Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Παραλειπόμενα ἢ Ἀσκητικά

Παχώμιος ὁ Μέγας

Παιδαγωγικές παρεμβάσεις σε παραπτώματα αδελφών

Αυστηρή επιτίμηση και καθοδήγηση μοναχών που υπέπεσαν σε βαρύτατα σφάλματα, όπως η πλεονεξία στη διακονία και η υποχώρηση σε ειδωλολατρικές θυσίες υπό την απειλή βαρβάρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 7 από 10

Περὶ τοῦ σίτου καὶ τῶν σανδαλίων, εʹ. Λιμοῦ γενομένου ποτὲ καὶ τῶν ἀδελφῶν μὴ ἐχόντων σῖτον, μᾶλλον δὲ σίτου μὴ εὑρισκομένου καθ’ ὅλην σχεδὸν Αἴγυπτον, ἀπέστειλεν ὁ ἅγιος γέρων τινὰ τῶν ἀδελφῶν περιελθεῖν τὰς κώμας καὶ τὰς χώρας καὶ ἀγοράσαι σῖτον, δεδωκὼς αὐτῷ καὶ νομίσματα ἑκατὸν λόγῳ τῆς τοῦ σίτου τιμῆς. Περιελθὼν οὖν ὁ πιστευθεὶς τὴν διακονίαν τόπους πολλούς, πόλει τινὶ παραβάλλει Ἑρμόνθει λεγομένῃ· κατ’ οἰκονομίαν δὲ θεοῦ εὗρεν ἐκεῖ ἄνθρωπον πάνυ εὐλαβῆ καὶ φοβούμενον τὸν θεόν, ἀκούοντα πολλὰ περί τε τοῦ ἁγίου Παχωμίου καὶ τῶν ἀδελφῶν. Τούτῳ πολιτευομένῳ καὶ δημόσιον σῖτον ἐμπεπιστευμένῳ προσελθὼν ὁ ἀδελφὸς παρεκάλει πωλῆσαι αὐτῷ σῖτον ἑκατὸν νομισμάτων. Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· «Ἀληθῶς, ἀδελφέ, εἴπερ εἶχον ἐμὸν σῖτον, ἀπὸ τῶν τέκνων μου λαβὼν ἂν ἐδίδουν ὑμῖν. Ἀκούω γὰρ περὶ τῆς θείας καὶ ἐναρέτου πολιτείας ὑμῶν.

Ἄκουσον δέ μου ὃ μέλλω λέγειν σοι· δημόσιον σῖτον ἔχω κείμενον παρ’ ἐμοὶ ὃς τέως οὐ ζητεῖται παρὰ τοῦ ἄρχοντος. Εἰ οὖν θέλεις, λάβε αὐτὸν κἀγὼ μέχρι τοῦ καιροῦ τῆς ἅλωνος ὑπερθέσθαι δύναμαι τὰ δημόσια· καὶ εἴπερ οἶδας ὅτι δύνασαι ἀποκαταστῆσαι τὸν σῖτον ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ δὴ λάβε ὅσον θέλεις.» Τοῦ δὲ ἀδελφοῦ εἰπόντος ὅτι «Οὐχ οὕτως θέλω ἵνα ποιήσῃς μοι· οὐ γὰρ δύναμαί σοι τὸν σῖτον ἀποκαταστῆσαι, ἀλλ’ εἰ ὅλως ὑπερθέσθαι δύνασαι τὰ δημόσια μέχρι τῆς ἅλωνος καὶ δώσεις μοι σῖτον ἑκατὸν νομισμάτων οἵας θέλεις τιμῆς, καλῶς ποιήσεις.» Ἐκεῖνος εἶπεν· «Ναί, δύναμαι, οὐ μόνον τῶν ἑκατὸν νομισμάτων, ἀλλ’ εἰ θέλεις καὶ ἄλλων τοσούτων νομισμάτων σῖτον λαβεῖν, χάριν μοι ποιεῖς πρὸς τὸ εὔχεσθαι τοὺς ἀδελφοὺς ὑπὲρ ἐμοῦ.» Καὶ τοῦ ἀδελφοῦ εἰπόντος ὅτι «Χρυσίον οὐκ ἔχομεν εἰ μὴ τοῦτο», ὁ πολιτευόμενος ἀπεκρίνατο· «Μὴ μελέτω σοι περὶ τούτου. Λάβε τὸν σῖτον, καὶ ὅταν εὕρητε τὴν τιμήν, ἐνέγκατέ μοι.» Ἐπὶ τούτῳ οὖν τῷ ὅρῳ γεμίσας σίτου τὸ πλοῖον ἐκ δεκατριῶν ἀρταβῶν τοῦ νομίσματος κατέπλευσε μετὰ χαρᾶς πολλῆς ὁ ἀδελφὸς εἰς τὴν μονήν.

Ἀκούσας δὲ ὁ μέγας ὅτι προσώρμισε τὸ πλοῖον γέμον σίτου καὶ τὸν τρόπον τῆς τούτου ἐξωνήσεως, πέμπει εὐθὺς εἰς τὸ πλοῖον εἰπεῖν· «Ἕνα κόκκον τοῦ σίτου τούτου μὴ εἰσενέγκητε εἰς τὴν μονήν· μηδὲ ὁ ἀγοράσας εἰς πρόσωπόν μου ἔλθῃ ἕως οὗ ἀποκαταστήσῃ τὸν σῖτον εἰς τὸν ἴδιον αὐτοῦ τόπον, ὅτι πάνυ ἠνόμησε τοῦτο πεποιηκώς· καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ νομισμάτων ἑτέρων ἑκατὸν σῖτον ἔλαβε παρὰ τὴν ἐμὴν ἐντολήν.» Τῷ γὰρ ἰδίῳ φρονήματι ὑπηρετῶν τὸ πλέον ἠγάπησεν καὶ τῷ τῆς φιλοκερδίας πάθει πυρωθεὶς κατεδουλώσατο ἡμᾶς ὑποχρέους εἶναι ποιήσας· καὶ ἀκορέστως μὲν τῇ φιλανθρωπίᾳ τοῦ δεδωκότος χρησάμενος, πλεονεξίας δὲ τρόπον ἐργασάμενος ὑπὲρ τὴν χρείαν ἡμῖν σῖτον ἐκόμισεν, ἐξ αὐθεντίας δανεισάμενος χρυσίον ὃ οὐκ ἔχομεν ἀποδοῦναι ποθέν. Οὐ μὴν δέ, ἀλλ’ εἰ καὶ συνέβη ἐρχομένῳ αὐτῷ ἀνθρώπινόν τι ὑποστῆναι ναυαγήσαντος τοῦ πλοίου, τί εἴχομεν ποιῆσαι; Οὐκ ἐμέλλομεν πάντες δοῦλοι γενέσθαι; Διὰ τοῦτο ὅσον ἤνεγκε σῖτον τοῖς περὶ τὰ μέρη ταῦτα κοσμικοῖς πωλείτω καθὼς ἔλαβε τοῦτον παρὰ τοῦ πιστεύσαντος ἐκ δεκατριῶν ἀρταβῶν τῷ νομίσματι· καὶ μετὰ τὸ πωλῆσαι αὐτόν, λαβὼν τὸ χρυσίον ἀποκομισάτω τῷ ἐμπιστεύσαντι· τῶν δὲ ἡμετέρων ἑκατὸν νομισμάτων σῖτον ὠνησάμενος καθὼς πανταχοῦ πωλεῖται, πρὸς ἡμᾶς φερέτω.

Ἐποίησε δὲ οὕτως καθὼς εἶπεν ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ ἤνεγκε τὸν σῖτον ἀγοράσας ἐκ πέντε ἥμισυ ἀρταβῶν τῷ νομίσματι. Ἔκτοτε οὖν οὐκέτι τοῦτον ἀφῆκε προελθεῖν τῆς μονῆς ἐπὶ διακονίαν τῶν ἀδελφῶν.

Ὁ γὰρ αὐτός, λαβών ποτε παρὰ τοῦ σκυτέως σανδάλια καὶ ἄλλα εἴδη τινὰ πρὸς τὸ διαπωλῆσαι, πλέον ἤνεγκε χρῆμα ἧς εἶπεν αὐτῷ τιμῆς ὁ σκυτεύς. Ἀπολαβὼν δὲ οὗτος ἐμέτρησε τὴν τιμὴν τοῦ δέρματος καὶ τοῦ καμάτου τῶν χειρῶν αὐτοῦ, ἐκ πεντήκοντα λεπτῶν ὁρίσας τὰς ἡμέρας ἐν αἷς εἰργάσατο τὰ εἴδη ἐκεῖνα· εὑρὼν δὲ τριπλοῦν τὸ ἀργύριον, εὐθὺς ἀπελθὼν πρὸς τὸν μέγαν εἶπεν αὐτῷ· «Ἀληθῶς οὐ καλῶς ἐποίησας, πάτερ, τοῦτον τὸν ἀδελφὸν τάξας εἰς τὴν διακονίαν τῶν τοιούτων ἀποκρίσεων τῆς μονῆς· ἔχει γὰρ ἐν ἑαυτῷ τὸ κοσμικὸν φρόνημα.» Εἰπόντος δὲ τοῦ μεγάλου· «Τί ἐστι τὸ πρᾶγμα ὅπερ ἐποίησε κακῶς;» ὁ σκυτεὺς ἀπεκρίνατο λέγων· «Ἔδωκα τούτῳ σανδάλια καὶ ἕτερά τινα εἴδη πρὸς τὸ πωλῆσαι εἰπὼν αὐτῷ καὶ τῆς τιμῆς τὴν ποσότητα.

Ὁ δέ, πλείονος πωλήσας αὐτά, τριπλῆν ἤνεγκε τιμὴν παρ’ ὃ εἶπον αὐτῷ.» Ἀκούσας δὲ ὁ μέγας ἐκάλεσε τὸν ἀδελφόν· καὶ λέγει αὐτῷ· «Διατί οὕτως ἐποίησας;» Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· «Τὴν τιμὴν ἥν μοι λαβεῖν ὁ ἀδελφὸς ἐνετείλατο εἶπον τοῖς ἀγοράζουσιν. Οἱ δὲ λέγουσί μοι· Ἀδελφέ, εἰ μὴ κλοπιμαῖά εἰσι, περισσότερον λήψῃ. Ἐγὼ δὲ διατραπεὶς εἶπον αὐτοῖς· Κλοπιμαῖα μὲν οὐκ εἰσί· τοσούτου δὲ ἐκελεύσθην πωλῆσαι αὐτά· ὅσον δὲ θέλετε δοῦναι δότε. Οἱ δὲ ὅσον ἤθελον καὶ ἤρεσκεν αὐτοῖς ἐδίδουν, ἐμοῦ μὴ μετροῦντος τὸ παρ’ αὐτῶν διδόμενον κέρμα.» Ὁ δὲ μέγας ἀκούσας εἶπεν αὐτῷ· «Ἡμάρτηκας μεγάλως τὸ πλέον ἀγαπήσας· ἀλλὰ ταχέως δραμὼν τὸ περισσὸν τῆς τιμῆς ἀπόδος τοῖς δεδωκόσι σοι. Καὶ ἐλθὼν μετανόησον ὑπὲρ τοῦ σφάλματός σου τούτου καὶ κάθου εἰς τὴν μονὴν ἐργαζόμενος τὸ ἴδιόν σου ἔργον. Οὐ συμφέρει γάρ σοι διακονεῖν ἔτι.» Ἐποίησεν οὖν ὁ ἀδελφὸς ἐκεῖνος ὡς εἶπεν ὁ μέγας αὐτῷ. Ἔταξε δὲ ὁ πατὴρ εἰς τὴν διακονίαν πασῶν τῶν ἀποκρίσεων τῆς μονῆς τὸν ἅγιον Ζακχαῖον, ἄνδρα ἀγαθὸν καὶ πάντα ἔπαινον ἀνθρώπων τῇ τῶν ἀγαθῶν πράξεων ἀποδείξει νικῶντα.

Περὶ τοῦ θύσαντος μετὰ τῶν βαρβάρων, ϛʹ. Ἦν ἀδελφός τις καθ’ ἑαυτὸν ἀσκούμενος ἐκ νεότητος. Οὗτος, ἀκούσας τὸν θεῖον τοῦ πατρὸς ἡμῶν Παχωμίου βίον, παρεκάλεσεν ἐλθὼν δέξασθαι αὐτὸν εἰς τὸ κοινόβιον. Δεξαμένου δὲ αὐτὸν τοῦ ἁγίου πατρός, ποιήσας ὀλίγον χρόνον μετὰ τῶν ἀδελφῶν, εἰς ἐπιθυμίαν ἦλθε παρὰ τὸ εἰκὸς τοῦ μαρτυρῆσαι, τοῦ κόσμου παντὸς εἰρηνεύοντος καὶ τῆς ἐκκλησίας προκοπτούσης καὶ εἰρηνευούσης τῇ τοῦ θεοῦ χάριτι. Ἐκεῖνος συνεχῶς παρεκάλει τὸν μακάριον· «Εὖξαι, ἀββᾶ, ὑπὲρ ἐμοῦ, ἵνα γένωμαι μάρτυς.» Ὁ δὲ μέγας ἐνουθέτει αὐτὸν μὴ συγχωρῆσαι τῷ λογισμῷ ἔτι τούτῳ εἰς τὴν καρδίαν αὐτοῦ ἐμβληθῆναι. Ἔλεγε δὲ αὐτῷ· «Ἀδελφέ, ὑπόμεινον τοῦ μοναχοῦ τὸν ἀγῶνα γενναίως· καὶ ἀμώμως κατὰ τὴν τοῦ Χριστοῦ εὐαρέστησιν κατορθώσας τὸν βίον ἕξεις ἐν οὐρανοῖς τὴν μετὰ τῶν μαρτύρων κοινωνίαν.» Ἐκείνου δὲ καθ’ ἑκάστην ἐπιτείνοντος τὴν ἐπιθυμίαν εἰς τοῦτο καὶ ὀχλοῦντος τῷ ἁγίῳ ἵνα εὔξηται ὑπὲρ τούτου, ἀποσείσασθαι βουλόμενος ὁ μέγας τὴν τοιαύτην ὄχλησιν εἶπεν αὐτῷ· «Ἔστω, ἐγὼ εὔχομαι· πλὴν εἰ τοῦτο θέλεις, καταλήψεταί σε. Ἀσφαλίζου δὲ σεαυτόν, μήποτε, τῆς ὥρας ἐλθούσης, ἀντὶ τοῦ μαρτυρῆσαι εὑρεθῇς ἀρνούμενος τὸν Χριστόν. Ἀληθῶς γὰρ ἐσφάλης αὐτομολεῖν βουλόμενος εἰς πειρασμόν, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κελεύοντος προσεύχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμόν.»

Καὶ ταῦτα εἰπὼν παρήγγειλεν αὐτῷ ἀσφαλίσασθαι ἑαυτὸν καὶ μηκέτι τοῦτο φρονεῖν.

Ἐγένετο δὲ μετὰ δύο ἔτη σταλῆναί τινας τῶν ἀδελφῶν παρὰ τοῦ μεγάλου εἰς ἀνωτέραν αὐτῶν κώμην θρύα συλλέξαι λόγῳ τῶν ψιαθίων τῆς μονῆς. Αὕτη δὲ ἡ κώμη πρόσκειται τοῖς βαρβάροις οἳ λέγονται Βλέμμυες. Καὶ τυγχανόντων ἔτι τῶν ἀδελφῶν ἐκεῖσε, καθ’ ὃ πολλὰ θρύα ὑπῆρχεν, ἀπέστειλεν ὁ μακάριος πρὸς αὐτοὺς ὀλίγας ἀπενεγκεῖν δαπάνας αὐτοῖς τὸν ἐπιθυμοῦντα μαρτυρῆσαι ἀδελφόν, παραγγείλας ἑαυτὸν ἀσφαλίσασθαι καὶ εἰπὼν τὸ γεγραμμένον ἐκεῖνο δι’ αἰνίγματος· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία.» Ὁ δέ, λαβὼν ὄνον πεφορτωμένον δαπάναις, πρὸς τοὺς ἀδελφοὺς ἐπορεύετο. Γενομένῳ δὲ αὐτῷ περὶ τὴν ἔρημον ἀπαντῶσιν οἱ βάρβαροι κατελθόντες τοῦ ὄρους ἐπὶ τῷ ὑδρεύσασθαι. Κατενεγκόντες δὲ αὐτὸν τοῦ ζῴου καὶ λαβόντες τὸν ὄνον μετὰ τῶν σκευῶν ἀπήνεγκαν εἰς τὸ ὄρος πρὸς τοὺς ἄλλους βαρβάρους· οἳ καὶ ἰδόντες αὐτὸν μετὰ τοῦ ὄνου χλευάζειν ἤρξαντο λέγοντες· «Μονάζων, ἐλθὲ καὶ προσκύνησον τοῖς θεοῖς ἡμῶν.» Σφάξαντες δὲ οἱ βάρβαροι ζῷα σπονδὰς ἐποίουν τοῖς εἰδώλοις αὐτῶν. Καὶ ἀγαγόντες τὸν μοναχὸν ἠνάγκαζον σπεῖσαι αὐτοῖς. Μὴ βουλομένου δὲ τοῦτο ποιῆσαι, μετὰ θυμοῦ προσῆλθον ἐπισείοντες τὰ ξίφη γυμνὰ καὶ ἀπειλοῦντες, εἰ μὴ βούλοιτο θῦσαι τοῖς θεοῖς αὐτῶν καὶ σπεῖσαι σπονδάς, εὐθὺς αὐτὸν ἀνελεῖν.

Ὁ δέ, ἰδὼν γυμνὰ τὰ ξίφη καὶ τὸ ἄγριον αὐτῶν ἦθος φοβηθείς, λαβὼν παρευθὺ τὸν οἶνον ἔσπεισε τοῖς εἰδώλοις αὐτῶν· ἔφαγε δὲ καὶ μετ’ αὐτῶν ἀπὸ τῶν εἰδωλοθύτων. Καὶ φοβηθεὶς τὸν τοῦ σώματος ἀποθανεῖν θάνατον ἀπέκτεινε τὴν ψυχὴν αὐτοῦ, τὸν δεσπότην ἁπάντων ἀρνησάμενος. Ποιήσαντα δὲ τοῦτο ἀπέλυσαν αὐτὸν οἱ Βλέμμυες.

Ὁ δέ, κατελθὼν ἐκ τοῦ ὄρους καὶ εἰς ἑαυτὸν ἐλθών, ἔγνω τὴν ἀνομίαν αὐτοῦ, μᾶλλον δὲ τὴν ἀσέβειαν ἣν εἰργάσατο· καὶ μετὰ τὸ τύψαι πολλὰ τὸ πρόσωπον, σχίσας τὰ ἑαυτοῦ ἱμάτια ἔρχεται εἰς τὴν μονήν. Γνοὺς δὲ ὁ μακάριος τὸ συμβὰν αὐτῷ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ πάνυ ὑπολυπούμενος.

Ὁ δέ, ἰδὼν τὸν ἅγιον ἐρχόμενον πρὸς αὐτόν, βάλλει ἑαυτὸν εἰς γῆν ἐπὶ πρόσωπον κράζων μετὰ κλαυθμοῦ· «Ἥμαρτον τῷ θεῷ καὶ σοί, πάτερ, ὅτι οὐκ ἤκουσά σου τῆς ἀγαθῆς συμβουλίας οὐδὲ τῆς νουθεσίας. Εἰ γὰρ ἤκουσά σου, οὐκ ἂν ταῦτα ὑπέστην.» Ὁ δὲ μέγας ἀκούσας ἔφη πρὸς αὐτόν· «Ἀνάστα, ἄθλιε· σεαυτὸν ἀπέκλεισας τοσούτων ἀγαθῶν, ὦ ταλαίπωρε. Ἀληθῶς ἐπετέθη σοι στέφανος καὶ ἀπέρριψας αὐτὸν ἀπὸ σοῦ. Ἕτοιμος ὑπῆρχες συναριθμεῖσθαι τοῖς ἁγίοις, καὶ σεαυτὸν ἀπεσχοίνισας τῆς μακαρίας αὐτῶν κοινωνίας. Ὁ δεσπότης Χριστὸς παρῆν μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ διάδημα ἐπὶ τῆς κεφαλῆς σου θεῖναι, καὶ τοῦτον ἠρνήσω διὰ ῥοπὴν ὥρας· καὶ θάνατον, ὃν μέλλεις ὑφίστασθαι καὶ μὴ θέλων, τί φοβηθεὶς ἐξέπεσες τοῦ θεοῦ σου καὶ τὴν αἰώνιον ζωὴν ἀπώλεσας. Ποῦ οἱ πρὸ τούτου σου λόγοι; Ποῦ ἡ ὄρεξίς σου ἐκείνη πρὸς τὸ μαρτυρῆσαι;» Εἶπεν δὲ ἐκεῖνος· «Ἥμαρτον κατὰ πάντα, ὦ πάτερ. Οὐ προσεδόκων οὕτως γενέσθαι.» Ταῦτα δὲ λέγοντος αὐτοῦ καὶ κλαίοντος, ἔφη ὁ μέγας πρὸς αὐτόν· «Σὺ μέν, ὦ ἄθλιε, παντελῶς ἀλλότριον σεαυτὸν τοῦ κυρίου κατέστησας. Ἀγαθὸς δέ ἐστιν ὁ κύριος καὶ οὐδέποτε συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστὶ καὶ τὰς ἁμαρτίας ἡμῶν δύναται καταποντίσαι εἰς βάθη τῆς θαλάσσης· ὅτι καθ’ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως μακρύνει ἀφ’ ἡμῶν τὰς ἁμαρτίας ἡμῶν.

Οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν, καὶ τὸν πεσόντα ἀπαιτεῖ μὴ ἐμμένειν τῷ πτώματι, ἀλλ’ ἀναστῆναι, καὶ τὸν ἀποστρέφοντα μὴ μακρυνθῆναι ἀλλ’ ἐπιστρέψαι διὰ τάχους πρὸς αὐτόν. Διὰ τοῦτο μὴ ἀπογνῷς σεαυτοῦ· ἔστι γὰρ ἐλπὶς σωτηρίας. Ἐὰν γὰρ ἐκκοπῇ, φησίν, δένδρον πάλιν ἀνθήσει. Εἰ οὖν θέλεις ἀκοῦσαί μου κατὰ πάντα ὅσα ἂν εἴπω σοι, ἕξεις συγχώρησιν παρὰ τοῦ θεοῦ.» Ὁ δὲ κλαίων ἔλεγεν· «Ἀκούσω σου, ὦ πάτερ, ἀπὸ τοῦ νῦν ἐν πᾶσι.» Κελεύει οὖν ὁ μέγας ἀναχωρήσαντα καθ’ ἑαυτὸν εἰς ἥσυχον κελλίον ἑαυτὸν ἐγκλεῖσαι καὶ μηδενὶ συντυγχάνειν ἕως θανάτου, ἐσθίειν δὲ παρὰ μίαν ἄρτον καὶ ἅλας μόνον καὶ ὕδατος μικρὸν μεταλαμβάνειν ἕως τέλους ζωῆς αὐτοῦ, δύο δὲ ψιάθια ποιεῖν αὐτὸν καθ’ ἑκάστην ἡμέραν, καὶ ἀγρυπνεῖν μὲν ὅσον δύναται καὶ εὔχεσθαι ὅσον ἰσχύει, κλαυθμοῦ δὲ τὸ καθόλου μὴ ἀπολείπεσθαι. Ὁ δέ, ἀναχωρήσας ὡς προσετάχθη, ἐδιπλασίασε πάντα ὅσα εἶπεν αὐτῷ ποιῆσαι· οὐδενὶ δὲ συνετύγχανεν, εἰ μὴ μόνον τῷ μεγάλῳ πατρὶ καὶ Θεοδώρῳ καί τισιν ὀλίγοις τῶν μεγάλων γερόντων. Ποιήσας οὖν δεκαετῆ χρόνον οὕτως ἀγωνιζόμενος ἐκοιμήθη τῇ τοῦ Χριστοῦ χάριτι καλῶς, μαρτυρήσαντος τῇ ἀναπαύσει αὐτοῦ τοῦ ἁγίου πατρός.