Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Λόγος εἰς τὸν αὐτοκράτορα Ἀλέξιον τὸν Κομνηνόν

Θεοφύλακτος Βουλγαρίας

Πολεμικά κατορθώματα και η υποταγή των Σκυθών

Ανάδειξη της ανδρείας του αυτοκράτορα μέσω της επιτυχούς αντιμετώπισης των Σκυθών. Περιγράφεται η στρατιωτική και διπλωματική νίκη, καθώς και η βασιλική φιλανθρωπία προς τους ηττημένους για την εδραίωση της ειρήνης στα σύνορα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 5

Μεγάλου δέ μοι δοκοῦσιν ἐστερῆσθαι τοῦ παραδείγματος ὅσοι τῶν φιλοσόφων περὶ τῆς τῶν ἀρετῶν ἐπραγματεύσαντο φύσεως· εἰ γὰρ κἀκεῖνοι τοὺς ἡμετέρους τούτους χρόνους εὐτύχησαν, εἶχον ἂν οὐκ ἀμαρτύρως λέγειν πρὸς τὸν αὐτοκράτορα βλέποντες· οἱ δέ, οὐ γὰρ εἶχον πρὸς ὃ καὶ βλέψουσι, ψιλοὺς καὶ ἀνεγγύους τοὺς λόγους προὔφερον. Ὁ δ’ ἡμέτερος βασιλεύς, ἅπερ ἐκεῖνοι νεκρὰ τοῖς γράμμασιν ἐναπέθεντο, ἔμψυχα καὶ ζῶντα φαίνει τοῖς πράγμασιν, ἀνδρείαν μὲν τὴν ἀληθῆ καὶ γενναίαν τῆς οἰκείας ἀρχῆς προβαλλόμενος, οὐ τὴν νόθον καὶ ψευδομένην τὸ ὄνομα, ἀλλ’ ἣν ἀρετὴ θυγατέρα γνωρίζει καὶ ἐγκολπίζεται, τὴν αὐτὸ τὸ καλὸν προστησαμένην καὶ δι’ αὐτὸ κινδυνεύουσαν, ἣν τάχα καὶ πατὴρ ὑπὲρ παιδὸς ἀγαθός τε καὶ ἀγαθοῦ καὶ παῖς ὑπὲρ πατρὸς ἐπιδείξαιτο.

Σὺ μὲν οὖν, ὦ βασιλεῦ, ἔχων τὸ πρᾶγμα τῆς ἀνδρείας, οὐδὲν δέῃ τῶν ἐπὶ ταύτῃ λογικῶν διαιρέσεων· ἐμοὶ δὲ συγχώρει καὶ τοῦτο τὸ φιλοτίμημα καὶ μικρά τινα περὶ ταύτης δὸς διαλέξασθαι· τάχα γὰρ οὐδέ σοι ἄχαρι ἔσται τὸ ἐπεισόδιον. Ἔστι μὲν γάρ, ἔστιν ἀληθὴς ἀνδρεία καὶ μὴ τὸ ὄνομα καταισχύνουσα, ἣν αὐτός τε ἔχεις καὶ ταῖς τῶν στρατιωτῶν καρδίαις ἐγκαθιστᾷς, ἡ περὶ τὰ ἀνθρώπῳ φοβερὰ καὶ τὸν προσήκοντα θάνατον ἀνέκπληκτος καρδίας κατάστασις· ἣν σχόντες οὐ μόνον ἐχθρούς, ἀλλὰ καὶ χρόνον ἐνίκησαν, τοὺς μὲν αὐτίκα, τὸν δὲ ἕως ἂν τὸ τῶν ἀνθρώπων γένος συνιστᾶται. Αἱ δ’ ἄλλαι πᾶσαι κατὰ τὸ ἔσχατον ἀπήχημα ταύτης μετέχουσαι φαίνονται· εἴτε γὰρ διὰ τὴν ἐμπειρίαν ἀνδρίζοιντο ὡς οἱ ναῦται πρὸς χειμῶνας καὶ κλύδωνας, εἴτε διὰ φόβον πληγῶν ὡς οἱ πάλαι τοῦ Ξέρξου στρατιῶται ὑπὸ μάστιγι πρὸς τὴν παράταξιν συνωθούμενοι, εἴτε διὰ θυμοῦ περιουσίαν ὡς οἱ σύες κατὰ ξιφῶν ὠθιζόμενοι, εἴτε διὰ τὴν εὐελπιστίαν ὡς οἱ πολλάκις τῶν ἀντιπάλων κρατήσαντες καὶ διὰ τοῦτο πάλιν θαρραλεώτερον συμπλεκόμενοι, εἴτε δι’ ἀγνοίαν ὡς οἱ ἀπατώμενοι τῷ μὴ δοκεῖν τοῖς κρείττοσιν αὐτῶν ἀντιτάσσεσθαι, μεθὸ μέντοι γνῷεν, τὰ νῶτα τρέποντες, ταῦτα γοῦν πάντα τὰ εἴδη πόρρω τῆς ἀνδρείας ἐσκήνωται.

Σὺ δὲ οὔτε παραβάλλῃ πρὸς τὰ μὴ τολμητέα, πόρρω γὰρ τῆς σῆς πρακτικῆς τὸ θρασύ τε καὶ ἔμπληκτον· οὔτε τοῖς μενοεικέσι τὰ νῶτα δίδως, λάσιον γάρ σοι τὸ στῆθος καὶ ἡ καρδία πυρὸς ἐργαστήριον· βασιλέα δὲ τὸν λόγον χειροτονήσας, τὸν θυμὸν αὐτῷ δορυφόρον ὑπέθηκας, ᾗπερ ἂν ἐκεῖνος νεύσῃ ταύτῃ ἁλλόμενον. Ταύτην σου τὴν ἀνδρείαν καὶ ὁ τὴν Περσῶν κατέχων βάρβαρος καὶ παίζων καὶ σπουδάζων ἐκπλήττεται, ὥστε κἀν τοῖς πότοις ὑπὲρ τῆς σῆς ὑγείας κρατῆρας ἵστησιν, ἰδών σε τοῖς ὠτίοις καὶ διὰ τῆς φήμης περιπλεκόμενος. Εἰς γὰρ πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῆς σῆς γενναιότητος καὶ ὅτι τοῖς περιβοήτοις φρακτοῖς οὐδὲν οὔτ’ ἐν λόγοις οὔτ’ ἐν ἔργοις ἐνδέδωκας, ἀλλὰ καὶ τὰ ἔργα σοι παρὰ τὰς ἐκείνων ἐλπίδας, αἷς ἀπατηθέντες ἐστράτευσαν, καὶ οἱ λόγοι μεγαλουργοῦ καὶ μεγαλογνώμονος βαρβάρων θράσος συστέλλοντες. Ἐκεῖνά σε, ὦ γενναῖε, ἐκεῖνα καὶ τοῖς Οὔννοις φοβερὸν ἀπειργάσαντο καὶ πολλῶν, ναὶ μὰ τὰς σὰς χεῖρας, πόλεων τὴν σὴν φιλίαν ἐπρίαντο καὶ εἰς συμμάχους ἑαυτοὺς κατὰ Σκυθῶν τῶν καταράτων ἐνέγραψαν, τὴν ἀήττητόν σου δεξιὰν ἐπαναταθῆναι μόνον τοῖς σφῶν ἐχθροῖς αἰτησάμενοι.

Οὐ μὴν ὁ Σκύθης τούτοις προβαίνουσιν ἐπενύσταξεν, ἀλλὰ κρεῖττον μὲν φρονήσας ἢ κατὰ βάρβαρον, ἑαυτὸν δὲ νικήσας τῷ βελτίονι σκέμματι, ὁδὸν ἐβάδιζε τῶν προτέρων καταδρομῶν κερδαλεωτέραν παρὰ πολὺ καὶ τὴν δεξιὰν οὐ μετὰ ξίφους ἀνέτεινεν, ἀλλ’ εἰς δεξιώσεις προέτεινε καὶ προσκυνεῖν τὸν βασιλέα ἄοπλον εἵλετο, ὃν ὡπλισμένον φέρειν οὐκ ἴσχυε, καὶ δεσπότην ἔχειν εἰρηνικόν, ὃν ἀντίμαχον ἐνόμιζεν ἄμαχον.

Καίτοι τίς οὐκ οἶδε τὴν τῶν Σκυθῶν ἀτοπίαν, οἷς ὁρμὴ μὲν ὅση καὶ ἀστραπῆς, ἀφορμὴ δὲ βαρεῖά τε ὁμοῦ καὶ ταχεῖα, τὸ μὲν τῷ πλήθει τῆς λείας, τὸ δὲ τῇ περὶ τὸ φεύγειν ὀξύτητι; Ἀεί τε γὰρ ἐπιόντες τὴν φήμην προφθάνουσι, καὶ ἀπιόντες οὐδ’ ἀκούειν διδόασι περὶ αὐτῶν τοῖς διώκουσι· τὸ δὲ μεῖζον, ἀλλοτρίαν μὲν κατατρέχουσι, σφετέραν δ’ οὐκ ἔχουσιν. Ἀλλὰ κἄν τις εἴη Δαρείου τοῦ Ὑστάσπεος τολμηρότερος ὡς καὶ ζεῦξαι τὸν Ἴστρον καὶ Σκύθας ἀναζητεῖν, τοῦτ’ ἐκεῖνο διώξει φρενοβλαβῶς τὰ ἀκίχητα. Αὐτοὶ μὲν τὰς πέτρας περιβαλοῦνται καὶ ταῖς λόχμαις ἐνδύσονται· ὁ δὲ οὐδὲν πλέον ἢ ὄρη τε καὶ νάπη περιελεύσεται, μόνα τῆς τῶν διωκομένων φύσεως ἀγριώτερα, καὶ τῆς πολλῆς δὲ ἐκείνης τῶν Σκυθῶν ἐρημίας μόνον θεατὴς καταστήσεται, ἣν οὐδὲ ἡ παροιμία ἠγνόησε. Κἂν προσβιάσηται τὴν φύσιν τοῦ πράγματος, αὐτὸς μὲν ἀπολεῖται, οὐ μᾶλλον ἐλεούμενος τῆς ἀτυχίας ἢ τοῦ θράσους μισούμενος, οἱ δὲ Σκύθαι δείξουσι πετρῶν ὄντες καὶ δρυῶν ἔκγονοι καὶ δράσουσι μόνον, ἀλλ’ οὐχὶ πείσονται, ὥστ’ ἔμοιγε, εἰ μὴ πάντα τοῖς μύθοις ἐπιτρεπτέον, καὶ ὁ Γύγης ἐκεῖνος Σκύθης ἦν, ἐξ ἀφανοῦς βάλλων, αὐτὸς μὴ βαλλόμενος.

Τούτοις συμφορὰ μὲν βίος ἀπράγμων, τὸ δὲ ἡσυχάζειν ἀρρώστημα, καὶ τὰ τῆς εὐδαιμονίας ἄκρα πατεῖν δοκοῦσιν, ὅταν ἢ πολέμου καιρὸν εὔλογον ἔχωσιν ἢ ταῖς σπονδαῖς ἐνυβρίσωσι, καὶ οὗτος αὐτοῖς ὁ πολεμικώτερος, ὃς ἂν φανείη βαρβαρικώτερός τε καὶ ἀπιστότερος, μαινομένῃ τε χειρὶ θύων καὶ ἀπονοίᾳ δουλεύων, καὶ τὸ χείριστον ὅτι καὶ τῷ πλήθει νικῶσι τὰς μελίσσας τοῦ ἔαρος καὶ οὐδείς ποτε τούτων οἶδε χιλιάδας ἢ μυριάδας, ἀλλ’ ἀριθμὸς τούτων τὸ ἀναρίθμητον.

Ἀλλὰ γὰρ τούτοις, τοῖς τοιούτοις τὴν ὁρμήν, τοῖς τοσούτοις τὸ πλῆθος, ὁ σὸς φόβος ἀντὶ μυρίων πολέμων ἤρκεσε, καὶ τὸν ἵππον μὲν ἀναπαῦσαι, καταπῆξαι δὲ τὸ δοράτιον λῦσαι τε τῆς ἀσπίδος τὸν πόρπακα πέπεικεν.

Ἀλλ’ οἷόν με τόδε μικροῦ διελάνθανε τοῦ Σκύθου τὸ τέχνασμα. Τῆς γὰρ εἰρήνης ἐρῶν καὶ ἡδέως ἂν ὑπὲρ ταύτης καὶ τὰ φίλτατα ἀποδόμενος, ὁ δὲ μετεχειρίζετο τὸ πρᾶγμα σοφώτερον· πρέσβεις γὰρ σχηματίσας τῷ κραταιῷ δεσπότῃ προσέπεμπεν, ἐρεῖν κελεύσας οὐχ ὅτι εἰρήνης δέονται, ἀλλ’ ὅτι δεομένῳ πάρεισι τὰς ὁμολογίας θησόμενοι. Ὁ δὲ καὶ ἄλλως μὲν ἐν ταῖς πρὸς βαρβάρους ὁμιλίαις πάντας ἀποκρύπτει καὶ φιλοσόφους καὶ ῥήτορας τῶν νοημάτων τῇ στιβαρότητι καὶ τῶν ῥημάτων τῇ καθαρότητι, εὔπορος εὑρεῖν, εὔκολος εἰπεῖν, πολὺς μὲν νοῆσαι, ἡδὺς δ’ ἑρμηνεῦσαι, μεγαλοφροσύνης τε τὴν διάλεξιν ἐμπιπλῶν καὶ βασιλικοὺς τοὺς λόγους καὶ ἀνατεταμένους ποιούμενος. Τότε δὲ καὶ πρὸς τὴν ἀπάτην τοῦ βαρβάρου ἐμπικρανάμενος, τοὺς Ὁμηρικοὺς ἐκείνους δημηγόρους ἐνίκα, τοῦτο μὲν λιγέως καὶ παῦρα, καταρητορεύων τοῦ Σκυθικοῦ, τοῦτο δὲ νιφάδεσσιν ἐοικότα χειμερίῃσιν· ἐν οἷς μὲν γὰρ ἔδει σφοδροτέρας καταδρομῆς, ἐνταῦθα ὁ Ὀδυσσεύς· ἐν οἷς δὲ μικρὸν ὑφιέναι τοῦ τόνου, ἐνταῦθά σοι ὁ Μενέλαος. Εἶτα τί; Αἰσχύνην οὐ μικρὰν προσοφλήσαντες καὶ γνόντες ὡς αὐτοὺς ἡ τοῦ ἀπατᾶν ἐπιθυμία ἠπάτησε, τὰ προσωπεῖα διασχόντες, ἀπογυμνοῦσι τὰ πρόσωπα καὶ ὡμολόγησαν ὡς διψῶσι τῆς εἰρήνης, πόρρωθέν σοι τοῦ πυρὸς ἀπολαύσαντες, καὶ οἱ πρότερον αἵματι μόλις διακρινόμενοι, γράμμασι καὶ συνθήκαις τὰ καθ’ αὑτοὺς ἐνεπίστευσαν.

Οὕτως ἄρα συγχωρεῖ καὶ φιλόνεικος βάρβαρος τῷ τῆς ἀρετῆς ὑπερέχοντι καὶ νικᾷ θηριώδη φύσιν βασιλικὴ θειότης. Ὢ λευκῆς ἐκείνης ἡμέρας, ἐν ᾗ χρόνιοι δὴ μάλα χρόνιοι τρόπαιον εἰρηνικὸν ἀνεστήσαμεν· ὢ βασιλέως χειρῶν ἐργασαμένων τὴν νίκην πρὶν ἐνεργῆσαι τὸν πόλεμον· ὢ καιρῶν εὐδαιμόνων, καθ’ οὓς τὴν εἰρήνην δεδώκαμεν, οὐκ ἐλάβομεν. Εἴ τις οὖν ἐπιθυμεῖ νίκην ἀκμητὶ γενομένην ἐναγκαλίσασθαι, ἐμφορείσθω τῶν παιδικῶν τοῦ βασιλέως. Καίτοι κἂν εἰ κινδύνοις καὶ στρατοῦ πόνῳ καὶ ῥείθροις αἱμάτων ἐστεφανώσω τὸν πόλεμον μέγα τε ἂν ἦν τὸ ἔργον καὶ πολλῶν γλώσσας ἐχάλκευεν εἰς τὸν ἔπαινον.

Νῦν δὲ πολλῷ πλείονι τοῦ θαύματος τῷ ἔργῳ περίεστιν ὅτι μηδὲ τὴν πεῖραν ἀνέμειναν οἱ πολέμιοι, ἀλλ’ ἑαυτῶν καταγνόντες, δικαίαν ψῆφον ἐξήνεγκαν καὶ τοῦτό γε μόνον ἐκεῖνοι, οὐ βάρβαροι, οὐδὲ Σκῦθαι, ὅτι πρὸ τῆς βλάβης τοῦ κρείττονος ᾔσθοντο.

Ἄλλος μὲν οὖν οὐδ’ ἂν τὴν τοῦ ἔθνους πρεσβείαν ἐδέξατο, ἀλλ’ ἀτενέστερος ἐφάνη τοῦ δέοντος καὶ τὴν ὀφρῦν τοῦ καιροῦ ὑψηλοτέραν ἀνέτεινε καὶ οὐ πρότερον τῆς δίκης ἐπαύσατο πρὶν αἵμασι Σκυθικοῖς εὐωχῆσαι τοῦ θυμοῦ τὸ θηρίον· σοῦ δὲ καὶ τοῦτο καινότατον ὅτι μὴ τοῖς κειμένοις ἐπανέβης, μηδὲ τοὺς ἱκέτας ἀπώθησας, ἀλλ’ ὥσπερ ὅτε φρυαττομένους εἶδες καὶ νεῦρον σιδηροῦν δεικνύντας τὸν τράχηλον, ἀντεπεδείκνυσο τὸ ἀνένδοτον, οὕτως ὅτε συστελλομένους εὗρες καὶ καθαιροῦντας τὸ φρύαγμα, τὴν τύχην ἠλέησας, καὶ τὸ μηδὲν ἄγαν ἐν τοῖς ἔργοις ἐπῄνεσας, τό τε τοῦ σοφοῦ βασιλέως εὖ ἔχειν νομίσας «μὴ γίνου δίκαιος πολὺ» παγκάλως νομοθετήσαντος, οὐχ ὅσον ἐκείνους ἔδει παθεῖν ἐπήγαγες, ἀλλ’ ὅσον σοι προσῆκε ποιεῖν ἀπ’ ἐκείνους ἔδειξας. Οὐδὲ γὰρ οὔτε βασιλικὸν οὔτε θεῖον τὸ τιμωρίας ἐμπίπλασθαι, ἀλλ’ ἐριννυῶδες καὶ δαιμονιῶδες καὶ πονηραῖς ἀφωρισμένον καὶ φύσεσι καὶ δυνάμεσιν· οὐ γὰρ ἀκούεις καὶ τῶν λογίων ὅτι θλῖψις δι’ ἀγγέλων πονηρῶν ἀποστέλλεται καὶ Θεὸς δὲ αὐτὸς οὐ θέλει τὸν θάνατον, οὐδὲ τῇ ἀπωλείᾳ τῶν ζώντων τέρπεται; Δαυίδ μοι ταῦτα καὶ Ἰεζεκιὴλ καὶ Σολομὼν ἐμαρτύρησαν.

Οὔκουν οὐδ’ αὐτός, ὁ Θεοῦ μὲν ὕπαρχος, ἡμέτερος δὲ βασιλεύς, τὴν χολὴν τοῖς Σκύθαις ἐπέχυσας, ἀλλὰ καὶ δεξιὰν ἐπιβέβληκας καὶ σπονδὰς ζητοῦσι προσδέδωκας καὶ τῇ Ῥωμαίων βασιλείᾳ πολλὰς πόλεις ὡς μητρὶ θυγατέρας αἰχμαλωτισθείσας ἀπέδωκας.

Καὶ νῦν γεωργὸς εὐονείρους ὕπνους ὑπνώττει διὰ τὴν σὴν ὑπὲρ ἡμῶν ἀγρυπνίαν καὶ οὐ φαντάζεται Σκύθην ποτὲ μὲν διώκοντα, ποτὲ δὲ κατέχοντα, καὶ ἄρτι μὲν δεσμοῦντα, ἄρτι δὲ τὸ ξίφος ἐπάγοντα· ἀλλ’ ἀνέτειλεν ὁ ἥλιος καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἄχρις ἑσπέρας ἐξέρχεται.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν καὶ ἀναλύει τοῦ ἔργου καὶ τράπεζαν ἱστᾷ τῇ ἀφοβίᾳ κατάκομον καὶ κρατῆρα πλήσας ἐλεύθερον, τῷ σῷ μὲν κράτει συνήδεται, τῶν δὲ Σκυθῶν κατερεύγεται καὶ τοῖς φιλτάτοις προσπαίζει καὶ ἡδέως ἐναγκαλίζεται, διὰ τὸν μέγαν Ἀλέξιον ὁρᾶν ταῦτα καὶ ὑπ’ ἐκείνων ὁρᾶσθαι διατεινόμενος.