Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τοὺς ἁγίους πεντεκαίδεκα μάρτυρας τοὺς ἐν Τιβεριουπόλει

Θεοφύλακτος Βουλγαρίας

Η ταφή των λειψάνων και οι βαρβαρικές επιδρομές

Ο ενταφιασμός των μαρτύρων, τα πρώτα θαύματα και η καταστροφή της Τιβεριούπολης από βαρβαρικά έθνη, που οδήγησε στην κατάχωση των ιερών λειψάνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 5 από 9

Καὶ τὰ μὲν τῆς τιμίας χειρὸς τοῦ ἁγίου οὕτως ἔσχεν. Ἐπεὶ δέ, τελειωθέντων τῶν ἁγίων κατὰ τὴν εἰκοστὴν ὀγδόην τοῦ Νοεμβρίου μηνός, ἐπὶ πολλὰς ἡμέρας ἀτίμως ἔκειντο ἐῤῥιμμένα τὰ τίμια τούτων σώματα εἰς βρῶσιν τοῖς κυσὶ καὶ θηρίοις καὶ πετεινοῖς, μηδὲ τῆς νενομισμένης τῇ κοινῇ φύσει ταφῆς τυγχάνοντα· διετηροῦντο μὲν τῇ παντοκρατορικῇ θείᾳ δεξιᾷ τοῦ τὰ πάντα ἐφορῶντος καὶ τῇ ἐπισκιάσει τοῦ παντουργοῦ καὶ παναγίου Πνεύματος, ἀνύβριστα καὶ ἀλώβητα· ἐθαυμάζετο δὲ καὶ ἐπὶ τούτοις παρὰ τῶν βλεπόντων Χριστὸς ὁ Θεός. Οὐ μέντοι προσελθεῖν ἐτόλμων καὶ ταφῆς ἀξιῶσαι ταῦτα, τὴν Οὐάλεντος καὶ Φιλίππου πικρίαν πρὸ ὀφθαλμῶν ἔχοντες. Ἐπεὶ δὲ ἐκεῖνοι μὲν εἰς Θεσσαλονίκην πάλιν ὑπανεχώρησαν, ἀδείας δὲ βραχείας οἱ χριστιανοὶ ἐπιλαβόμενοι, συναχθέντες καὶ τὰ τίμια τῶν μαρτύρων σώματα ἐντίμως, ὥσπερ καὶ ἦν εἰκός, ἀνελόμενοι καὶ καθαραῖς σινδόσιν αὐτὰ ἐνειλήσαντες, καὶ ὅσα ὁ νόμος χριστιανοῖς δίδωσιν, ἀφοσιωσάμενοι μετὰ λαμπάδων καὶ θυμιαμάτων (ἵνα ταῖς μὲν τὸ διαδεξάμενον ἀνέσπερον φῶς, τοῖς δὲ τὴν ἀγαλλίασιν τῆς τοῦ παραδείσου εὐωδίας ἐπισημαίνωνται), Τιβεριουπόλει ἐναποτίθενται ἕκαστον ἐν ἰδίᾳ λάρνακι· αἷς τό τε ὄνομα ἑκάστου ἐπεγέγραπτο καὶ τίνα βίον ἔσχε καὶ ποῖον κατὰ Χριστοῦ ἀξίωμα.

Τὰ μέντοι θαύματα οὐ μόνοις τοῖς ἐγχωρίοις ἐχορήγουν ἀφθόνως, ἀλλ’ ἤδη καὶ ἄχρι τῆς ὑπερορίας φθάνοντα, τῆς τοῦ Χριστοῦ δυνάμεως ἀπερίγραπτοι τυγχάνοντες μάρτυρες. Ὅσοι γάρ, ἢ δαίμοσιν ἐνοχλούμενοι ἢ σώματος ἑτέραις ἀσθενείαις ταλαιπωρούμενοι, ταῖς τῶν ἁγίων προσίεσαν λάρναξιν, ἑτοίμως τὰς ἰάσεις ἐλάμβανον, ὥστε καὶ πολλοὺς τῶν Ἑλλήνων τοῖς θαύμασι τούτοις ἐναχθῆναι πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν καὶ προσελθόντας τῇ τοῦ Χριστοῦ πίστει σημειωθῆναι τῷ θείῳ βαπτίσματι καὶ μήτε ἐν Τιβεριουπόλει ἐναπολειφθῆναί τινα τῶν ἀσεβῶν, μήτε ἐν πάσῃ τῇ περιχώρῳ καὶ τοῖς ὁρίοις αὐτῆς· μᾶλλον μὲν οὖν, ὃ καὶ μικρὸν ἀνωτέρω εἴρηται, καὶ τοῖς λοιποῖς τῆς Δύσεως μέρεσιν ἐφαπλωθῆναι τὴν πίστιν ἐκ τῆς τῶν θαυμάτων δυνάμεως, ὥστε γενέσθαι τὴν Τιβεριούπολιν περιφανῆ τινα πυρσόν, ταῖς ἄλλαις δυτικαῖς πόλεσι τὸ τῆς πίστεως φῶς πυρσεύουσαν καὶ τοὺς ἐν τῷ πελάγει τῆς ἀπιστίας σκοτεινῆς πλάνης ἀνακαλουμένην.

Ἄχρι μὲν οὖν πολλοῦ εἰρήνην τε ἦγε τὰ πράγματα καὶ παντοίαν κατάστασιν καὶ εὐταξίαν· καὶ πᾶσα πόλις καὶ χώρα ἐν γαλήνῃ σταθηρᾷ τὸ πρὸς Χριστὸν σέβας, ὡς εἰκὸς ἦν, ἐνδιεφύλαττε. Ἐπεὶ δὲ μετὰ πολλῶν κύκλους ἐνιαυτῶν ἔθνος τι βάρβαρον Ὄμβροι λεγόμενοι, ἐκ τοῦ μεσημβρινοῦ κλίματος ἐπελθόντες τοῖς Τιβεριουπόλεως μέρεσιν, ἄλλας τε πόλεις πολλὰς καὶ ταύτην ἠρήμωσε, τοὺς μὲν τῶν οἰκητόρων ξίφει καταναλώσαντες, τοὺς δὲ καὶ ἀνδραποδισάμενοι, τά τε τῶν ἄλλων οἰκοδομημάτων κάλλη καὶ τὰ τῶν θείων ναῶν διηδάφισαν, καὶ καταπεπτωκότων ἕως ἐδάφους· ὅτε δὴ καὶ αἱ τῶν ἁγίων λάρνακες τῷ περιέχοντι ταύτας νεῷ καταπεσόντι ἐγκατεχώσθησαν, ὥστε τῇ γῇ συγκεκαλύφθαι καὶ εἶναι τοῖς πᾶσιν ἄγνωστοι.

Ἐκποδὼν δὲ γενομένου τούτου τοῦ ἔθνους, ἕτερον ἐπεισῆλθεν ἀνομώτατον καὶ ὠμότατον, οἱ λεγόμενοι Βούλγαροι ἐκ τῶν τῆς Σκυθίας μερῶν, ποταμὸν Ἴστρον οὕτω λεγόμενον διαπεράσαντες, καὶ βαρεῖα μάστιξ παρὰ Θεοῦ ἀφεθὲν τοῖς τῆς Δύσεως μέρεσιν. Οἳ Χριστοῦ μὲν ὄνομα οὐδ’ ᾔδεσαν, σκυθικῇ δὲ ἀφροσύνῃ δουλεύοντες, ἡλίῳ τε καὶ σελήνῃ καὶ τοῖς λοιποῖς ἄστροις· εἰσὶ δὲ οἳ καὶ τοῖς κυσὶ θυσίας προσέφερον. Οὕτως ἐπεσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία καὶ ἐλάτρευσαν τὴν κτίσιν παρὰ τὸν Κτίσαντα. Ἐπεὶ δὲ πᾶσαν τὴν Ἰλλυρίδα χώραν, τήν τε παλαιὰν Μακεδονίαν, ἄχρι τῆς Θεσσαλονικέων πόλεως, τά τε τῆς παλαιᾶς Θρᾴκης, τὰ περὶ Βερόην φημὶ καὶ Φιλιππούπολιν, τά τε ἀνώτερα ὑφ’ ἑαυτοὺς ἐποιήσαντο, κατέσχον μὲν τὰς χώρας ὡς οἰκήτορες βέβαιοι· ἤμειβον δὲ τοὺς ἑκάστης οἰκήτορας, τοὺς μὲν τῶν ἑκατέρων πόλεων εἰς τὰς ἀνωτέρω μετοικίζοντες, τοὺς τούτων δὲ πάλιν εἰς ἐκείνας μετάγοντες· ὡς δούλοις μέντοι πᾶσιν ἁπλῶς καταχρώμενοι οἱ πάσης ἀπονοίας δοῦλοι καὶ τοῦ ἀληθινοῦ Δεσπότου ἀποστάται. Ἀλλ’ οἵ γε ὑπὸ τούτους χριστιανοί, τὴν πατρῴαν καθαρωτάτην πίστιν κατέχοντες, ἐν ταῖς ἑκάστοτε πρὸς αὐτοὺς ὁμιλίαις τὸ κατὰ Χριστὸν παρεισῆγον δόγμα καὶ τὸ τοῦ Εὐαγγελίου φῶς, ὡς ἐνῆν, αὐτοῖς ἀπεκάλυπτον.

Ἐκεῖνοι δὲ ἐκάμμυσαν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, κατὰ τὸ προφητικὸν λόγιον, τὸ φάσκον· βλέποντες γὰρ βλέψουσι καὶ οὐ μὴ ἴδωσι· καὶ ἀκούοντες ἀκούσουσι καὶ οὐ μὴ συνίσουσιν.