Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (τέταρτος)

Παχώμιος ὁ Μέγας

Η προσέλευση και η πνευματική προκοπή του Θεοδώρου

Η πρώιμη κλήση και η άφιξη του νεαρού Θεοδώρου στο κοινόβιο, η υποδοχή του από τον Παχώμιο και η σταθερή προσήλωσή του στη μοναχική αποταγή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 8 από 11

40. Πολλῶν δὲ ἐν τῇ μονῇ τοῦ μεγάλου κατ’ ἀρετὴν διαλαμπόντων ὥσπερ εἰκός, ὁ μᾶλλον τῶν ἄλλων θαυμαζόμενος Θεόδωρος ἦν· οὗ καὶ ἀνωτέρω τοῦ λόγου μνήμην ἐποιησάμεθα, ὡς εἰς υἱοῦ τάξιν τῷ μεγάλῳ καθεστηκότος διὰ τὴν ἐμφέρειαν τῆς ἀρετῆς.

Ἐροῦμεν δὲ καὶ περὶ αὐτοῦ ὀλίγα τινὰ τῶν εἰς ἀκοὰς ἐληλυθότων ἡμῖν. Λέγεται γὰρ ὡς ἰδών ποτε κατὰ τὴν πατρῴαν οἰκίαν ἑορτῆς πανδήμου καταλαβούσης παρασκευήν τινα πολυτελῆ καὶ λαμπράν—ἦσαν γὰρ αὐτῷ οἱ γονεῖς πλούτῳ κομῶντες σὺν τῷ καὶ εὐσεβείας μετέχειν—ἔτι παῖς ὢν κομιδῇ, θείᾳ τινὶ κατανύξει τιτρώσκεται τὴν ψυχήν· καὶ οὕτω λέγει πρὸς ἑαυτόν· «Ἀλλ’ εἰ τούτων γε, ὦ Θεόδωρε, ἀπολαύσειας τῶν βρωμάτων, τῶν αἰωνίων πάντως ἀγαθῶν στερηθήσῃ.» Καὶ στενάξας ἐπὶ τῷ λόγῳ, εἰσέδυ τε εἴς τινα τῶν τῆς οἰκίας μυχῶν καὶ πρηνῆ καταβαλὼν ἑαυτόν· «Ὁ Θεός, εἶπε σὺν δάκρυσιν, ὁ τῶν κρυπτῶν γνώστης, σὺ οἶδας ὅτι οὐδὲν τῶν ἐν τῷ κόσμῳ τούτῳ τῆς σῆς ἀγάπης προέκρινα· διὸ ἱκετεύω σε, δέσποτα, ὁδήγησόν με εἰς τὸ σὸν θέλημα καὶ φώτισόν μου τὴν διάνοιαν εἰς τὸ ἐκτελεῖν ἀεὶ τὰς σὰς ἐντολάς.» Ἡ οὖν μήτηρ ἀναζητοῦσα τοῦτον μηδαμοῦ τέως φαινόμενον, μόλις εὑρίσκει· εἶτα καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ κατανοοῦσα δακρύων μεστούς, ἐπυνθάνετο μή τις ἔτυχε λυπήσας αὐτόν· ἅμα δὲ καὶ μαθεῖν ἐζήτει, τίνος χάριν τῆς τραπέζης ἀπολειφθείη, καὶ ταῦτα πολυτελοῦς ὡς ἐν ἑορτῇ ἑτοιμασθείσης. Καὶ ἠνάγκαζε συνελθεῖν καὶ αὐτὸν καὶ συνεστιαθῆναι τοῖς λοιποῖς ἀδελφοῖς· ἦσαν γὰρ αὐτῷ καὶ ἕτεροι σύγγονοι.

Ὁ δ’ ὁλοσχερῶς παραιτησάμενος τὴν τροφὴν καὶ τὴν μητέρα ἀποπεμψάμενος, διετέλει νηστεύων καὶ προσευχόμενος ἕως ὀψέ· τοῦτο δὲ ἐντεῦθεν ἀρξάμενος πολλάκις ἐποίει· ἐνίοτε δὲ καὶ ἐς δύο ἡμέρας ἅπαξ τὰ σῖτα προσίετο· καὶ ἁπλῶς εἰπεῖν, κατὰ τοὺς ἀσκουμένους τῶν μοναχῶν ἔτι ἐν τῷ κόσμῳ ἀναστρεφόμενος τὴν οἰκείαν ἐκόλαζε δίαιταν ἐπὶ διετίαν ὅλην ἑαυτὸν προγυμνάζων. Καὶ τέλος εἴς τι μοναστήριον ἀναχωρῆσαι συνεχωρήθη, ἱδρυμένον μὲν περὶ τὸν καλούμενον Λατοπολίτην τόπον, μοναχοὺς δὲ ἔχον εὐλαβεῖς, ἐτῶν γεγονὼς τότε δέκα καὶ τεσσάρων.

41. Ἐν ᾧ καὶ διήκουσέ ποτέ τινος ἐξηγουμένου τὰ περὶ τὴν νομικὴν ἐκείνην σκηνήν, ὅτι ἡ μὲν πρώτη σκηνὴ καὶ τὰ ἅγια ὁ πρῶτος ἂν εἴη λαός· ἡ γὰρ λατρεία διὰ θυσιῶν καὶ αἵματος ἦν καὶ ἄρτων φανερῶν καὶ τῆς λυχνίας καὶ τῶν λοιπῶν· τὰ δὲ ἅγια τῶν ἁγίων τὴν τῶν ἐθνῶν κλῆσιν τὴν κατὰ τὸ εὐαγγέλιον καὶ τὸ πλήρωμα τοῦ νόμου δηλοῖ· ἀντὶ γὰρ θυσίας ζῴων, θυμιατήριον ἦν ἐκεῖσε θυμιαμάτων εἴτ’ οὖν προσευχὴ ἐκτενὴς ἐκ καρδίας τῷ Θεῷ ἀναπεμπομένη, τράπεζά τε καὶ κιβωτὸς εἴτ’ οὖν διάνοια καθαρά, τοὺς πνευματικοὺς ἄρτους ἔχουσα, λέγω δὴ τὰ θεῖα μυστήρια καὶ νοήματα, καὶ τὸ βιβλίον τοῦ νόμου τὰς τοῦ Χριστοῦ δηλαδὴ ἐντολάς, ἃς οἱ πιστοὶ διηνεκῶς ἔχουσιν ἐν καρδίᾳ ὥσπερ ἐν βιβλίῳ τινὶ κατὰ τὸ γεγραμμένον· Ἐπὶ τῶν διανοιῶν αὐτῶν βαλῶ αὐτούς· ἔτι δὲ καὶ τὸ φῶς τῆς λυχνίας, ὃ τὴν τοῦ ἁγίου πνεύματος ἔλλαμψιν νοητέον, καὶ τὸ ἱλαστήριον, ἐν ᾧ ὁ Θεὸς ὠπτάνετο πῦρ καταναλίσκον, τὸν Θεὸν Λόγον τὸν ἐνανθρωπήσαντα δι’ ἡμᾶς· ἱλασμὸς γὰρ ἡμῖν οὗτος ἐγένετο ὀφθεὶς τῇ σαρκὶ καὶ τὴν ἁμαρτίαν ἀναλώσας τῷ πυρὶ τῆς θεότητος. —Ὁ οὖν ἐξηγησάμενος ταῦτα τελευταῖον καὶ τοῦτο προσέθηκεν, ὡς παρὰ Παχωμίου ταῦτα διακούσοι, ἀνδρὸς μεγάλου τὴν ἀρετὴν καὶ τῷ Θεῷ ᾠκειωμένου, τοῦ καὶ ἐν Ταβεννήσει τοιοῦτον συντάξαντος μοναστήριον καὶ πολλοὺς τῷ Θεῷ ἐν τούτῳ προσαγαγόντος.

Ταῦτα τὰ ῥήματα τῷ παιδὶ Θεοδώρῳ πόθον ἐνίησι τοῦ θείου Παχωμίου πολὺν ὅτι μάλιστα· καὶ διὰ πάσης σχεδὸν τῆς νυκτὸς ἐκείνης ἐδεῖτο τοῦ Θεοῦ ἐκτενῶς ἰδεῖν τε τὸν ἅγιον καὶ μαθητεῦσαι αὐτῷ.

42. Μεθ’ ἡμέραν δὲ Πεκύσιος ὁ γέρων ὁ τοῦ ἁγίου ἐκείνου μαθητὴς παρέβαλε κατά τινα χρείαν εἰς ἐκείνην τὴν μονήν· καὶ ἐπανιόντι αὐτῷ πάλιν πρὸς τὸ ἴδιον μοναστήριον εἵπετο κατὰ πόδας καὶ ὁ Θεόδωρος. Ἐπεὶ δὲ καταλάβοι τὴν μονὴν τοῦ μεγάλου, πρῶτον μὲν εἰς γῆν πεσὼν εὐλόγησε τὸν Θεόν, ὅτι ἐπακούσοι τῆς αἰτήσεως αὐτοῦ. Ἔπειτα τῷ Παχωμίῳ εἰς ὄψιν ἐλθών, δακρύων ἐπλήσθη τοὺς ὀφθαλμοὺς καὶ θερμότερον ἔκλαιεν· ὁ οὖν Παχώμιος ὀδυρόμενον ἰδὼν τὸ μειράκιον· «Μὴ κλαῖε, εἶπεν αὐτῷ· ἐγὼ γὰρ τοῦ σοῦ πατρὸς ὑπηρέτης εἰμί,» πατέρα ἐκείνου τὸν Θεὸν αἰνιττόμενος.

43. Ἐνδιατρίψαντος δὲ ἤδη παρὰ τῷ μεγάλῳ ἐκείνῳ πατρὶ τοῦ Θεοδώρου χρόνον ἱκανόν, ὁρῶν ἐκεῖνος τὴν διαφέρουσαν αὐτοῦ ἄσκησιν καὶ τὴν κατ’ ἀρετὴν ἐπίδοσιν, οὕτω περὶ αὐτοῦ ὑπῆρχε φρονῶν ὡς καὶ τὰς τῶν ἄλλων ἀδελφῶν ψυχὰς ὑπὸ τοῦ Θεοῦ μετ’ αὐτὸν εὐθὺς πιστευθήσεσθαι μέλλοντος. Ἦν γὰρ αὐτῷ τὰ τρία ταῦτα διαφερόντως προτερήματα· καθαρότης καρδίας, λόγου συμμετρία καὶ χάρις, καὶ τὸ τῆς ὑπακοῆς ἀδιάκριτον μέχρι θανάτου.

44. Ἀκούσασα δὲ ἡ μήτηρ τοῦ Θεοδώρου τούτου ἐκεῖσε διάγειν τὸν παῖδα αὐτῆς, ἧκεν αὐτόθι, ἅμα καὶ ἐπιστολὰς φέρουσα πρὸς τὸν μέγαν πατέρα ἐπισκόπων τινῶν ἀποδοθῆναι αὐτῆς τὸν υἱὸν κελευόντων· ἥτις ἐπιξενωθεῖσα εἰς τὴν τῶν παρθένων μονήν, τὰς ἐπιστολάς τε τῷ Παχωμίῳ διέπεμψε καὶ τὸν υἱὸν ἰδεῖν τέως ἠξίωσεν. Ὁ δὲ Παχώμιος τῷ Θεοδώρῳ δηλοῖ περὶ τούτου, ἀπελθεῖν τε κελεύει πρὸς τὴν μητέρα καὶ πεῖσαι αὐτήν. Ὁ δὲ Θεόδωρος ἀντέφησε μεθ’ ὑποστολῆς· «Καὶ πῶς ἄν, ὦ πάτερ, εἰ τοῦτο ποιήσαιμι, οὐ δυσαρεστήσω τῷ Θεῷ, πρόσκομμα τοσούτῳ πλήθει μοναχῶν γεγονώς; Οἱ υἱοὶ Λευὶ γονεῖς καὶ ἀδελφοὺς κατειργάσαντο, ἵνα εὐαρεστήσωσι τῷ Κυρίῳ· κἀγὼ παροργιῶ τοῦτον διὰ στοργὴν μητρικήν; Οὐκ ἔστι μοι μήτηρ· τῷ κόσμῳ ἀπεταξάμην, Χριστὸν ἀντὶ πάντων εἱλόμην.» Καὶ ὁ Παχώμιος· «Εἰ σύ, φησίν, ἀγαπᾷς τὸν Θεὸν ὑπὲρ τὴν μητέρα, οὐδὲ ἐμέ, τέκνον, ἀντιλέγοντα ἕξεις, ἀλλὰ καὶ μάλιστα εἰς τοῦτο τὸ ἐπαινετὸν καὶ σωτήριον ἐννόημα ὁλοψύχως προτρεπόμενον. «Ὁ φιλῶν γὰρ πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος,» φησὶν ὁ Κύριος τὸν τέλειον ὁριζόμενος.

Ἀλλ’ οὐδὲ οἱ πατέρες ἡμῶν καὶ ἐπίσκοποι οἱ ἐπιστείλαντες περὶ σοῦ λυπηθήσονται ὅτι μὴ τῇ μητρὶ σεαυτὸν ἐπιδέδωκας· χαρήσονται δὲ μᾶλλον ἐπὶ τῇ φιλοθέῳ διαθέσει. Ἁμαρτία μὲν γὰρ οὐκ ἔστι, τὸ τοῖς ἰδίοις προσομιλεῖν, εἴ τις ὡς μέλη Χριστοῦ ὁρᾷ τούτους καὶ ἀγαπᾷ καθάπερ καὶ ἅπαντας τοὺς πιστούς· δεῖ δὲ ὅμως τῶν καλῶν τὸ κρεῖσσον ἐκλέγεσθαι καὶ Χριστὸν προτιμᾶν τῶν ἄλλων ἁπάντων.» Ἡ οὖν μήτηρ τῆς θέας τοῦ παιδὸς ἀτυχήσασα, ἐπ’ οἴκου μὲν ἀναζεῦξαι οὐκ ἠβουλήθη. Αὕτη δὲ παρὰ ταῖς παρθενευούσαις ἔμεινε, λέγουσα ὅτι· «Ἐντεῦθεν καὶ τὸν υἱόν ποτε ὄψομαι»—σφόδρα γὰρ τοῦτον ἐφίλει—«καὶ τὴν ἐμαυτῆς κερδανῶ πάντως ψυχήν.» 45. Καὶ περὶ μὲν τοῦ Θεοδώρου τοῦ θείου τοσαῦτα τό γε νῦν ἔχον εἰπόντες, τὰ λοιπὰ πάλιν ἐν τοῖς ἰδίοις τούτων καιροῖς ἐπαγάγωμεν· ἐπὶ δὲ τὰ κατὰ τὸν Παχώμιον πάλιν τὴν διήγησιν τρέψωμεν.