶσιν αὐτῷ. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν καὶ ληνὸν ὅλον βοτρύων κατέφαγε. Πάντως δὲ τοῦτο δαιμόνων ἦν. Τὰ γὰρ παρὰ φύσιν πάθη δαιμόνων ἐνοχλήματα τίθημι. Αἴσθησιν δὲ τοῦ πάθους λαβὼν ὁ ἄνθρωπος, ᾐσχύνετο μέν, οὐκ ἔχων δὲ ὃ καὶ δράσειε, τοὺς ἀνὰ πάντας τόπους ἐν ἁγίοις θαυματουργοὺς περιῄει, ὥστε καὶ τῇ Ῥώμῃ ἐπιφοιτῆσαι, τὴν τοῦ μεγάλου καὶ κορυφαίου Πέτρου τῶν ἀποστόλων ἐπικαλούμενος δύναμιν. Ἐπεζήτησε δὲ καὶ τὸν ἅγιον Εἰρηναῖον, πολὺν καὶ αὐτὸν ᾀδόμενον ἐν τοῖς θαύμασιν. Ὡς δὲ τῆς αἰτήσεως οὐκ ἐτύγχανε, μόγις εἰς μνήμην ἔρχεται τῶν καθ’ ἡμᾶς τούτων ἁγίων· καὶ δὴ τὴν πρὸς αὐτοὺς πορείαν στέλλεται. Ὅτε δὲ τὰ ἐπιτείχια τῆς πόλεως εἶδε πόῤῥωθεν καὶ τὸν ναόν, ἔνθα οἱ ἅγιοι ἔκειντο, ἦλθεν ἐπί τι ὕδωρ καὶ εὗρε γέροντα παρὰ τὴν διέξοδον τοῦ ὕδατος ἀνακείμενον.

Καὶ ὁ γέρων χαριεντέστατος τῷ εἴδει, τὴν τῆς πολιᾶς λευκότητα ἔχων ἐπιεικῶς αὐτῷ ἐπιτρέπουσαν· καὶ ἰδοὺ ἔμπροσθεν τοῦ γέροντος ἄρτος. Ὁ τοίνυν τῷ ῥηθέντι πάθει ἀκατάσχετος ἄνθρωπος, προεθυμεῖτο μὲν ζητῆσαι τροφὴν τῷ γέροντι, λογιζόμενος δὲ ὡς βραχὺς μὲν ὁ ἄρτος, οὐ μᾶλλον αὐτὸν παύσει τῆς πείνης ἢ τὴν ὄρεξιν ἐρεθίσει, τὴν προθυμίαν ἐξεκόπτετο. Ἐν ὅσῳ δὲ ταῦτα διελογίζετο, προσκαλεῖται τοῦτον ὁ γέρων καί, δεῦρο, φησίν, ἀδελφέ, καὶ συνανακλίθητι καὶ τοῦ ἄρτου ἄμφω γευσώμεθα. Ὁ δὲ πάλιν τὰ αὐτὰ λογιζόμενος καὶ τὴν τοῦ ἄρτου βραχύτητα τῷ ἀκορέστῳ αὐτοῦ πάθει ἀντιμετρῶν καὶ διὰ τοῦτο πρὸς τὴν φιλάνθρωπον τοῦ γέροντος ἀναβαλλόμενος πρόσκλησιν, τέλος πείθεται καὶ συγκάθηται τῷ γέροντι. Ὁ δὲ διχῇ κλάσας τὸν ἄρτον καὶ θάτερον τῶν διχοτομημάτων πάλιν εἰς δύο τεμών, τὸ ἥμισυ τῶν δυοῖν τούτων τμημάτων, τὴν τοῦ ἄρτου, φημί, τετάρτην μερίδα, εἰς βρῶσιν τῷ ἀκορέστῳ ἐκείνῳ δέδωκε. Καὶ ἔφαγε καὶ ἐνεπλήσθη καί τι μέρος αὐτῷ ἐπερίσσευσεν. Ὃ ἐπιφερόμενος εἰσῆλθεν εἰς τὴν μονήν, ἕως τούτου μόνον ἀκόρεστος ὤν· τοῦ λοιποῦ δὲ τὴν εἰς τὸν Θεὸν καὶ τοὺς ἁγίους εὐχαριστίαν οὐ διέλιπεν ἀναφέρων καθεκάστην. Καὶ ταῦτα μὲν οὕτως τὰ κατὰ τῶν ἁγίων ἱερομαρτύρων.