Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Παραλειπόμενα ἢ Ἀσκητικά

Παχώμιος ὁ Μέγας

Οράματα και αποκαλύψεις για τους μοναχούς των εσχάτων χρόνων

Προφητικές αποκαλύψεις του αγίου σχετικά με την πνευματική χαλάρωση των επερχόμενων γενεών και η παρηγορητική εμφάνιση του Χριστού, που υπόσχεται ανταμοιβή σε όσους διασώσουν την πίστη τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 5 από 10

Εἰ δὲ πιστεύετέ μοι καὶ θέλετε ἀληθῶς ἀναπαῦσαι τὸν Χριστόν, ὅλα τὰ βιβλία τῶν αἱρετικῶν λαβόντες εἰς τὸν ποταμὸν ῥίψατε καὶ μηκέτι θελήσητε ἀναγνῶναι αὐτά.» Καὶ ταῦτα εἰπὼν κατέλιπεν αὐτούς. {γʹ, ἐν ᾧ περὶ τῶν μελλόντων ἐν τοῖς ἐσχάτοις καιροῖς συμβήσεσθαι τοῖς μοναχοῖς.} Εἰσελθὼν δὲ εἰς τὴν μονὴν εὗρε τοὺς ἀδελφοὺς συναχθέντας ἐν τῷ καιρῷ τῶν εὐχῶν καὶ συναχθεὶς μετ’ αὐτῶν ἐπλήρωσε τὰς εὐχάς. Ἐξελθόντων δὲ τῶν ἀδελφῶν γεύσασθαι, ἔμεινε μόνος ἐν τῷ οἴκῳ ἐν ᾧ τὰς εὐχὰς συνήθως ἐπιτελῶν ἦν τῆς συνάξεως· καὶ κλείσας τὴν θύραν προσηύξατο τῷ θεῷ ἀξιῶν γνωσθῆναι αὐτῷ περὶ τῆς μετὰ ταῦτα τῶν ἀδελφῶν καταστάσεως καὶ τίνα τὰ συμβησόμενα αὐτοῖς ἐν τοῖς μεταγενεστέροις. Παρέτεινε δὲ τὴν εὐχὴν ἀπὸ δεκάτης ὥρας τῆς ἡμέρας ἕως οὗ τοῖς ἀδελφοῖς ἔκρουσαν τὴν νυκτερινὴν λειτουργίαν.

Ἀποκάλυψις περὶ τῶν ἐν ὑστέρῳ συμβησομένων τοῖς μοναχοῖς. Εὐχομένῳ οὖν περὶ τὸ μεσονύκτιον ἐφάνη αὐτῷ ἄφνω ἐξ οὐρανοῦ ὀπτασία γνωρίζουσα τὸ τέλος τῆς μετὰ ταῦτα καταστάσεως τῶν ἀδελφῶν· καὶ ζῆν μὲν ὡσαύτως κατὰ Χριστὸν εὐλαβῶς τοὺς ἐφ’ ἑξῆς ἐδιδάσκετο καὶ τὸν μέλλοντα γίνεσθαι πλατυσμὸν ἐν τοῖς μοναστηρίοις ἐμάνθανεν. Ἐθεάσατο δὲ καὶ πλῆθος ἀδελφῶν ἀπείρων ἐν κοιλάδι βαθυτάτῃ καὶ αὐχμηρᾷ ὁδευόντων καὶ πολλοὺς ἐξ αὐτῶν θέλοντας ἀναβῆναι ἐκ τῆς κοιλάδος καὶ μὴ ἰσχύοντας, πολλοὺς δὲ κατὰ πρόσωπον ἀλλήλων ἀπαντῶντας καὶ μὴ γνωρίζοντας ἀλλήλους ἀπὸ τῆς πολλῆς περὶ αὐτοὺς σκοτίας, ἑτέρους δὲ βοῶντας ἐλεεινῇ τῇ φωνῇ, ὀλίγους δὲ ἐξ αὐτῶν μόλις μετὰ πολλοῦ καμάτου ἀνελθεῖν ἰσχύοντας ἀπὸ τῆς κοιλάδος ἐκείνης· καὶ ἀνελθοῦσι φῶς ὑπήντησεν αὐτοῖς· ἐλθόντες δὲ εἰς τὸ φῶς εὐχαρίστησαν μεγάλως τῷ θεῷ.

Τότε ἔγνω ὁ μακάριος τὰ συμβησόμενα τοῖς ἀδελφοῖς ἐπ’ ἐσχάτων καὶ τὴν μέλλουσαν ἐν τοῖς καιροῖς ἐκείνοις ἀμέλειαν γίνεσθαι καὶ τὴν πολλὴν πώρωσίν τε καὶ πλάνην καὶ τὴν τῶν ποιμένων ἔκλειψιν μετὰ τῶν ἄλλων κακῶν συμβησομένην αὐτοῖς καὶ ὅτι τῶν καλῶν οἱ ἀμελέστεροι κρατήσουσι, τῷ ἑαυτῶν πλήθει νικήσαντες, καὶ ὅτι τύπος μόνον ἔσται τὰ μετὰ ταῦτα ὧν τὰς ἀρχὰς ἡμεῖς οἱ γράψαντες διήλθομεν, ὥστε καὶ τοὺς κακοὺς ἄρξαι τῶν ἀδελφῶν καὶ τοὺς μὴ εἰδότας γνῶσιν τῶν μοναστηρίων κρατῆσαι καὶ μάχεσθαι περὶ ἀρχῆς καὶ τοὺς καλοὺς παρὰ τῶν κακῶν διώκεσθαι καὶ μὴ ἔχειν τοὺς ἀγαθοὺς παρρησίαν ἐν ταῖς μοναῖς καὶ τὸ δὴ λεγόμενον τὰ θεῖα εἰς ἀνθρώπινα μεταβάλλεσθαι.

Γνοὺς δὲ ὁ μακάριος ταῦτα ἀνεβόησε μετὰ κλαυθμοῦ λέγων· «Ὦ κύριε παντοκράτορ, εἰ οὕτως ἔχει γενέσθαι, διατί συνεχώρησας τὰ κοινόβια ταῦτα συστῆναι; Εἰ ἐν τοῖς καιροῖς ἐκείνοις οἱ μέλλοντες ἄρχειν τῶν ἀδελφῶν κακοὶ ἔσονται, τί οἱ ποιμαινόμενοι μέλλουσιν ἔσεσθαι; Τυφλὸς γὰρ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. Εἰκῇ ἐμόχθησα; Μνήσθητι, κύριε, τῶν καμάτων μου καὶ πάντων τῶν ἀδελφῶν τῶν ἐξ ὅλης ψυχῆς ἄρτι πολιτευομένων. Μνήσθητι ὅτι συνέθου μοι ἕως τῆς συντελείας τοῦ αἰῶνος τηρῆσαι τὸ πνευματικόν μου σπέρμα. Σὺ οἶδας, δέσποτα, ὡς ἀφ’ οὗ ἐνεδύθην τὸ σχῆμα τοῦ μοναχοῦ, οὐδέποτε ἐκορέσθην οὐδενὸς τῶν ἐπὶ τῆς γῆς οὐδὲ μέχρις ὕδατος.» Ταῦτα δὲ λέγοντος, φωνὴ πρὸς αὐτὸν ἐγένετο λέγουσα· «Καυχᾶσαι, Παχώμιε, ἄνθρωπος ὤν; Αἴτησαι σεαυτῷ ἔλεος, ὅτι τὰ σύμπαντα τῷ ἐλέει μου συνίστανται.» Ἀκούσας οὖν ὁ μακάριος ταῦτα, παραχρῆμα ῥίψας ἑαυτὸν ἐπὶ τὴν γῆν ᾐτήσατο ἔλεος παρὰ τοῦ θεοῦ λέγων· «Κύριε παντοκράτορ, τὸ ἔλεός σου κατάπεμψον ἐπ’ ἐμὲ καὶ μηδέποτε τοῦτο ἀφέλῃς ἀπ’ ἐμοῦ. Οἶδα γὰρ κἀγὼ ὅτι ἄνευ τοῦ ἐλέους σου τὰ σύμπαντα οὐ δύνανται μεῖναι.» Καὶ ταῦτα εἰπόντος αὐτοῦ, παραχρῆμα δύο ἄγγελοι ἐπέστησαν αὐτῷ τοῦ θεοῦ· ἦν δὲ καὶ νεώτερος μετ’ αὐτῶν, ἀνεκλάλητον ἔχων τὸ πρόσωπον καὶ ἄφραστον τὴν θέαν, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανος ἀκάνθινος ἔκειτο.

Ἀναστήσαντες οὖν οἱ ἄγγελοι τὸν Παχώμιον εἶπον πρὸς αὐτόν· «Ἐπειδὴ ᾐτήσω τὸν θεὸν καταπέμψαι σοι τὸ ἔλεος αὐτοῦ, ἰδοὺ οὗτός ἐστι τὸ ἔλεος αὐτοῦ, ὁ κύριος τῆς δόξης Ἰησοῦς ὁ Χριστὸς ὁ μονογενὴς υἱὸς αὐτοῦ, ὃν ἀπέστειλεν εἰς τὸν κόσμον καὶ ἐσταυρώσατε αὐτὸν καὶ στέφανον ἐξ ἀκανθῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐθήκατε.» Εἶπεν δὲ ὁ Παχώμιος πρὸς τὸν νεώτερον· «Δέομαί σου τῆς ἀχράντου φύσεως, δέσποτα· οὐκ ἐσταύρωσά σε ἐγώ.» Ὁ δὲ νεώτερος ὀλίγον τῷ προσώπῳ μειδιάσας εἶπεν πρὸς αὐτόν· «Οἶδα ὅτι οὐκ ἐσταύρωσάς με σύ, ἀλλ’ οἱ πατέρες ὑμῶν ἐσταύρωσάν με. Θάρρει δὲ ὅτι ἡ ῥίζα τοῦ σπέρματός σου ἕως αἰῶνος οὐ μὴ ἐκλίπῃ· καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος φυλαχθήσεται τὸ σπέρμα σου ἐπὶ τῆς γῆς καὶ οἱ μέλλοντες ὀλίγοι σῴζεσθαι ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ τῆς πολλῆς ὁμίχλης ὑπὲρ τοὺς ἄκρως νῦν πολιτευομένους εὑρεθήσονται, ὅτι οἱ νῦν μοναχοί, ἔχοντές σε πρὸ ὀφθαλμῶν αὐτῶν ὡς φωστῆρα λάμποντα, τῷ σῷ φωτὶ καταυγαζόμενοι ἐν ἀρετῇ πολιτεύονται· οἱ δὲ μεταγενέστεροι ἐν αὐχμηρῷ τυγχάνοντες τόπῳ, μηδενὸς αὐτοὺς ὁδηγοῦντος πρὸς τὴν ἀλήθειαν, εἴ γε τῆς σκοτίας ἀποπηδήσαντες ἐξ ἑκουσίας προθέσεως ἐν ἀγαθῷ φρονήματι τὴν δικαιοσύνην μετέλθωσιν, ἀμὴν ἀμὴν λέγω σοι, μετὰ τῶν ἄκρων μοναχῶν τῶν νῦν ἀμέμπτως πολιτευομένων στήσονται καὶ ταχθήσονται τῆς αὐτῆς ἀπολαύοντες σωτηρίας.»

Καὶ ταῦτα εἰπὼν εὐθὺς εἰς τὸν οὐρανὸν ἀνῄει, ἀνοιχθέντων αὐτῷ τῶν οὐρανῶν καὶ τοῦ ἀέρος φωτὸς πλησθέντος, ὡς μὴ δύνασθαι τὴν δόξαν τοῦ φωτὸς ἐκείνου λόγοις ἀνθρωπικοῖς διηγήσασθαι.