Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τοὺς ἁγίους πεντεκαίδεκα μάρτυρας τοὺς ἐν Τιβεριουπόλει

Θεοφύλακτος Βουλγαρίας

Το μαρτύριο του Ενραβωτά και ο εκχριστιανισμός των Βουλγάρων

Η αιχμαλωσία του Κινάμωνος, η κατήχηση και το μαρτύριο του Ενραβωτά, και ο μετέπειτα βαπτισμός του ηγεμόνα Βόρη και του βουλγαρικού λαού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 6 από 9

Πεπώρωται γὰρ αὐτῶν ἡ καρδία, ἵνα μὴ τοῖς ὀφθαλμοῖς ἴδωσι καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ ἐπιστραφῶσι καὶ ἰάσωμαι αὐτούς. Διό, ὡς οὐδὲ ἐγίνωσκον, οὐδὲ συνίεσαν, ἐν σκότει διεπορεύοντο. Κρούμου δέ τινος τῶν Βουλγάρων ἄρχοντος ἄλλας τε πολλὰς πόλεις τῶν Ῥωμαίων καταδραμόντος καὶ τὴν περιώνυμον ἑλόντος Ἀδριανούπολιν καὶ τοὺς ταύτης ἐξανδραποδισαμένου οἰκήτορας καὶ πρὸς τὰς ποῤῥωτέρω πόλεις, ἃς προκατέχων ἦν, μετοικίσαντος, ἐν τοῖς μετοικισθεῖσι τούτοις ἦν τις ἀνὴρ Κινάμων ὀνόματι, καὶ τὸ μὲν ἔξωθεν εἶδος λαμπρὸς καὶ ὡραῖος, τὴν δὲ ψυχικὴν εὐπρέπειαν τῶν κατ’ αὐτὸν γενομένων ἐπισημότερος καὶ θεοειδέστερος.

Οὗτος ἐν τῇ τῶν αἰχμαλώτων διανομῇ τῷ τοῦ Κρούμου υἱῷ Ὀμβριτάγῳ ἀπεκληρώθη. Ἀγαπώμενος δὲ ὑπὸ τούτου δὴ τοῦ δεσπότου καὶ τῶν λοιπῶν πάντων διὰ τὸ ἐν πᾶσιν ἀπαράμιλλον προκρινόμενον, τοῦτο μόνον ἐκεῖνον ἀνιῶν ἦν, ὅτι περὶ τὴν θρησκείαν αὐτῶν διεφέρετο. Ὅθεν καὶ πᾶσαν ἐποιεῖτο σπουδὴν ὁ βάρβαρος ἀποστῆσαι τοῦτον Χριστοῦ.

Καὶ δὴ πρῶτον ταύτην πεῖραν καθίησι· λαμπράν τινα θυσίαν ἐπιτελέσας καὶ ἐπὶ ταύτῃ πολυτελῆ παρασκευασάμενος τράπεζαν, κελεύει τὸν γενναῖον Κινάμωνα συνανακλιθῆναι καὶ συνεστιασθῆναι τοῖς λοιποῖς ἄρχουσιν. Ὁ δὲ τοῦ Παύλου μαθών, ἢ τό γε ἀληθέστερον εἰπεῖν, ὅτι μεμνημένος ἦν καλῶς πρότερον, ὡς οὐκ ἔστι Χριστῷ πρὸς Βελίαρ συμφώνησις, οὐδὲ δυνατὸν τοὺς Χριστῷ πιστεύοντας «ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων», τὴν συνεστίασιν παρῃτήσατο.

Ὡς δὲ ὁ βάρβαρος ἐνέκειτο ἀναγκάζων αὐτὸν τῶν εἰδωλοθύτων μεταλαβεῖν, ἐνθέου παῤῥησίας πλησθεὶς ὁ ἀνήρ, ὡμολόγησε τρανῶς ὅτι χριστιανὸς ὢν καὶ Χριστῷ λατρεύω τῷ ἀληθινῷ Θεῷ, ὃς οὐρανόν τε καὶ γῆν ἐποίησε καὶ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ τὸν ἄνθρωπον οἰκείαις πλάσας χερσὶ καὶ λόγῳ τιμήσας, εἶτα καὶ παραπεπτωκότα φιλανθρώπως ἀνορθωσάμενος καὶ τὴν ἀληθῆ θεογνωσίαν τῷ λόγῳ τιμηθεῖσιν ἡμῖν παρεχόμενος, μέλλει πάλιν ἔρχεσθαι κριτὴς ζώντων καὶ νεκρῶν, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ καὶ ἀπαιτήσων ἑκάστῳ ὃ παρέθετο. Τούτῳ οὖν πιστεύω καὶ τὴν παρακαταθήκην τῆς πίστεως τηρῆσαι σπουδάζω. Οὓς δὲ παντοίους ὑμεῖς σέβεσθε θεούς, δαιμόνια ὄντως ἴσημι, ὡς παρὰ τῆς θείας ἐδιδάχθην Γραφῆς, «πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν», λεγούσης, «δαιμόνια».

Εἰ δέ μοι προφέρεις ἥλιον καὶ σελήνην καὶ τὴν τούτων λαμπρότητα θαυμάζειν ἀναγκάζεις, ἄκουε ὅτι θαυμάζω μὲν καὶ αὐτὸς ταῦτα, πλὴν ἀλλ’ ὡς κτίσματα καὶ δοῦλα καὶ ὑποχείρια, οὐ μόνον Θεοῦ, ἀλλὰ καὶ ἡμῶν τῶν ἀνθρώπων.

Ὥστε γὰρ ἡμῖν ὑπηρετεῖν ὑπὸ τοῦ Δημιουργοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθησαν καὶ διὰ τοῦ κάλλους τούτων χειραγωγούμενος ἀναβαίνω πρὸς τὸν δημιουργήσαντα. Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ Δημιουργὸς καθορᾶται· καὶ ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης ἀπὸ κτίσεως κόσμου ἐμφαίνεται τοῖς ποιήμασιν. Εἰ γὰρ ταῦτα τοιαῦτα, ὁποῖον τὸ κάλλος ἐκείνου; Οὐ τοίνυν ταῦτα προσκυνήσω, μὴ γένοιτο, ἀλλὰ τὸν ταῦτα πεποιηκότα καὶ προσκυνήσω καὶ σεβασθήσομαι πᾶσι τρόποις, ὅς ἐστι Χριστός, ὁ σὺν Πατρὶ καὶ Πνεύματι παρ’ ἡμῶν λατρευόμενος. Ὀμβριτάγος δὲ οὐ πράως ἐνεγκὼν ταῦτα, ἀλλὰ θυμοῦ πλησθείς, (καὶ τί γὰρ ἡ βάρβαρος ψυχὴ καὶ αἱμοχαρής;) προσέταξεν ἀνηλεῶς αὐτὸν τύπτεσθαι. Μὴ ἐξουθένει, λέγων, τοὺς ἡμετέρους θεούς, ὧν δυνάμεως μέγα σημεῖον τὸ πᾶσαν τὴν Ῥωμαίων ὑπέχειν ἡμῖν, τοῖς προσκυνοῦσιν αὐτούς. Εἰ γὰρ ὁ σὸς Χριστὸς ἀληθὴς Θεὸς ἦν, ὡς σὺ φής, πάντως ἂν ὑμῖν συμμαχῶν ἀκαταδουλώτους ὑμᾶς ἐτήρησεν, ὡς ἀγαπώμενος καὶ λατρευόμενος παρ’ ὑμῶν. Ταῦτα εἰπών, κελεύει σιδηρόδετον τοῦτον παραδοῦναι εἱρκτῇ. Ἦν οὖν καθειργμένος ὁ τοῦ Χριστοῦ δοῦλος ἄχρι τῆς τελευτῆς Ὀμβριτάγου.

Ἐπεὶ δὲ οὗτος ἐξ ἀνθρώπων ἐγένετο, ἐπὶ τρισὶν υἱοῖς καταλύει τὸν βίον· ὧν τῷ μὲν πρεσβυτέρῳ ὄνομα, Ἐνραβωτᾶς· τῷ δὲ ἑτέρῳ, Ζβηνίτζης· τῷ δὲ λοιπῷ, Μαλωμηρός· ᾧ δὴ καὶ ἡ τοῦ πατρὸς ἀπεκληρώθη ἀρχή. Ὁ δὲ Ἐνραβωτᾶς, ὃς καὶ Βοΐνος ἐπωνομάζετο, ἐπεμνήσθη θείᾳ πάντως προμηθείᾳ τοῦ χριστιανικωτάτου Κινάμωνος καὶ δὴ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Μαλωμηρὸν πέμψας, ἀξιοῖ ἀναζητῆσαί τε τὸν Κινάμωνα μεμεριμνημένως καὶ εὑρεθέντα πρὸς αὐτὸν στεῖλαι. Ὁ δέ, οὐκ ἐν παρέργῳ τὴν ἐντολὴν τοῦ ἀδελφοῦ θέμενος, ἐζήτησε τὸν ἄνδρα· καὶ εὑρὼν ἐν τῇ φυλακῇ, λιμοῦ, εὐρῶτος ἀνάμεστον, ἄχροον, ἐκτετηκότα, τοῦ πάλαι Κινάμωνος, ὡς εἰπεῖν, εἴδωλον· ἐξαγαγὼν καὶ κομιδῇ ἀξιώσας, ὡς ἐγχωροῦν ἦν, στέλλει πρὸς τὸν ἀδελφὸν αὐτοῦ Ἐνραβωτᾶν.

Ἐλθόντα δέ, ὡς εἶδεν ἐκεῖνος διὰ πάντων τὴν ἐκ τῆς εἱρκτῆς ἐμφαίνοντα κάκωσιν καὶ τὴν τοῦ σώματος ἀλλοιωθέντα κατάστασιν καὶ χρόνου πρὸς ἀναγνωρισμὸν δεομένου, τὴν αἰτίαν ἠρώτα τῆς ἀλλοιώσεως. Ὁ δέ, τὴν ἐκ τῆς εἱρκτῆς καὶ τῶν σιδήρων ἐξηγησάμενος κάκωσιν, τελευταῖον περὶ τῆς τοῦ σώματος φιλοσοφήσας ταπεινότητος, τί καινόν, λέγων, εἰ τὸ φθαρτὸν τὰ τῆς φθορᾶς ὑποδέχεται, ὃ σκωλήκων καὶ σήψεώς ἐστι γένεσις; Ἑτέρου δεῖ φροντίζειν ἡμᾶς, τοῦ ἀφθάρτου καὶ ἀθανάτου, λέγω δὴ τῆς ψυχῆς, τοῦ ἔσω καὶ κυρίως ἀνθρώπου· ὅν, ὅσῳ μὲν ὁ ἔξωθεν ἄνθρωπος φθείρεται, τοσοῦτον ἀνακαινούμενον καὶ ἀνεγηγερμένον καὶ εἰς οὐρανοὺς κούφως καὶ ῥᾳδίως ἀνιπτάμενον τὸν ἔσω εἴδομεν. Ὡς δὲ καὶ τὴν αἰτίαν ἠρωτήθη παρὰ τοῦ Ἐνραβωτᾶ καὶ τὸν τρόπον δι’ ἣν ταῦτα πάθειεν, διὰ τὴν εἰς Χριστὸν πίστιν Κινάμων αἰτίαν αὐτῷ γενέσθαι τῆς τοιαύτης κακώσεως ἀπεκρίνατο· δι’ ἣν οὐ κάκωσιν ἐγὼ ταῦτα νομίζομαι, φησίν, ἀλλὰ πάσης τρυφῆς ἥδυσμα ἥγημαι. Τί δὲ οὐ μέλλω τοσούτους πρὸ ἐμοῦ ὁρῶν μάρτυρας, παντὸς μὲν ὀργάνου βασανιστηρίου καταφρονήσαντος, πῦρ δὲ καὶ ξίφος καὶ θυμοὺς θηρίων, ἴσα καὶ παίδων λογισαμένους νηπίων φόβητρα καὶ τοξεύματα, μόνον ἵνα τὴν εἰς Χριστὸν πίστιν ἀλώβητον διασώσωσιν; Οἳ καὶ θανόντες, εἰς τὴν αἰώνιον καὶ ἀθάνατον ζωὴν μετετέθησαν.

Τοίνυν Ἐνραβωτᾶς οἱονεὶ τρωθεὶς τὴν καρδίαν τῷ γλυκεῖ βέλει τῆς ἀγάπης τοῦ γλυκυτάτου Ἰησοῦ, εἰς νοῦν τε λαβὼν τοὺς λόγους τοῦ σοφωτάτου Κινάμωνος καὶ ὡς ἀγγίστρῳ δέλεαρ τούτους ἀφαρπάσας, τὴν εἰς Χριστὸν πίστιν ποθεῖ καὶ συμφλέγεται· ἠγάπα τε τὸν ἄνδρα καὶ συνεχῶς εἰς λόγους ἰών, ἠρώτα περὶ τῆς τῶν χριστιανῶν πίστεως. Καὶ μανθάνων τὸ μέγα τῆς εὐσεβείας μυστήριον καὶ συγκρίνων τῇ τούτου καθαρότητι τὴν τῆς βουλγαρικῆς θρησκείας ἀκαθαρσίαν καὶ τῇ τοῦ θείου λόγου στεῤῥότητι (τὴν) τῆς γε ἐκείνων ἀλογίας σαθρότητα, τὴν ἀθεΐαν βδελυξάμενος, τὴν θεοσέβειαν ἐπασπάζεται, πιστεύει τε καὶ τὸ βάπτισμα δέχεται. Καὶ ἀπὸ τοῦδε νηστείαις σχολάζει καὶ προσευχαῖς καὶ τοῖς ἄλλοις πᾶσιν, οἷς ὁ ἀκριβὴς Χριστιανὸς χαρακτηρίζεται καὶ γνωρίζεται.

Μαθὼν δὲ ταῦτα ὁ ἀδελφὸς αὐτοῦ Μαλωμηρὸς καὶ ἐν δεινῷ τὸ γεγονὸς θέμενος, μετακαλεῖται τὸν ἀδελφὸν αὐτοῦ Ἐνραβωτᾶν· καὶ δὴ ζηλώσας ὑπὲρ τῶν πατρῴων θεῶν, οὐχ ὡς ἀδελφῷ προσηνέχθη τῷ Ἐνραβωτᾷ, ἀλλ’ ὡς ἀποστάτῃ πατροπαραδότου θρησκείας. Ἢ ἀποστῆναι παρεγγυῶ τοῦ ἀλλοτρίου Θεοῦ ἢ (τοὺς δημίους δείξας καὶ τὸ ξίφος) ἐκείνοις, φησίν, ἴσθι τὴν σήμερον παραδοθησόμενος. Ὁ δέ, τὸν διὰ Χριστὸν ἑλόμενος θάνατον, καὶ διψῶν τούτῳ μᾶλλον ἢ ὁ ἀδελφὸς αἵματι, εὐθέως πρὸς τὸν ἀδελφὸν τοιάδε ἀποκρίνεται λέγων· οὐδείς με χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐ πῦρ, οὐ ξίφος, οὐ μάστιγες, οὐκ ἄλλη τις δεινὴ βάσανος. Καλόν μοι τὸ ἀποθανεῖν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ, ἢ ζῆν με μετὰ ἀσεβῶν αἰσχρῶς καὶ παρανόμως. Ἢ οὐκ ἀκούω τοῦ προφήτου Δαβὶδ διαῤῥήδην βοῶντος καὶ λέγοντος, «ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω»;

Καὶ πάλιν, «ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν», τῆς τῶν ἀπίστων δηλαδὴ ὁμονοίας καὶ συναφείας. Ἀλλὰ καὶ ὁ Σολομῶν, «θυσίαι ἀσεβῶν», φησί, «βδέλυγμα Κυρίῳ»· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.

Τίς κοινωνία σκότους πρὸς φῶς; Ἢ τίς μετοχὴ Χριστῷ πρὸς Βελίαρ, τίς δὲ συνάφεια πιστῷ μετὰ ἀπίστου καὶ καθαρῷ μετὰ ἀκαθάρτου; Ὅμως, τί τὰ πολλά; Ἑνὶ λόγῳ, τὰ μὲν ἀγάλματα τῶν Ἑλλήνων ὡς ἄθεα καὶ ἀκάθαρτα βδελύσσω καὶ ἀποστρέφομαι σὺν πάσῃ τῇ λατρείᾳ αὐτῶν. Τὸν δὲ Χριστόν, ὡς ἀληθῆ Θεὸν καὶ Δημιουργόν, σέβομαι καὶ τιμῶ καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμω. Ταῦτα ἀκούσας ὁ ἄθεος καὶ παράνομος ἀδελφὸς αὐτοῦ, εὐθὺς τὴν διὰ ξίφους ἀπόφασιν αὐτῷ ἐναμείβεται. Ἐν ὅσῳ δὲ πρὸς τὸν τῆς σφαγῆς ὑπήγετο τόπον, θείου μὲν πληροῦται Πνεύματος, ἐκλαλεῖ δὲ προφητικῶς καὶ περὶ τῶν μελλόντων, ὡς ἄρα ἡ πίστις αὕτη, λέγων, δι’ ἧς ἐγὼ τελειοῦμαι σήμερον, ἐφαπλωθήσεται καὶ πλατυνθήσεται κατὰ πάσης τῆς βουλγαρικῆς γῆς, κἂν ὑμεῖς τῷ ἐμῷ θανάτῳ συστεῖλαι ταύτην νομίζετε· παντὶ δὲ τόπῳ τὸ σημεῖον τοῦ σταυροῦ ἐμπαγήσεται καὶ οἱ θεῖοι οἶκοι ἀνοικοδομηθήσονται καὶ ἱερεῖς καθαροὶ τῷ καθαρῷ Θεῷ καθαρῶς λειτουργήσουσι· θυσίαι αἰνέσεως καὶ ἐξομολογήσεως τῇ ζωοποιῷ Τριάδι προσαχθήσονται.

Εἴδωλα δὲ καὶ οἱ αὐτῶν βωμοὶ καὶ ἀνίεροι ναοὶ συντριβήσονται καὶ εἰς τὸ μὴ ὂν οὐκ ὄντες ἔσονται. Καὶ σὺ δὲ αὐτός, οὐ πολλῶν ἐτῶν ἐν τῷ μέσῳ παραῤῥυέντων, τὴν ἀθλίαν ψυχὴν κακῶς ἀποῤῥίψεις, μηδὲν τῆς ὠμότητος ἀπονάμενος. Ταῦτα λαμπρῶς ἀποθεσπίσας ὁ τοῦ Χριστοῦ ἀθλητής, τὴν κεφαλὴν τῷ δημίῳ ὑπέκλινε καὶ τὸν ζωηρὸν διὰ τοῦ ξίφους ὑπεδέξατο θάνατον, τὴν τιμίαν ψυχὴν εἰς χεῖρας Θεοῦ παραθέμενος. Μαλωμηρῷ δὲ μετὰ ταῦτα τρεῖς ἐπιβεβιωκότι ἐνιαυτούς, τὸ τῆς δίκης ἄωρον δρέπανον τὸν τῆς ζωῆς θερισμὸν αὐτῷ ἐπήνεγκε. Διεδέξατο δὲ τὴν τῶν Βουλγάρων ἀρχὴν ὁ τοῦ Ζβηνίτζη υἱός, αὐτοῦ δὲ ἀνεψιός.

Ἀλλὰ γὰρ ἐνταῦθα βλέπε μοι τὴν τοῦ Θεοῦ ἄμετρον σοφίαν· ὃς πολλάκις ὠθεῖ πρὸς τὰ ἄνῳ τὴν ἀνθρωπίνην ψυχὴν διὰ θλίψεων καὶ στενώσεως, ὥσπερ (ὁ) ὑδραγωγὸς ὕδωρ (διά) τὴν τῶν σωλήνων στενωσίαν ἐκβραζόμενος.

Ὅρα δὲ καὶ ψυχῆς ἀγαθῆς σύνεσιν, ἐπιγνούσης τὸ θεῖον Θεοῦ θέλημα. Ἐπεὶ γὰρ τὴν ἀρχὴν ὁ ῥηθεὶς διεδέξατο Βορίσης ὁ θαυμάσιος, Φράγγων νέφος τὴν Βουλγαρίαν πᾶσαν ἐκάλυψε. Συνεπετέθη δὲ τούτῳ καὶ λιμὸς δεινός.

Εἶχε δὲ τὸ τῶν Βουλγάρων οὕτω γένος κακῶς καὶ πολεμίῳ ξίφει καὶ λιμοῦ ἀγχόνῃ φθειρόμενον. Ἀλλ’ ὅ γε Βορίσης καίτοι παῖς ὢν ἐπέγνω τε τὴν θείαν μάστιγα καὶ ὡς ἐπάγει ταύτην ὁ παιδευτὴς Πατὴρ καὶ Δεσπότης, ἐπιστρέψαι θέλων τοὺς υἱοὺς καὶ δούλους πρὸς τὴν ἀλήθειαν, περὶ ὧν υἱῶν ὁ Θεοπάτωρ Δαβὶδ φησίν· «ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες»· ἀμέλει τότε τῷ βασιλεῖ Ῥωμαίων καὶ τῇ συγκλήτῳ διαπρεσβεύεται (Μιχαὴλ ἄρα τότε τὴν βασιλείαν εἶχεν ὁ Θεοφίλου υἱός) ὡς ἂν συνθήκας εἰρήνης ποιησάμενος, τοῦ λοιποῦ γαληνιαῖον βίον καὶ ἀτάραχον, ἤρεμόν τε καὶ ἡσύχιον διάγοιεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι· καὶ τί γὰρ εἰ ἀληθῶς ἀδελφικῶς μετ’ ἀλλήλων διάγοιεν ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ; Καὶ προσετίθει πίστιν ἀσφαλῆ, τὸ καὶ αὐτὸς τὸ θεῖον δέξασθαι βάπτισμα. Ἠξίου δὲ καὶ ἱερεῖς πρὸς αὐτὸν σταλῆναι, ὡς ἂν πάντα τὸν χριστιανισμὸν αὐτοῖς παραδώσοντας. Ῥωμαῖοι δέ, τὸ μηδέποτε παρὰ Βουλγάρων ἐλπισθὲν αὐτοῖς, τὸ περὶ τῆς εἰρήνης μήνυμα, ἀσμένως δεξάμενοι, πάντα διὰ τάχους ἐτέλεσαν. Βαπτίζεται τοίνυν Βορίσης καὶ Μιχαὴλ ἐκ τοῦ λουτροῦ τῆς ἁγίας κολυμβήθρας ἐπονομάζεται, τῷ βασιλεῖ Ῥωμαίων (αὐτοῖς φασι) χαριζόμενος, τῷ ἐπ’ ὀνόματι αὐτοῦ κληθῆναι. Καὶ γὰρ δὴ αὐτὸν ἀναδέξασθαι, εἰ καὶ μὴ σωματικῶς παρῆν.

Συνεβαπτίσθησαν δὲ αὐτῷ, καὶ ὅσον ἐν Βουλγάροις γένος, ὄγκῳ τῶν ἄλλων εἶχον ἐξαίρετον. Ἐκ τούτων δὲ καὶ οἱ λοιποὶ τὴν φωτοποιὸν ἐδέχοντο κάθαρσιν, πλὴν εἴ τινες θηριώδεις παντάπασιν, οὓς καὶ αὐτούς, στρατείαν κατ’ αὐτῶν ἀθροίσας οὐ πάνυ πολλήν, ἐπειδὴ δὲ Χριστῷ βοηθούμενος, οὐ ταλαιπώρως κατετροπώσατο καὶ πρὸς τὸ θεῖον ὑπηγάγετο βάπτισμα.

Ἐκ τούτων δὲ ἐπίσκοποί τε καθίστανται καὶ ἱερεῖς πλείους τελοῦνται καὶ ναοὶ ἅγιοι ἀνεγείρονται· καὶ ὁ πρὶν οὐ λαός, ἀλλ’ ἔθνος βάρβαρον, νῦν «λαὸς Θεοῦ» γίνεται καὶ καλεῖται. Καὶ τὴν οὐκ ἠλεημένην τῶν Βουλγάρων κληρονομίαν, ἠλεημένην καλεῖ Θεός, ὁ τὰ μὴ ὄντα καλῶν ὡς ὄντα (συμφθεγγέσθω μὲν καὶ Παῦλος τῷ Ὠσηέ)· καὶ ὁ λαὸς ὁ καθήμενος πρότερον ἐν σκότει τῆς ἀγνοίας, εἶδε τὸ νῦν φῶς μέγα καὶ ἀληθινὸν τῆς ἐπιγνώσεως, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἦν οὖν ἰδεῖν αὖθις ἀπὸ τοῦδε πληθυνθείσας τὰς ἐκκλησίας καί, οὕς τε προειρημένοι Ὄμβροι οἵ τε Βούλγαροι καθεῖλον θείους ναούς, καλῶς ἀνῳκοδόμησαν καὶ ἀνήγειραν ἐκ βάθρων καὶ τὴν γῆν πᾶσαν ἐπλήρουν ἐνταῦθα τῆς δόξης καὶ τῆς αἰνέσεως Κυρίου. Ἐνταῦθα μὲν ἐπληροῦτο τὸ ὑπὸ τοῦ προφήτου Ἰεζεκιὴλ εἰρημένον· καὶ «πλήρης δόξης ὁ οἶκος Κυρίου»· καὶ πάλιν ὁ αὐτός· «πλήρης πᾶσα ἡ γῆ τῆς δόξης Κυρίου». Ἀλλὰ καὶ ὁ Δαβίδ, ἡ αἴνεσις αὐτοῦ, φησίν, «ἐν ἐκκλησίᾳ ὁσίων»· καὶ πάλιν, «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ», ἢ ἐκ φυλῆς Βουλγάρων.

Γεγόνασι μὲν καὶ οὗτοι κατὰ τὸ εἰρημένον, «βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον», λαὸς περιούσιος, κλῆρος ἀναφαίρετος. «Μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν». Ἦγε δὲ καὶ ἡ ἀρχὴ τῷ Βορίσῃ γαλήνην σταθηράν, οὐκ ὀλίγων ἐθνῶν ὑποταγέντων αὐτῷ.

Ἐπεποίθει γὰρ βεβαίως ἐπὶ τῷ τοὺς πολέμους συντρίβοντι καὶ τόξα συνθλῶντι καὶ θυρεοὺς ἐν πυρὶ κατακαίοντι καὶ σχολάζειν διδόντι καὶ αὐτὸν ἐπιγινώσκειν μόνον Θεόν. Ζήσας δὲ ἔτη τριάκοντα πρὸς τοῖς ἓξ ἐν τῇ βασιλείᾳ καὶ τὴν πίστιν στηρίξας, εἶτα καὶ ἀῤῥωστίᾳ δεινῇ περιπεσών, αὐτὸς μὲν καὶ διὰ τοῦτο εὐχαριστήσας Θεῷ, τὸν προφητικὸν ἐκεῖνον λόγον ἐφθέγξατο· «ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου». Ἀποκειράμενος δέ, τὸν νοῦν πρὸς Θεὸν μετήνεγκε· τῷ δὲ πρώτῳ τῶν παίδων αὐτοῦ, Βλαδιμήρῳ τοὔνομα, τὴν βασιλείαν παρέδωκεν. Οὐκ ὀλίγων δὲ χρόνων κἂν τῷ μοναχικῷ σχήματι ζήσας, εἰς τὴν ἀτελεύτητον μετῆλθε ζωήν, δοξάσαντος αὐτὸν τοῦ Κυρίου ἐν ἐπιδείξεσι θαυμάτων καὶ ἰάσεων, ἐκ τῶν ὀστῶν αὐτοῦ τελουμένων θεοπρεπῶς.