Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (σύντομος)

Παχώμιος ὁ Μέγας

Προάσπιση της ορθοδοξίας και προφητείες

Η σταθερή στάση του αγίου έναντι των αιρετικών, η απόρριψη των διδασκαλιών του Ωριγένη και οι θείες αποκαλύψεις σχετικά με τη μελλοντική πορεία του κοινοβίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 3 από 5

Καί ποτε πρὸς αὐτὸν αἱρετικῶν μοναχῶν ἀφιγμένων καὶ διά τινων αὐτῷ τῶν τῆς μονῆς δηλωσάντων ὡς· «Ὁ πατὴρ ἡμῶν φάσκει· Εἰ ἀληθῶς ἄνθρωπος εἶ τοῦ θεοῦ, δεῦρο καὶ ποσὶν οἰκείοις τὸν ποταμὸν διαβῶμεν, ὡς ἂν ἅπαντες γνῶσι τίς ἡμῶν μᾶλλον παρρησίαν ἔχει πρὸς τὸν θεόν,» ἐπείπερ ἀνηγγέλη ταῦτα τῷ γέροντι, ἐκεῖνός φησι πρὸς τοὺς ἀναγγείλαντας· «Εἴπατε τοῖς λέγουσιν ὅτι ἐμοὶ πᾶσα σπουδὴ τὸ μεμνῆσθαι τῆς κρίσεως τοῦ θεοῦ ἐστι καὶ τὰς τοῦ δαίμονος καταπατεῖν ἐπινοίας, οὐχὶ δὲ πεζεύειν πέλαγος καὶ ὀρῶν ὑπερίπτασθαι.» Ταῦτα εἰπὼν ἐνουθέτει τοὺς ἀδελφοὺς αἱρετικῶν εἶναι ταυτὶ τὰ προβλήματα λέγων· «Καὶ γὰρ κατὰ συγχώρησιν θεοῦ γίνεται τὰ τοιαῦτα πολλάκις, τῶν δαιμόνων συνεργούντων τοῖς ὑπ’ αὐτῶν ἐκτραπεῖσι. Καὶ τοῦτο δῆλον ἐξ ὧν ἐν τοῖς εὐαγγελίοις ἠκούσατε· Πολλοὶ γάρ, φησίν, ἐλεύσονται λέγοντες· Κύριε, κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν; Καὶ ἀκούσονται·

Ἀμὴν ἀμὴν λέγω ὑμῖν· οὐκ οἶδα ὑμᾶς.» Τούτοις ἐπεστήριζεν ὁ μέγας τοῖς λόγοις τοὺς ἀδελφούς, ἀλλὰ μὴν καὶ τοῖς ἔργοις· ἀΰπνους γὰρ ἔστιν ὅτε διετέλει τὰς νύκτας καὶ νηστείαις πολυημέροις ἐσχόλαζεν· ἐδίδασκε δὲ καὶ τοὺς ἀδελφοὺς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν· ἐπαίδευέ τε καὶ προσηκόντως καὶ οὐδένα συνεχώρει καταμελεῖν τοῦ κανόνος, ἀλλ’ εἴ που καί τινα καταρραθυμοῦντα τῆς ἀρετῆς εἶδεν, ἐπιτιμήσεσιν αὐτὸν καθυπῆγε· καὶ πολλοὺς διωρθώσατο καὶ πρὸς ἐπιμέλειαν τῆς ἀρετῆς ἐπανήγαγεν.

Ὧν εἷς ἦν καὶ Σιλουανὸς ὁ ἐκ μίμων γεγονὼς μοναχός, οὗ καὶ Πετρώνιος ὁ θεῖος ἀντεποιήσατο, οὗ καὶ τὴν ψυχὴν ἄγγελοι μεθ’ ὅσης εἴποις τῆς τιμῆς ἐν τῇ τελευτῇ παρειλήφασιν· ὃν καὶ διὰ θαύματος ὁ μέγας ἐτίθετο. Καὶ γὰρ τῷ διορατικῷ τῆς ψυχῆς τὰς τῶν τελευτώντων ἀδελφῶν ἐν τῷ ἀέρι ψυχὰς ὥσπερ ἐν ἐκστάσει γενόμενος ἐθεώρει· ἔτι γε μὴν καὶ τὰ μάταια προβλήματα τῶν φιλοσόφων ὁ γέρων διέλυε· καὶ ἦν οὐ διορατικώτατος μόνον, ἀλλὰ δὴ καὶ προφητικώτατος. Ἐμίσει δὲ καὶ τὰ Ὠριγένους καὶ τοὺς τὰ ἐκείνου φρονοῦντας καὶ ἠλλοτρίου τῆς Χριστοῦ ποίμνης ἐπιμένοντας τούτοις.

Προέγνω καὶ τὰ ἐς ὕστερον μέλλοντα συμβήσεσθαι τῇ μονῇ· καὶ εὐχὰς ἀπεδίδου θεῷ μὴ εἰς τέλος ταύτην παροραθῆναι καὶ κόπους αὐτοῦ καὶ πόνους εἰς τὸ μηδὲν χωρῆσαι· καὶ μέντοι δὴ καὶ βεβαίωσιν εἴληφε παρ’ αὐτοῦ τοῦ Χριστοῦ μεῖναι τὴν μονὴν καὶ μεγάλους τινὰς ἐξ αὐτῆς ἀναλάμψαι τὴν ἀρετήν. Ἔνθεν τοι καὶ παραψυχὴν εἰληφὼς Παχώμιος, τὸν λόγον τοῖς ἀδελφοῖς ὑπετίθει τὸν θεῖον· καὶ ἦν οὕτως ἐπὶ τούτοις εὐχαριστῶν τῷ θεῷ.