Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Βίος τοῦ Κλήμεντος Ἀχρίδος

Θεοφύλακτος Βουλγαρίας

Η υποδοχή στη Βουλγαρία και το αρχικό ιεραποστολικό έργο του Κλήμεντος

Η θερμή υποδοχή των αγίων από τον ηγεμόνα Βορίση, η κοίμηση του Αγγελάριου και η τοποθέτηση του Κλήμεντος ως διδασκάλου στην περιοχή της Κουτμιτζινίτζας για την εκπαίδευση του ποιμνίου και του κλήρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 6 από 9

Ἐπεὶ δὲ τῷ Βορίσῃ προσῆλθον, ὑποδεχθέντες ἐντίμως καὶ ὡς ἔδει τοὺς τὰ πάντα σεμνούς τε καὶ σεβασμίους, ἐπηρωτῶντο τὰ κατ’ αὐτούς. Οἱ δὲ πάντα κατέλεγον ἀπ’ ἀρχῆς ἄχρι τέλους μηδὲν ἐλλείποντες. Ἀκούσας δὲ ταῦτα ὁ ἄρχων μεγάλως ηὐχαρίστησε τῷ θεῷ, τοιούτους αὐτῷ θεράποντας τῇ Βουλγαρίᾳ εὐεργέτας ἐναποστείλαντι, διδασκάλους τε καὶ καταρτιστὰς δωρησαμένῳ τῆς πίστεως οὐ τοὺς τυχόντας ἄνδρας, ἀλλ’ ὁμολογητάς τε καὶ μάρτυρας.

Στολάς τε οἰκείας ἱερεῦσι δοὺς καὶ πάσῃ τιμῇ δεξιωσάμενος οἰκήσεις αὐτοῖς ἀπονεμηθῆναι προσέταξε τὰς τοῖς πρώτοις τῶν αὐτοῦ φίλων ἀφωρισμένας, καὶ πᾶσαν αὐτοῖς τῶν χρειωδῶν δαψίλειαν περιεποιήσατο, εὖ ἐκεῖνος εἰδώς, ὅτι τὸ περί τι μικρὸν τῶν ἀναγκαίων τοῦ σώματος τοῖς τῆς φροντίδος λογισμοῖς ἐπιστρέφεσθαι τῆς πρὸς θεὸν σχολῆς ἀφαιρεῖται πάμπολυ· εἶχε δὲ αὐτὸν ἔρος δριμὺς τοῦ καθ’ ἑκάστην τούτοις προσδιαλέγεσθαι καὶ παρ’ αὐτῶν ἱστορίας ἀρχαίας καὶ βίους ἁγίων ἀναδιδάσκεσθαι καὶ τὰ τῶν γραφῶν διὰ στόματος αὐτῶν ἐπιλέγεσθαι.

Ἀλλὰ καὶ ὅσον ἦν περὶ αὐτὸν γένους τε ὄγκῳ καὶ πλούτου βάρει τῶν ἄλλων προέχον, οὗτοι τοῖς ἁγίοις προσφοιτῶντες ὡς παῖδες ἐς διδασκάλων ἠρώτων πάντα τὰ σωτηρίας ἐχόμενα, καὶ πηγῶν ἀντλοῦντες ἐκείνων τῶν ἀεννάων αὐτοί τε ἔπινον καὶ τοῖς οἴκοις τοῦ νάματος μετεδίδοσαν, καὶ σφοδροὶ τοῖς ἁγίοις ἐνέκειντο, εἴ πως αὐτοὺς πείσαιεν ἕκαστος, τῆς οἰκίας αὐτοῦ ἐπιβῆναι, ἁγιασμὸν τὴν παρουσίαν τῶν διδασκάλων ἡγούμενοι, καὶ ὅπου ἂν ὦσιν οἱ τρεῖς οὗτοι οἱ τὰ πάντα καὶ ψυχὰς συνηγμένοι καὶ σώματα, ἐκεῖ παρεῖναι πιστεύοντες καὶ τὸν κύριον. Τοῖς ἁγίοις μέντοι τὸν ὄχλον φεύγουσιν, ἅμα δὲ καὶ τὸ θυμῆρες τῷ ἄρχοντι τελεῖν σπεύδουσιν οὐκ ἐδόκει ταῖς οἰκίαις παρέχειν ἑαυτοὺς τῶν πολλῶν, εἰ μὴ ὁ θεοφιλὴς ἐκεῖνος ἄρχων αὐτοῖς ἐπιτρέψειεν.

Ὅθεν καί τις Βουλγάρων Ἐσχάτζης τὴν κλῆσιν, σαμψὴς τὸ ἀξίωμα, τῷ ἄρχοντι προσελθὼν ἠξίωσε συμπαραλαβεῖν εἰς τὴν οἰκίαν αὐτοῦ τῷ ὁσίῳ Ναοὺμ τὸν ἱερώτατον Κλήμεντα· καὶ ὅς, ἦν γὰρ κεχαρισμένος αὐτῷ ὁ τὴν αἴτησιν ποιούμενος, ἑτοίμως κατένευσε, καὶ „μετὰ πάσης“, ἔφη, „τιμῆς τοὺς διδασκάλους ὑπόδεξαι, ἄχρις ἂν ἐπ’ αὐτοῖς τελείως τὸ πρακτέον οἰκονομήσωμεν“.

Ἁγιάζεται καὶ Τζασελάβῳ τὸ οἴκημα τῇ ἐπιφοιτήσει Ἀγγελαρίου, καὶ τούτῳ γὰρ αἰτησαμένῳ τοῦτον δὴ λαβεῖν τὸν διδάσκαλον ὁ ἄρχων τὴν χάριν δέδωκεν. Ἀλλ’ οὐκ ἔμελλεν ἄρα τῆς ἐν τῷ βίῳ τούτου παρουσίας ἀπολαῦσαι Τζασελάβος ἐπὶ μακρόν· ζῆσας γὰρ Ἀγγελάριος παρ’ αὐτῷ χρόνον τινὰ χερσὶν ἁγίων ἀγγέλων οὐκ ἀηδῶς ἐναπέψυξε.

Κλήμης δὲ καὶ Ναοὺμ παρὰ τῷ Ἐσχάτζῃ διῆγον πάσης μὲν τιμῆς ἀξιούμενοι, μειζόνων δ’ ἀξιοῦντες αὐτοὶ καὶ φιλοτιμοτέρων τῶν δωρεῶν, ὅσῳ τὰ πνευματικὰ σπείροντες τὰ σαρκικὰ τοῦ ἀνδρὸς ἐθέριζον. Εἶτα, οὐ γὰρ ἀνίει πάντας κινῶν λογισμοὺς ὁ τοῦ θεοῦ ὄντως ὑποστράτηγος Μιχαήλ, ὃν καὶ Βορίσην ὁ λόγος ὠνόμασεν, εἴπως ἅπασαν ἀσχολίαν πρὸς τὸ τοῦ θεοῦ ἔργον τοῖς ἱεροῖς ἀνδράσι παρασκευάσειε· θεοῦ τὸν λογισμὸν τοῦτον ὑποβαλόντος αὐτῷ, διαιρεῖ μὲν τὴν Κουτμιτζινίτζαν ἐκ τοῦ Κοτοκίου, προϊστᾷ δὲ αὐτῆς Δομετᾶν παραλύσας αὐτὸν τῆς διοικήσεως, παραδίδωσι δὲ τῷ Δομετᾷ τὸν μακάριον Κλήμεντα, μᾶλλον δὲ τὸν Δομετᾶν Κλήμεντι, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἑκάτερον ἑκατέρῳ, τὸν μὲν ὡς τὰ πάντα ὑπήκοον, τὸν δ’ ὡς ὑπουργῷ τούτου τὰ βουλητέα χρησόμενον· διδάσκαλος γὰρ ὁ Κλήμης τῆς Κουτμιτζινίτζας ἐστέλλετο, πρόσταγμά τε κατὰ πάντων ἐφοίτα τῶν ταύτην οἰκούντων τὴν χώραν φιλοτίμως τὸν ἅγιον δέχεσθαι καὶ πάντων ἀφθονίαν αὐτῷ καὶ περιττῶν παρέχεσθαι δώροις τε ἀξιοῦσθαι καὶ διὰ τῶν ὁρωμένων τὸν τῆς ψυχῆς ἐναποτεθημένον τῆς ἀγάπης θησαυρὸν δημοσιεύειν πρὸς ἅπαντας.

Καὶ τὸ δυσωπητικώτερον, αὐτὸς ὁ Βορίσης τρεῖς οἴκους τῷ τρισμακαρίῳ Κλήμεντι τῶν ἐπιμέλειαν περιττῶν ἐν Διαβόλει προσαναθέμενος τοῦ γένους τῶν κομήτων ὄντας, ἀλλὰ δὴ καὶ κατ’ Ἀχρίδα καὶ Γλαβηνίτζαν ἀναπαύσεως τόπους αὐτῷ ἐχαρίσατο.

Τὰ μὲν οὖν τοῦ ἄρχοντος τοιαῦτά τε καὶ τοσαῦτα· καὶ οὕτως ἡ θαυμασία ψυχὴ τὸν ἐπὶ Χριστῷ πόθον εἰς τὸν τοῦ Χριστοῦ θεράποντα, καθ’ ὅσον ἐνῆν, ἐκχέουσα καὶ τοῖς ἄλλοις τῆς τιμίας ταύτης φιλοτιμίας ἀρχέτυπον προετίθετο.

Τὰ δὲ τοῦ Κλήμεντος οἷα; ἆρα ταῖς τιμαῖς χαυνωθεὶς καὶ ὑπὲρ ὃ ἦν ἑαυτὸν λογισάμενος εἶτα καὶ τρυφερώτερον ἔζησε, πάντα ἤδη κατωρθωκέναι οἰόμενος; ἄπαγε, ἀλλ’ ὥσπερ μήπω μηδενὶ θεραπεύσας Χριστὸν ἀρχὴν τοῦ περὶ τὸν λόγον ἀγῶνος καὶ τῆς περὶ τὸ κήρυγμα σπουδῆς ταύτας δὴ τὰς τιμὰς κατεβάλλετο, καὶ ὅπως μὴ ψεύσῃ τὸν ἄρχοντα τῶν ἐπ’ αὐτῷ ἐλπίδων, οὐδέποτε φροντίζων ἐνέλειπεν· ἀμέλει τὰς χώρας πάσας περιιών, ὧν ἐμνήσθημεν, τοῖς ἔθνεσι τὸ τοῦ θεοῦ σωτήριον μεγαλοφόνως κατήγγελλε, καὶ πᾶσι μὲν κοινῶς περὶ τῶν σωτηριωδῶν τε τοῦ θεοῦ ἐντολῶν καὶ τῶν θείων δογμάτων διαλεγόμενος, καὶ πείθων ὡς καὶ βίος σεμνὸς χωρὶς δογμάτων ὑγιῶν νεκρὸς τῷ ὄντι καὶ ὀδωδώς, καὶ δόγματα χωρὶς βίου πρὸς ζωὴν οὐκ εἰσάγουσιν· ὁ μὲν γὰρ ἐοικέναι ποιεῖ τυφλῷ πόδας καὶ χεῖρας ἔχοντι τὸ δὲ βλέποντι μέν, χεῖρας δὲ καὶ πόδας ἠκρωτηριασμένῳ.

Ἔχων δέ τινας ἐκλελεγμένους τῶν ἄλλων καθ’ ἑκάστην ἐνορίαν οὐμενοῦν ὀλίγους, εἰς τρισχιλίους γὰρ καὶ πεντακοσίους ἠριθμοῦντο, τούτοις τὰ πλείω συνῆν, καὶ τὰς βαθυτέρας τῶν γραφῶν ἀνεκάλυπτεν. Ἡμᾶς δὲ τοὺς ταπεινοὺς καὶ ἀναξίους οἰκειοτέρους αὐτῷ τῶν ἄλλων διὰ τὰ σπλάγχνα τῆς χρηστότητος ἐποιήσατο, καὶ πάντοτε συνῆμεν αὐτῷ πᾶσι παρακολουθοῦντες οἷς ἔπραττεν, οἷς ἔλεγεν, οἷς δι’ ἀμφοτέρων ἐδίδασκεν· οὐκ εἴδομεν αὐτὸν ἐσχολακότα ποτέ, ἀλλ’ ἢ τοὺς παῖδας ἐδίδασκε καὶ τοῦτο ποικίλως, τοῖς μὲν τὸν τῶν γραμμάτων χαρακτῆρα γνωρίζων, τοῖς δὲ τὸν τῶν γεγραμμένων νοῦν σαφηνίζων, ἄλλοις πρὸς τὸ γράφειν τὰς χεῖρας τυπῶν· καὶ οὐχ ἡμέρας μόνον, ἀλλὰ δὴ καὶ νυκτὸς ἢ προσευχῇ ἑαυτὸν ἐδίδου, ἢ τῇ ἀναγνώσει προσεῖχεν, ἢ βίβλους ἔγραφεν, ἔστι δ’ ὅτε δυσὶν ἔργοις κατὰ ταὐτὸν ἐμερίζετο, γράφων καὶ τοῖς παισὶ τῶν μαθημάτων τι ὑφηγούμενος. Τὴν γὰρ ἀργίαν ᾔδει πᾶν κακὸν διδάξασαν, ὡς ἡ πᾶν καλὸν διδάξασα σοφία διά τινος τῶν αὐτῆς ὑπηρετῶν ἀπεφθέγξατο.

Οὐκοῦν ἄριστοι πάντων οἱ τούτου μαθηταὶ καὶ βίῳ καὶ λόγῳ γεγόνασιν· ἔδει γὰρ τοὺς οὕτω μὲν καλῶς φυτευθέντας οὕτω δὲ ἐπιμελῶς ποτισθέντας καὶ ὑπὸ θεοῦ αὐξηθῆναι ἐκ τούτων ἀναγνώστας καὶ ὑποδιακόνους καὶ διακόνους καὶ πρεσβυτέρους τελεῖ· καθ’ ἑκάστην δὲ ἐνορίαν τριακοσίοις μαθηταῖς εὐθυνεῖτο, χωρὶς τῶν μισθίων αὐτῶν μηδὲν τῷ ἄρχοντι συντελοῦσιν, ἀλλὰ θεῷ στρατευομένοις καὶ τούτῳ τελεῖν τεταγμένοις μᾶλλον δὲ ἀποδιδόντι.