Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ Παχωμίου

Παχώμιος ὁ Μέγας

Νέες ιδρύσεις, διάκριση πνευμάτων και πνευματικές νουθεσίες

Η δωρεά της μονής Τβου, η ίδρυση μονής στην πόλη Πάνος, ο διάλογος με τους φιλοσόφους, διδασκαλία περί βλασφημίας και αναγνώριση δαιμονικών φαντασιώσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 6 από 10

Ἦν δέ τις ὀνόματι Πετρώνιος, ὃς οὐ μόνον ἀφ’ οὗ τῆς οἰκίας τῶν γονέων ἐξῆλθεν οὐκέτι ὑπέστρεψεν ἐκεῖ ἕως οὗ παρέθετο τὴν ψυχὴν τῷ κυρίῳ, ἀλλὰ καὶ πάντας ἔπεισε τοὺς τῆς οἰκίας αὐτοῦ, πατέρα, ἀδελφούς, ἀδελφάς, συγγενεῖς τε καὶ δούλους ἀποτάξασθαι τῷ βίῳ καὶ πρὸς τοὺς ἀδελφοὺς ἐλθεῖν· καὶ ἐλθόντες καλῶς ἐκοιμήθησαν. Ὅσα δὲ εἶχεν ὁ πατὴρ αὐτοῦ, Ψενέβους λεγόμενος, βόας καὶ πρόβατα καὶ σκεύη παντοῖα, πάντα μεθ’ ἑαυτοῦ ἐρχόμενος ἤνεγκε καὶ εἰς τὸ κοινόβιον ἐχαρίσατο διὰ τοῦ πατρὸς ἡμῶν Παχωμίου· ἔτι δὲ καὶ τὴν μονὴν αὐτοῦ δέδωκε, Τβοῦ λεγομένην. Ἐτάχθησαν οὖν κἀκεῖ ἀδελφοὶ κατὰ τὸν θεσμὸν τῶν ἄλλων μονῶν.

Περὶ τῆς ςʹ μονῆς, ἐν πόλει Πάνος. Καὶ πρὸ ταύτης τῆς μονῆς—τάξιν γὰρ ἔχουσιν—ἐπίσκοπός τις τῆς πόλεως Πάνος, Ἄρειος μὲν λεγόμενος, ὀρθόδοξος δὲ καὶ ἀσκητής, ὡς ὑπηρέτης Χριστοῦ, ὀσφρανθεὶς τὴν εὐωδίαν τῆς κοινωνίας τῶν ἀδελφῶν μετεπέμψατο πρὸς ἑαυτὸν τὸν ἀββᾶν Παχώμιον καὶ ἠξίωσεν αὐτὸν ἐν λόγῳ θεοῦ ποιῆσαι περὶ τὴν πόλιν μοναστήρια. Ἐλθόντος οὖν αὐτοῦ μετὰ τῶν ἀδελφῶν, ἔδωκεν αὐτοῖς τόπον· καὶ οὕτως ᾠκοδόμουν τὸν φραγμόν. Τινὲς δὲ τὴν οἰκονομίαν τοῦ θεοῦ ἀγνοοῦντες ἤρχοντο φθόνῳ, καὶ κατέστρεφον νυκτὸς τὸ οἰκοδομούμενον· ἀλλὰ τῇ μακροθυμίᾳ τοῦ ἁγίου γέροντος παρὰ κυρίου συμβιβασθέντες, ᾠκοδομήθη τὸ μοναστήριον. Ἄγγελος γὰρ ἔδοξέ τισιν ὀφθῆναι ὡς δακτύλῳ τινὶ τὸ τοιοῦτον τεῖχος περιχαράσσων ἐν θείῳ πυρί. Ἔταξε δὲ κἀκεῖ ὁ πατὴρ ἡμῶν οἰκονόμον, Σαμουὴλ λεγόμενον, ἄνθρωπον ἐγκρατῆ καὶ ἱλαρὸν τῷ πνεύματι, καὶ ἄλλους σὺν αὐτῷ ἱκανούς. Καθ’ ὃ δὲ τῆς πόλεως ἐγγὺς ἦσαν, καὶ αὐτὸς παρέμενεν αὐτοῖς χρόνον τινὰ ἕως ἑδραιωθῶσι.

Περὶ τοῦ φιλοσόφου. Φιλόσοφος δέ τις τῆς πόλεως ταύτης ἦλθεν εἰς τὸ μοναστήριον δοκιμάσαι αὐτοὺς ὁποῖοί τινες εἶεν. Καὶ λέγει· «Καλέσατέ μοι τὸν πατέρα ὑμῶν, ὅπως λαλήσω αὐτῷ.» Καὶ ἀκούσας ὁ μέγας ἔπεμψε Κορνήλιον ἀπολογήσασθαι πρὸς αὐτόν. Ὁ δὲ λέγει αὐτῷ· «Φημίζεσθε ὡς μονάζοντες συνετοὶ καὶ σοφὰ λαλοῦντες. Ἐλαίας πότε τίς φέρων ἀλλαχόθεν ἐν τῇ Πάνος πιπράσκει, ὡς τῆς πόλεως τοῦτο τὸ εἶδος πλέον ἐχούσης;» Ἀπεκρίθη αὐτῷ Κορνήλιος· «Ἠκούσθη δέ ποτε ὅτι ἐλαῖαι τῆς Πάνος ποιοῦσιν ἔλαιον; Οὐχί, ἀλλ’ ἢ ἁλὶ ἁλίζονται. Ἡμεῖς ἐσμεν τὸ ἅλας, καὶ ἤλθομεν ἁλίσαι ὑμᾶς.» Ταῦτα ἐκεῖνος ἀκούσας ὑπέστρεψε καὶ τοῖς φιλοσόφοις ἀνήγγειλε.

Λέγει δέ τις αὐτῶν· «Ἕως τούτου ἐστὶ τὸ ζήτημά σου πρὸς τοὺς μοναχούς; Ἀπελθὼν κἀγὼ δοκιμάσω αὐτοὺς ἀπὸ τῶν γραφῶν αὐτῶν εἰ νοοῦσι.» Καὶ ἀπελθόντος, καλεῖ Θεόδωρον ὁ μέγας καὶ πέμπει πρὸς ἐκεῖνον. Καθὼς δὲ εἴρηκεν ἡμῖν ἐν ὑστέρῳ Θεόδωρος ὅτι «Πεμπόμενος πρὸς αὐτὸν ἐφοβούμην, πῶς ἀπολογήσομαι φιλοσόφῳ; Κορνήλιος γὰρ σοφός ἐστι πλέον ἐμοῦ.» Τότε δ’ οὖν ἠρώτησεν ὁ φιλόσοφος ζήτημα δυσερμήνευτον λέγων· «Τίς μὴ γεννηθεὶς ἀπέθανε; καὶ τίς γεννηθεὶς οὐκ ἀπέθανε; καὶ τίς ἀποθανὼν οὐκ ἐπώζεσε;» Καὶ Θεοδώρου ἀποκριναμένου καὶ εἰπόντος τὸν μὲν Ἀδὰμ εἶναι, τὸν δὲ πάλιν Ἐνώχ, τὴν δὲ μὴ ἐποζέσασαν γυναῖκα τοῦ Λὼτ ὡς στήλην ἁλὸς γενομένην, ἀποδεξάμενος ὁ φιλόσοφος ἀνεχώρησεν. —Ἦν δέ τις ἐν ταύτῃ τῇ μονῇ ἅγιος, δυνατὸς τῷ πνεύματι καὶ τῷ σώματι ὡς ὁ Ἰώβ, Τολμᾶς μὲν ὀνομαζόμενος, πεπυρωμένος δὲ τῇ ἀσκήσει καὶ τῇ ἀγρυπνίᾳ ἀνενδότως ἕως θανάτου.

Περὶ τῶν λοιπῶν τεσσάρων μονῶν, καὶ ὁμοῦ δέκα. Ἔλαβε δὲ καὶ ἄλλα μοναστήρια ὁ πατὴρ ἡμῶν Παχώμιος μετὰ τὸ ἐν τῇ πόλει Πάνος· τό τε λεγόμενον Τὴθ καὶ Ὁβεῦ καὶ Ἰσμὶν καὶ μετὰ χρόνον ἄλλο τὸ λεγόμενον Παχμοῦ περὶ τὴν Λατῶν. Ταῦτα ἐποίησεν ἔτι περιών· καὶ ᾤκησαν ἐκεῖ ἀδελφοί, καθ’ ὁμοιότητα ταχθέντων αὐτοῖς πατέρων καὶ οἰκονόμων καὶ οἰκιακῶν. Ἔδωκε δὲ καὶ χρείας αὐτοῖς σωματικάς. Ἦν γὰρ μεγάλη ἡ μονὴ Παβαῦ, ὅπου ὁ οἰκονόμος ἔχει πᾶσαν τῶν μοναχῶν χρείαν· καὶ τὸ ἔργον αὐτῶν λαμβάνων διοικεῖ αὐτοὺς κατὰ καιρὸν τῇ προνοίᾳ τοῦ θεοῦ. Δὶς δὲ τοῦ ἐνιαυτοῦ παρεγίνοντο εἰς τὴν μεγάλην μονὴν οἱ τασσόμενοι, τό τε ἅγιον πάσχα μετ’ ἀλλήλων ἑορτάζοντες ἐν λόγοις θεοῦ καὶ ἀγάπῃ, καὶ πάλιν ἔθος ἔχοντες τῷ μεσορὴ μηνὶ συνέρχεσθαι καὶ τοὺς λόγους τῶν ἔργων ἀποδιδόναι τῷ μεγάλῳ οἰκονόμῳ· κατὰ μέρος γὰρ ἔγραφεν αὐτούς. Καὶ εἴ τινα διαταγὴν ὁ πατὴρ ἑκάστης μονῆς ἐθέλοι, ἔλεγεν αὐτῷ· καὶ ἔτασσεν ἢ οἰκιακὸν ἢ ἄλλον. Μάλιστα δὲ αὐτὸς ὁ τοῦ θεοῦ ἄνθρωπος ἐφρόντιζε πρὸ πάντων περιέρχεσθαι τὰς μονὰς καὶ στηρίζειν τοὺς ὀχλουμένους ἀδελφοὺς ὑπὸ λογισμῶν ποικίλων. Ἐδίδασκε γὰρ αὐτοὺς ἀνθίστασθαι τούτοις καὶ νικᾶν τῇ τοῦ θεοῦ μνήμῃ, διατασσόμενος πάντα τὰ πρὸς ὠφέλειαν τῶν ψυχῶν.

Περὶ τοῦ ἀββὰ Τιθόη. Ἦν δέ τις ἀθλητὴς καὶ ἀνταγωνιστὴς μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν, Τιθόης λεγόμενος, οἰκιακὸς τῶν ἐν Παβαῦ οἰκονόμων τῶν τεταγμένων ἀναπαῦσαι τοῦς ἀδελφοὺς κακουμένους. Ἐν μιᾷ οὖν ἑτοιμάζοντος αὐτοῦ τὰ πρὸς ἀνάπαυσιν τῶν ἀρρωστούντων, ἦλθε πνεῦμα πονηρὸν πειράσαι αὐτὸν τῇ ἀπάτῃ τῆς ἁμαρτίας, ὥστε φαγεῖν αὐτὸν πρῶτον ἐκ τῶν βρωμάτων ἃ τοῖς νοσοῦσιν εὐτρέπιστο. Ἀλλὰ γὰρ οὐ κατίσχυσεν αὐτοῦ ὁ πειράζων· διὰ γὰρ τοῦ ἀγῶνος μᾶλλον οἱ πιστοὶ δοκιμάζονται εἰς δόξαν θεοῦ. Οὐ μόνον οὖν ἐκείνων οὐκ ἀπεγεύσατο, ἀλλ’ οὐδὲ εἰς τὴν τράπεζαν ὀψὲ ἀπῆλθε φαγεῖν· βουλόμενος δὲ καὶ τὴν αὔριον συνάψαι νηστεύων ἔστη εὔξασθαι καὶ κλαίων ἔλεγε· «Κύριε, οὐ μόνον νηστεύειν ἕτοιμός εἰμι ἕως κτήσομαι τὴν σὴν ἀγάπην, ἀλλ’ ἀληθῶς ἐὰν καταλάβῃ με μαρτύριον καὶ καύσωσί με, οὐκ ἐγκαταλείψω τὴν σωφροσύνην, τὸ καύχημα πάντων τῶν ἁγίων. Ἀλλὰ δέομαί σου, τελείωσόν με ἐν τῷ φόβῳ σου.» Καὶ οὕτως καθαρὸς ὢν καὶ γνήσιος μοναχὸς ἐτελεύτησεν.

Περὶ τοῦ θύσαντος μοναχοῦ. Ἐγένετο τηνικαῦτα, τῶν βαρβάρων ἐκπεπολεμωμένων, εὑρεθῆναί τινα τῶν ἀλλαχοῦ μοναχῶν καὶ ὑπ’ αὐτῶν αἰχμαλωτισθῆναι. Μέλλοντες οὖν οἱ βάρβαροι φαγεῖν λέγουσιν αὐτῷ· «Ἔγειραι, ὑπηρέτησον ἡμῖν. Καὶ πρὸ τοῦ πιεῖν ἡμᾶς, σπεῖσον οἶνον τοῖς θεοῖς πρῶτον.» Μὴ θελήσαντα δὲ ἤγγισαν τοῦ σφάξαι αὐτόν· καὶ φοβηθεὶς ὁ μοναχὸς ἔσπεισε. Μετὰ τοῦτο δὲ τοὺς βαρβάρους ἀποφυγὼν ἦλθεν εἰς τὴν μονὴν πρὸς τὸν ἀββᾶν Παχώμιον· καὶ λέγει αὐτῷ τὸ πρᾶγμα. Ὁ δὲ ὀδυνηθεὶς εἶπεν αὐτῷ· «Ὢ ποῖος ἠνέχθη σοι στέφανος καὶ οὐκ ἔλαβες αὐτόν. Διατί οὐκ ἀπέθανες ἀνδρείως ὑπὲρ τοῦ δι’ ἡμᾶς ἀποθανόντος; Ἐζημιώθης σφόδρα· ἀλλ’ ἵνα μὴ ἐπὶ πλέον ἀπελπίσῃς— ὁ γὰρ κύριος βούλεται τὴν μετάνοιαν ἡμῶν ἢ τὸν θάνατον—, πένθει ὅσον δύνῃ οὐ μόνον πνεύματι συντετριμμένῳ καὶ τεταπεινωμένῳ, ἀλλὰ καὶ σώματος πόνῳ, ὅπως τὸ γεγραμμένον καὶ ἐπὶ σοὶ πληρωθῇ· “Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.”» Καὶ ταῦτα ἀκούσας τῇ ἐλπίδι ἀνεζωπυρήθη καὶ τῆς σωτηρίας ἐφρόντισεν ἑαυτοῦ.

Περὶ τῆς ταπεινώσεως τοῦ μοναχοῦ Παχωμίου. Ὑφαίνοντος τοῦ πατρὸς ἡμῶν Παχωμίου ψιάθιον ἐν μιᾷ ἐν Ταβεννήσει, ἦλθε παιδίον τὸ ποιοῦν τὴν λειτουργίαν τῆς ἑβδομάδος αὐτοῦ ἐν τῇ μονῇ· καὶ ἰδὸν αὐτὸν ὑφαίνοντα λέγει αὐτῷ· «Οὐχ οὕτως, πάτερ· μὴ στρέφε οὕτως τὸ λῶμα, ἐπειδὴ ὁ ἀββᾶς Θεόδωρος ἄλλον τύπον παρέδωκεν ἡμῖν ὑφαίνειν.» Καὶ εὐθὺς ἀναστὰς λέγει αὐτῷ· «Ναί· δίδαξόν με τὸν τύπον.» Καὶ μετὰ τὸ διδάξαι αὐτόν, ἐκαθέσθη ἐργάζεσθαι μετὰ χαρᾶς, τὸ πνεῦμα τῆς ὑπερηφανίας κἀν τούτῳ καταβαλών. Εἰ γὰρ ἦν τῆς σαρκὸς φρόνημα ἔχων, ἐπετίμησεν ἂν τῷ παιδίῳ ὡς παρὰ τὸ οἰκεῖον μέτρον λαλήσαντι.

Περὶ τῆς φαντασίας τοῦ δαίμονος. Ἄλλοτε πάλιν ὑφαίνοντι ψιάθιον ὤφθη αὐτῷ δαίμων λέγων ἑαυτὸν εἶναι τὸν Χριστόν, καίτοιγε οὐκ ἔχουσιν ἐξουσίαν οὐ μόνον ὀφθῆναί τινι, ἀλλ’ οὐδὲ λογισμὸν ὑποβαλεῖν ἄνευ θεοῦ συγχωρήσεως.

Ὁ δὲ τὴν διάκρισιν τοῦ πνεύματος ἔχων ὥστε διακρίνειν τὰ πονηρὰ πνεύματα ἀπὸ τῶν ἁγίων, ὡς γέγραπται, εὐθὺς ἐλογίσατό τε καὶ εἶπεν οὕτως ὅτι «Τῇ ὀπτασίᾳ τῶν θείων οἱ πονηροὶ λογισμοὶ τοῦ θεωροῦντος ἐκλείπουσι τέλεον· οὐδὲν γὰρ ἄλλο σκοποῦσιν, εἰ μὴ τὴν ἁγιότητα τοῦ ὀπτανομένου.

Ἀλλ’ ἰδοὺ ἐγὼ βλέπων τοῦτον φρονῶ καὶ λογίζομαι τὰ ἀνθρώπινα· δῆλον οὖν ὅτι ψεύδεται καὶ τῶν ἁγίων οὐκ ἔστι.» Καὶ ἰδὼν αὐτὸν ὁ δαίμων ταῦτα καθ’ ἑαυτὸν λέγοντα ἤρξατο περιαίρειν τοὺς λογισμοὺς ἀπ’ αὐτοῦ. Ὁ δὲ τῇ πίστει τοῦ Χριστοῦ διαναστὰς ἐξέτεινε τὴν χεῖρα κρατῆσαι αὐτόν· καὶ ἅμα ἐμφυσῶν εἰς τὸ πρόσωπον αὐτοῦ, ἐξέλιπεν.

Περὶ τῆς ὀπτασίας Παχωμίου. Εἶχεν ὁ Θεόδωρος τοιαύτην συνήθειαν ἔρχεσθαι καθ’ ἑκάστην τὰ πρὸς ὀψὲ εἰς Παβαῦ μετὰ τὸ ἔργον αὐτοῦ τὸ ἐν Ταβεννήσει, ὅπως ἀκούων τὰ λόγια τοῦ θεοῦ τὰ λεγόμενα ἀπὸ τῶν γραφῶν παρὰ τοῦ ἀββᾶ Παχωμίου ἀνακάμπτῃ διηγεῖσθαι αὐτὰ τοῖς ἀδελφοῖς ἐν Ταβεννήσει πρὶν κοιμηθῶσι· καὶ τοῦτο ἐπὶ χρόνον ἐποίει. Ἐλθὼν δέ ποτε ἅπαξ καὶ μὴ εὑρὼν τὸν Παχώμιον ἀνέβη εἰς τὸ δῶμα τῆς συνάξεως μελετῆσαι τὰ ἐκμαθήματα αὐτοῦ ἀπὸ τῶν θείων γραφῶν. Καὶ μελετῶντος ἐσείσθη ὁ τόπος ὅπου ἦν· διαλογιζόμενος δὲ τί ἂν εἴη τοῦτο, κατέβη εἰς τὴν σύναξιν εὔξασθαι· καὶ εἰσελθὼν οὐκ ἠδυνήθη μεῖναι ἀπὸ τοῦ φόβου τοῦ ὄντος ἐκεῖ· ἔφριξε γὰρ τὸ σῶμα αὐτοῦ.

Καὶ ἔτι περισσεύοντος κατ’ αὐτοῦ τοῦ φόβου, ἐξεπήδησεν ἔξω τῆς θύρας μὴ εἰδὼς τί ἦν. Πρωῒ δὲ μετὰ τὴν σύναξιν εὕρηκε τὸν ἀββᾶν Παχώμιον ἐξηγούμενον ἀρχαίοις πατράσι κατ’ ἰδίαν οὕτως ὅτι «Παρ’ ὀλίγον ἀπέδωκα τὴν ψυχήν μου· νυκτὸς γὰρ ἐν τῇ συνάξει εὐχόμενος, παραχρῆμα εἶδον φοβερὰς ὀπτασίας τινάς· καὶ τῷ πολλῷ φόβῳ γενόμενος ὡς μὴ ὢν ἐδεήθην τοῦ κυρίου ἵνα διαμείνῃ ἐν ἐμοὶ καὶ τοῖς ἀδελφοῖς ὁ φόβος οὗτος ἕως τέλους, μνησθεὶς τῶν περὶ Μωσέα πατέρων ὑπὸ τὸ ὄρος Σινᾶ ὅτε τὸ πῦρ ὤφθη καὶ τὰ ἄλλα φοβερά. Καὶ ἔτι μου ὄντος ἐν τῇ ἀνάγκῃ, ἦλθέ τις ἔσω τολμηρῶς, ἀλλ’ ἔτυχεν ἐλέους ταχὺ ἐξελθών.» Ἀπεκρίθη δὲ Θεόδωρος καὶ εἶπεν αὐτῷ· «Ἐγὼ ἤμην. Μὴ εὑρηκὼς γάρ σε ὀψὲ ἐπὶ τοῦ δώματος ἐμελέτων· καὶ αὐτοῦ σαλευομένου κατέβην εὔξασθαι· μὴ δυνηθεὶς δὲ ἔξω ἔφυγον.» Καὶ ἐθαύμασαν οἱ ἀκούοντες αὐτοῦ, μάλιστα ὅτι, ἐὰν τοῦ κυρίου θέλοντος εἶδέ τι τῶν κρυπτῶν, οὐκ ἐδήλου αὐτοῖς εἰ μὴ τὰ φθάνοντα εἰς πίστιν καὶ οἰκοδομήν. Οἱ γὰρ ἅγιοι ἀεὶ ὡς ἐν οὐρανῷ εἰσι τῇ μνήμῃ.

Περὶ τῆς ἀργολογίας τῶν ἀδελφῶν. Ἐν Ταβεννήσει ποτὲ περὶ τὸ ἀρτοκοπεῖον φύροντες καὶ ἐργαζόμενοί τινες ἀδελφοὶ ἐλάλησαν πρὸς ἀλλήλους τῇ ὥρᾳ τοῦ μὴ λαλεῖν ἀλλὰ μελετᾶν κατὰ τὴν ὀφείλουσαν ἐντολήν, παρὰ τὰς παραδόσεις ἃς ἦν αὐτοῖς παραδεδωκὼς ὁ πατὴρ πρὸς σύστασιν τῆς κοινωνίας. Καὶ μακρὰν ὢν ὁ Παχώμιος συνῆκε τῷ πνεύματι ὅτι παρέβησαν τὴν ἐντολήν. Καλέσας οὖν Θεόδωρον— αὐτὸς γὰρ ἦν τηνικαῦτα πατὴρ τῆς μονῆς ἐκείνης—λέγει αὐτῷ· «Ἀπελθὼν εὐκαίρως ἐρεύνησον καὶ ἴδε εἰ ὡμίλησάν τινες ὀψὲ παρὰ τὴν ἐντολὴν ἐν τῷ ἀρτοκοπείῳ.» Ἀνακρίνας δὲ Θεόδωρος πολλοὺς εὗρε· καὶ ἀπήγγειλεν αὐτῷ. Ὁ δὲ εἶπεν ὅτι «Νομίζουσιν ἀνθρώπινα εἶναι ταῦτα τὰ παραγγέλματα;

Κἂν περὶ ἐλαχίστου δοθῇ ἐντολή, μεγάλη ἐστίν. Ἑπτὰ ἡμέρας Ἑβραῖοι κυκλεύοντες τὴν Ἰεριχὼ ἐσιώπων· καὶ τοσοῦτον ὄντες πλῆθος ὑπήκουσαν τῇ ἐντολῇ. Καὶ ὅτε πάλιν ἐντολὴν ἔλαβον τοῦ κράζειν, ὑπακούσαντες ἐπλήρωσαν τὸ θέλημα τοῦ θεοῦ διὰ τοῦ ἐντειλαμένου αὐτοῖς ἀνθρώπου. Ὁμοίως καὶ οὗτοι τηρείτωσαν εἰς τὰ ἔμπροσθεν ἃ παρέλαβον· καὶ συγχωρηθήσεται αὐτοῖς τὸ γενόμενον. Εἰ μὴ γὰρ ὠφέλιμος ἦν ταῖς ψυχαῖς ἡ ἐντολὴ ἐκείνη, οὐκ ἂν παρηγγείλαμεν περὶ αὐτῆς.»

Περὶ τῆς ἀρρωστίας Θεοδώρου. Ἠρώτησέ ποτε Θεόδωρος τὸν ἀββᾶν Παχώμιον περὶ τοῦ πάθους τῆς κεφαλῆς αὐτοῦ. Καὶ ἀποκριθεὶς λέγει αὐτῷ· «Νομίζεις ὅτι συμβαίνει τινὶ τοιοῦτόν τι πάθος ἄνευ θεοῦ; Διὸ βάσταζε· καὶ ὅτε θέλει, ἰᾶταί σε. Εἰ δὲ τέως δοκιμάζει σε, εὑρέθητι εὐχαριστῶν αὐτῷ ὡς ὁ τέλειος Ἰώβ· ὑπομένων γὰρ πάντα τὰ ἐπελθόντα αὐτῷ εὐλόγει τὸν κύριον λέγων· “Εἴη τὸ ὄνομα κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.” Ἀρκεῖ μὲν γὰρ τῷ σταυροφόρῳ, κἂν μὴ πάσχῃ τι δεινόν, ὁ σταυρὸς καὶ ἡ ἄσκησις. Δύναται δὲ καὶ κατακείμενός τις ἀγωνίζεσθαι ὑπὲρ ὑγιαίνοντα καρτερίᾳ ψυχῆς καὶ μακροθυμίᾳ. Διπλοῦν γὰρ ἔχει τὸν στέφανον ὁ τοιοῦτος. Καλὸν οὖν τὸν πάσχοντα, εἰ καὶ μέχρι δέκα ἐτῶν ταλαιπωρεῖται, σιωπῇ τὸ πάθος ὑπομένειν καὶ μὴ λέγειν.» Καὶ ταῦτα ἀκούσας ὁ Θεόδωρος μᾶλλον ἐνίσχυσεν.

Περὶ τῆς προβολῆς Θεοδώρου. Ἔπεμπε δὲ αὐτὸν ὁ πατὴρ ἡμῶν Παχώμιος πολλάκις περιέρχεσθαι καὶ τὰς μονὰς ἐπισκέπτεσθαι, ἐκλαλήσας ἤδη ἐν μέσῳ τῶν ἀδελφῶν ὅτι «Ἐγὼ καὶ Θεόδωρος τὴν αὐτὴν λειτουργίαν τῷ θεῷ λειτουργοῦμεν· καὶ ἔχει ὡς πατὴρ ἐξουσίαν καὶ αὐτὸς διατάξαι.» Ἐρχομένου οὖν Θεοδώρου εἰς τὰς μονάς, οἱ ἀδελφοὶ ὁρῶντες αὐτὸν ἠγαλλιῶντο τῷ πνεύματι. Εἶχε γὰρ παρὰ κυρίου χάριν πολλήν. Ὁ δὲ πατὴρ ἡμῶν Παχώμιος, εἰ καὶ τέλειος ἦν κατὰ πάντα, ἀλλ’ ἔντρομος ἦν καὶ πενθήρης ἐγίνετο, μνημονεύων ἀεὶ τῶν ἐν βασάνοις ψυχῶν, ὡς περὶ τοῦ πλουσίου ἠκούσαμεν.

Καὶ πολλάκις μετὰ τὸ διψῆσαι αὐτὸν ἐν καύματι σφόδρα, λαβὼν ξέστην ὕδατος ὥστε πιεῖν, οὐκ ἔπινεν ἄχρι κόρου, ἀλλὰ μικρὸν ἀπεγεύετο τούτου. Τοῦ Θεοδώρου ποτὲ εἰς μονὴν ἀπιόντος, ἤνεγκαν αὐτῷ τινες ἀδελφὸν ὡς κλέψαντά τι, πρὸς τὸ διῶξαι αὐτὸν τῆς μονῆς καὶ βαλεῖν ἔξω. Οὐκ ἦν δὲ ὁ κλέψας αὐτός, ἀλλ’ ἕτερός τις ἀνυπονόητος καὶ παρὰ τοῖς ἀνθρώποις πιστός. Οὗτος δὲ ὑπωπτεύθη ἐπειδὴ ὀλίγον χυδαῖος ἦν. Ἰδὼν οὖν ὁ κλέψας ὡς οὐ μόνον ἐποίησε τὸ πρῶτον ἁμάρτημα, ἀλλὰ καὶ ἄλλος ὑπὲρ αὐτοῦ κινδυνεύει, παραλαβὼν Θεόδωρον κατ’ ἰδίαν λέγει αὐτῷ· «Ἐγώ εἰμι ὁ τοῦτο ποιήσας.» Ἀποκρίνεται αὐτῷ Θεόδωρος· «Ὁ θεὸς συγχωρήσαι σοι· ποιήσας γὰρ ἓν πλημμέλημα ἀνεπλήρωσας αὐτὸ ἐν τῷ ἐμφανίσαι ἡμῖν τὸν ἀναίτιον.» Καὶ λοιπὸν καλεῖ τὸν ἄλλον καὶ λέγει αὐτῷ· «Ἔγνων ὅτι οὐ σὺ ἐποίησας τοῦτο. Ἀλλὰ κἂν ἔθλιψάν σε οἱ ἀδελφοὶ μὴ ὄντα ὑπεύθυνον, χρεωστεῖς τῷ θεῷ ἐν ἄλλοις· διὸ εὐχαρίστει φοβούμενος αὐτόν.» Καὶ λέγει τοῖς ἀδελφοῖς περὶ τούτου· «Οὐκ ἠνέγκατέ μοι τὸ κρῖμα τοῦτο; Κἀγὼ ἔγνων ὅτι θέλημα κυρίου ἐστὶ συγχωρῆσαι αὐτῷ καὶ μηκέτι μνημονεύειν· πάντες γὰρ ἐλέους χρῄζομεν.»

Περὶ τῶν ἐν ἀέρι ψαλλόντων. Ἀκούσας ποτὲ Θεόδωρος ἐν τῷ ἀέρι φωνὴν ὡς ψαλλόντων μέλος λίαν τερπνὸν καὶ εὐαίσθητον ἠρώτησε τὸν ἀββᾶν Παχώμιον· «Ἀκούεις, ἀββᾶ;» Λέγει· «Ναί.» —«Καὶ τί ἐστι;» φησίν. Ἀποκρίνεται λέγων· «Συνέβη τινὰ καλὴν ψυχὴν αἰρομένην εἰς τὸν οὐρανὸν παρελθεῖν ἡμᾶς ἄνωθεν· καὶ ἐχαρίσθη τέως ἡμῖν τὸ ἀκοῦσαι τῶν ψαλλόντων καὶ αἰνούντων τὸν θεὸν ἔμπροσθεν αὐτοῦ.» Καὶ ἄλλοτε καθημένων ἀμφοτέρων περὶ ἀδελφὸν ὀχλούμενον ἀποθανεῖν, ὤφθη αὐτοῖς παρὰ κυρίου ὁ τρόπος τῆς ἐξόδου τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. Καὶ οὐκ εἰρήκασι μὲν ἑκόντες οὐδενὶ ἅπερ εἶδον (μυστήρια γάρ ἐστιν)· ἀλλ’ οἱ συνόντες αὐτοῖς μεγάλοι ἀδελφοὶ ᾐσθήθησαν ὡς ἀτενιζόντων μετὰ θαύματος ἡσύχως πρὸς ἁγίους παρόντας τινὰς καθ’ ἣν ὥραν ἀπεδίδου τὴν ψυχὴν ὁ ἀνακείμενος.

Ἐνίοτε δὲ καὶ μέρος ὧν ἔβλεπον κατὰ τὸ θέλημα τοῦ θεοῦ ἐξηγοῦντο προβλέποντες τὴν μέλλουσαν ὠφέλειαν. Ἐδίδασκε γὰρ αὐτοὺς ὁ ἀββᾶς Παχώμιος μὴ ἀνέχεσθαι ὅλως τοιούτου λογισμοῦ ὥστε θέλειν τινὰ τῶν ἀοράτων ἰδεῖν· τὰ γὰρ ἀόρατα πλήρη θαύματος καὶ φόβου τῷ ἐρευνῶντι.

Περὶ τοῦ Ἀλεξανδρέως Θεοδώρου. Ἀκούσας τις ἕτερος Θεόδωρος ὀνόματι, τῆς ἐκκλησίας Ἀλεξανδρείας ἀναγνώστης καὶ ἀσκητής, περὶ τοῦ ἀββᾶ Παχωμίου καὶ τῶν ἀδελφῶν, ἐμβὰς εἰς πλοῖον ἀνῆλθεν εἰς Θηβαΐδα. Ὑποδεξάμενος δὲ αὐτὸν ὁ Παχώμιος ἐποίησεν εἶναι ἐν οἰκίᾳ παρά τινι ἀρχαίῳ ἀδελφῷ τὴν ἑλληνικὴν γλῶσσαν εἰδότι εἰς παραμυθίαν Θεοδώρου, ἕως μάθῃ τὴν θηβαϊκήν.

Καὶ ἦν οὗτος εὐλαβὴς καὶ ὑπήκοος, ὡς ἓν τῶν προβάτων τοῦ κυρίου· οὐ μόνον δὲ ἀλλὰ καὶ προκόπτων ἐν ἀσκήσεσιν ὑπὲρ δύναμιν. Περὶ δὲ ὀρθοδοξίας οὐ χρὴ λέγειν καθότι ἐγγὺς ἦν τῆς ἁλλομένης πηγῆς εἰς ζωὴν αἰώνιον, ποτιζόμενος ἐκεῖθεν εἰς καρποφορίαν πνευματικήν, λέγομεν δὲ τὸν ἀρχιεπίσκοπον, οὐ μόνον τὸν τότε ἁγιώτατον Ἀθανάσιον, ἀλλ’ ὅτι καὶ ἀεὶ ὁ καθήμενος ἐπὶ τοῦ ἀρχιερατικοῦ θρόνου οὐκ αὐτὸς κάθηται, ἀλλ’ ὁ λέγων· «Ὅπου δἂν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν», ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ τῆς ἐκκλησίας θεμέλιος καὶ θεμελιώσας αὐτὴν θεός.

Διδασκαλία τοῦ μεγάλου πρὸς τὸν νέον Θεόδωρον. Τοῦτον οὖν τὸν Ἀλεξανδρέα Θεόδωρον, τῷ βίῳ τῶν μοναχῶν στοιχειωθέντα καλῶς καὶ ὑπομείναντα, λίαν ἠγάπησεν ὁ ἀββᾶς Παχώμιος· ἐσπούδασέ τε μαθεῖν ἑλληνιστὶ χάριτι θεοῦ καίπερ Αἰγύπτιος ὤν, ὥστε συλλαλεῖν Θεοδώρῳ καὶ παραμυθίας μεταδιδόναι.

Λοιπὸν οὖν ἔταξεν αὐτὸν οἰκιακὸν τῶν μετ’ αὐτὸν ἐλθόντων ἑλληνιστῶν, Ἀλεξανδρέων καὶ ξενικῶν. Καὶ ἦν ἡ κατ’ αὐτὸν οἰκία πλήρης εὐωδίας καὶ εὐλαβείας. Πολλαῖς δὲ νουθεσίαις καὶ κατηχήσεσιν ἐχρήσατο ὁ ἅγιος πρὸς τὸν Θεόδωρον τοῦτον, συμβιβάζων πρὸς τὸ δύνασθαι κυβερνῆσαι ἀνθρώπους καὶ λέγων αὐτῷ· «Ἐὰν ἴδῃς τινὰ τῆς οἰκίας ἀμελοῦντα μικρὸν τῆς ἰδίας σωτηρίας, μακροθύμως νουθέτησον αὐτὸν κατ’ ἰδίαν. Μέγα γάρ ἐστι τοῦτο παρὰ θεῷ.

Ἐὰν δὲ ἅπαξ ἀγανακτήσῃ, ἄφες ἕως ὁ θεὸς κατανύξῃ αὐτόν. Ὥσπερ γάρ τις σκόλοπα θέλων ἐξενεγκεῖν ἀπὸ ποδὸς καὶ ὀρύσσων αὐτόν, ἂν αἱμορροήσῃ καὶ ὀδυνηθῇ, τέως μὲν ἀφίησιν οὕτως ἔχοντα, ἐμπλάστρου δὲ μαλακτικοῦ ἐπιβληθέντος ἢ ἑτέρου τινὸς ὁμοίου, μεθ’ ἡμέρας αὐτομάτως καὶ εὐκόλως ἐξέρχεται, οὕτως ἐστὶ κἀν τοῖς ψυχικοῖς πράγμασι. Μᾶλλον γάρ τις νουθετούμενος καὶ μὴ παροργιζόμενος ἢ ἀντιλεγόμενος ὑπό τινος κερδαίνει πλέον μετὰ ταῦτα τῇ μακροθυμίᾳ τοῦ διδάσκοντος κατὰ τὸν νόμον. Ἐὰν δὲ ᾖ σφάλμα μέγα, δήλωσον ἡμῖν· καὶ ὡς θέλει ὁ ἐλεήμων κύριος, ποιοῦμεν. Ὁμοίως δὲ φρόντιζε τῶν ἀσθενῶν ὡς ἑαυτοῦ. Καὶ γίνου ἐγκρατευόμενος καὶ τὸν σταυρὸν φορῶν πλέον τῶν ἄλλων ὡς τάξιν ἔχων πατρός. Καὶ τοὺς κανόνας τῶν ἀδελφῶν τήρησον πρῶτος ἵνα καὶ αὐτοὶ τηρήσωσι. Καὶ εἴ τι ἕτερον ἔχων μετὰ ταῦτα μὴ εἰδῇς διακρῖναι, δήλωσον ἡμῖν· καὶ χάριτι θεοῦ ὁμοῦ γυμνάζοντες εὑρήσομεν ἑκάστου τῶν ζητουμένων τὴν ἀκρίβειαν.» Καὶ ταῦτα μὲν πρὸς Θεόδωρον ὁ Παχώμιος. Καὶ εἴ τι δὲ τοῖς ἀδελφοῖς ἐξηγεῖτο, ἑρμηνεύων ἦν ταῦτα Θεόδωρος διὰ τοὺς μὴ ἀκούοντας αἰγυπτιστί. Ἐποίησε δὲ πρὸ τοῦ τελευτῆσαι τὸν ἀββᾶν Παχώμιον οἰκιακὸς ἔτη δεκατρία.

Τῆς δὲ οἰκίας ταύτης ἐγένοντο ἐν καρποφορίᾳ πρωτότοκοι ἀπὸ μὲν Ἀλεξανδρέων Αὐσόνιος ὁ μέγας καὶ Αὐσόνιος ἄλλος καὶ παιδίον ὀνόματι Νέων, ἀπὸ δὲ Ῥωμαίων θεοφόροι Φίρμος καὶ Ῥωμύλος καὶ Δομνῖνος Ἀρμένιος. Καὶ τῶν λοιπῶν ἁγίων τινὲς μὲν κατέλαβον τὸν μέγαν ἐν σώματι, τινὲς δὲ οὐ κατέλαβον.

Περὶ βλασφημίας. Ἀπῆλθέ ποτε πρὸς τὴν ἐν Ταβεννήσει μονὴν ἕνεκεν ἀναγκαίου πράγματος ψυχῆς ὁ μέγας πατὴρ ἡμῶν· καὶ ἀσπασάμενος τοὺς ἀδελφοὺς ὡς ἔθος ἦν ἐκαθέσθη πρὸς τὸ ἐξηγήσασθαι αὐτοῖς πᾶσαν ἀσφάλειαν σωτηρίας κατὰ τῶν ἀντικειμένων, οὐ μόνον περὶ τῆς ἁγνείας τοῦ σώματος, ἀλλὰ καὶ περὶ λογισμῶν διαφόρων, φιλαρχίας, ὀκνηρίας, μίσους πρὸς ἀδελφὸν ἢ φιλαργυρίας. Καὶ ἔλεγεν· «Ὥσπερ τὸ πῦρ καθαρίζει πάντα ἰὸν καὶ κατασκευάζει τὰ εἴδη, οὕτως ὁ φόβος τοῦ θεοῦ ἀναλίσκει πᾶν κακὸν ἀπὸ τοῦ ἀνθρώπου καὶ οὕτως κατασκευάζει αὐτὸν σκεῦος ἔντιμον, εὔχρηστον, ἡγιασμένον, εὐάρεστον τῷ θεῷ καὶ ἕτοιμον εἰς πᾶν ἔργον ἀγαθόν. Πάντα μὲν οὖν τὰ πάθη χωρίζουσι τοῦ θεοῦ· ἡ δὲ τῆς βλασφημίας ὑποβολὴ τῶν ἐχθρῶν, ἐὰν εὕρῃ τινὰ μὴ ὄντα νηφάλιον καὶ ἀγαπῶντα τὸν θεόν, ἀπολέσει αὐτόν, εἴ γε μὴ νήψει τελείως ἢ ἐξετάσει τινὰ ἐπιστήμονα καὶ μάθῃ πῶς νικήσει αὐτὴν δολίαν οὖσαν. Ἐντεῦθεν γὰρ ἐθανάτωσαν ἑαυτοὺς πολλοί, ὁ μὲν ἄνωθεν ἑαυτὸν ῥίψας ὡς ἐκστατικός, ὁ δὲ μαχαίρᾳ τὴν κοιλίαν ἀναπτύξας καὶ ἄλλοι ἄλλως. Μέγα οὖν κακὸν τὸ μὴ ἀναγγέλλειν τοῦτο ταχέως τῷ ἔχοντι τὴν γνῶσιν πρὸ τοῦ χρονίσαι τὸ πάθος.

Αὕτη οὖν ἡ θεραπεία τοῦ πάθους καὶ ἡ πρὸς τοὺς δαίμονας ἀντιλογία ἣν ἐδίδαξεν ἡμᾶς ὁ κύριος διακρίσει πνεύματος λέγειν· “Εἰ, ὅτε τὸν πλησίον μου λόγῳ λυπήσω, συντρίβεταί μου ἡ καρδία ἐλεγχομένη λόγῳ θεοῦ, καὶ εἰ μὴ ταχέως πείσω αὐτόν, οὐκ ἀναπαύομαι, πῶς, ὦ δαίμονες ἀκάθαρτοι, λογίσομαι σὺν ὑμῖν τοῖς ἀποστάταις βλασφημεῖν εἰς τὸν ποιήσαντά με θεόν; Ὅμως κἂν διαρραγῆτε ὑποβάλλοντες ταῦτα, οὐχ ἡττῶμαι· οὐ γὰρ ἐμὰ ταῦτά ἐστιν, ἀλλ’ ὑμῶν τῶν μελλόντων κολασθῆναι ἀσβέστῳ πυρὶ εἰς αἰῶνα αἰῶνος. Ἐγὼ δὲ οὐ παύσομαι ὑμνῶν καὶ δοξάζων καὶ εὐχαριστῶν τὸν ἐκ τοῦ μὴ ὄντος ποιήσαντά με θεόν, καὶ ὑμᾶς καταρώμενος· ἐπικατάρατοι γάρ ἐστε ἀπὸ τοῦ κυρίου.” Καὶ οὕτω μετὰ πίστεως λεγόντων ἡμῶν, ἐκλείψει λοιπὸν ὡς καπνὸς τὸ ἀκάθαρτον πνεῦμα τῆς βλασφημίας.»

Περὶ τῶν συκῶν. «Περὶ δὲ τῆς αἰτίας ἧς ἕνεκεν σήμερον ἦλθον πρὸς ὑμᾶς, τὸ ζητούμενον εὑρέθη ἐν ὀστρακίνῳ κάδῳ.» Τοῦτο δὲ εἶπεν ὡς αἴνιγμα λαλῶν περὶ σφάλματος ψυχῆς ἄλλου· καὶ τοῦτο εἰρηκότος τοῦ ἀββᾶ Παχωμίου, ἀδελφός τις, Ἠλίας λεγόμενος, ἁπλοῦς τῇ καρδίᾳ, πρὸ τῆς ὥρας ἐκείνης ἀναλέξας πέντε σῦκα καὶ κρύψας αὐτὰ ἐν ὀστρακίνῳ κάδῳ ὅπως φάγῃ ταῦτα μετὰ τὴν νηστείαν, ἀκούσας τότε περὶ κάδου εὐθὺς ἀπῆλθε καὶ ἤνεγκε τὸν κάδον ἐκεῖνον· καὶ λέγει τῷ μεγάλῳ μέσον τῶν ἀδελφῶν· «Λέγω σοι, ἀββᾶ, οὐκ ἔλαβον πλείονα εἰ μὴ ταῦτα μόνα.» Ἐθαύμασαν οὖν ἀκούσαντες πάντες· οὐ γὰρ περὶ αὐτοῦ ἐλάλει· καὶ λοιπὸν λέγει αὐτοῖς ὁ πατὴρ ἡμῶν· «Ἴδετε, ἀδελφοί, ὅτι οὐχ ὅτε ἡμεῖς θέλομέν τι τῶν κρυπτῶν ἐπιγνῶναι βλέπομεν, ἀλλ’ ὅτε ἡ πρόνοια τοῦ θεοῦ βούλεται διὰ σωτηρίαν. Λέγω γὰρ ὅτι περὶ τοῦ ἐλαχίστου τούτου οὔτε ᾔδειν οὔτε ἤκουσα παρά τινος· ἀλλ’ ὁ κύριος, θέλων τὸν ἀδελφὸν τοῦτον μηκέτι κυριεύεσθαι ὑπὸ βρωμάτων, ἔδειξεν ἡμῖν τὴν διόρθωσιν.» Καὶ ταῦτα εἰπὼν ἀνέστη καὶ ηὔξατο μετὰ τῶν ἀδελφῶν. Σπουδάζων δὲ ἀνακάμψαι εἰς Παβαῦ, ἀπῆλθε μὴ γευσάμενος.

Ἀπολογία περὶ τῆς συγγραφῆς. Ταῦτα δὲ γράφομεν ἡμεῖς ἀκούσαντες· οὐ μέντοι, ὡς προείρηται, κατελάβομεν αὐτὸν ἐν σώματι, ἀλλὰ τοὺς μετ’ αὐτὸν εἴδομεν ἐπὶ χρόνον τοιούτους ὄντας ὡς μηδὲ τῆς αὐτοῦ πολιτείας τε καὶ ἀρετῆς ἀπολείπεσθαι· οἵτινες ἀκριβῶς εἰδότες αὐτὰ διηγήσαντο κατὰ μέρος ἡμῖν. Εἰ δέ τις εἴποι· «Καὶ διατί οὐκ ἔγραψαν ἐκεῖνοι τὸν βίον αὐτοῦ;» λέγομεν ὅτι πολλάκις αὐτῶν τοῦτο βουλευομένων ἠκούσαμεν, τοιούτων κἀκείνων ὄντων ὡς ἐοικέναι τῷ ἰδίῳ πατρί. Ἀλλὰ τάχα οὔπω τούτου καιρὸς ἦν.

Ὅτε δὲ εἴδομεν ὅτι χρεία ἐστὶ τοῦ γράψαι ἵνα μὴ τέλεον ἐπιλαθώμεθα ὧν ἠκούσαμεν, ἐγράψαμεν ὀλίγα ἐκ πολλῶν περὶ τοῦ τελείου μὲν μοναχοῦ τούτου, πατρὸς δὲ ἡμῶν μετὰ τοὺς ἁγίους πάντας, οὐχ ἵνα ἐπαινέσωμεν αὐτόν· οὐ γὰρ βούλεται τῶν ἀνθρώπων τὸν ἔπαινον, ὅς ἐστι μετὰ τῶν πατέρων αὐτοῦ ὅπου ὁ ἔπαινος ὁ ἀληθινός. Καὶ γὰρ ἔτι περιὼν ἐν σώματι ὡς ἠκούσαμεν, προσευχόμενος πολλάκις οὐκ ἄξιον ἑαυτὸν ἡγεῖτο πρεσβεῦσαι κἂν ὑπὲρ ἑαυτοῦ, ἀλλὰ καίτοι τηλικοῦτος ὢν τοὺς ἁγίους ἐλάμβανε πρεσβευτὰς οὕτω λέγων· «Οἱ ἄξιοι τοῦ θεοῦ, δεήθητε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.» Εἰ γὰρ καὶ τῶν πατριαρχῶν οὐκ ἦν οὐδὲ τῶν προφητῶν οὐδὲ τῶν ἀποστόλων, ἀλλὰ τέκνον αὐτῶν ἐγένετο γνήσιον ὡς καὶ οἱ λοιποὶ τῶν ἁγίων κατὰ τόπον. Τὸ γὰρ αἷμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκαθάρισε πᾶσαν τὴν γῆν καὶ ἔτι καθαρίσει· καὶ ἀντὶ ἀκανθῶν καὶ τριβόλων ἐπλήθυνε τοῦ πλουτίσαι αὐτήν.

Λαλοῦντος δὲ τοῦ πατρὸς ἡμῶν Παχωμίου πολλάκις τοῖς ἀδελφοῖς τὸν λόγον τοῦ θεοῦ, τινὲς ὑπεραγαπῶντες αὐτὸν ἔγραψαν ἀπ’ αὐτοῦ πολλὰ νοήματα ἅπερ ἐκεῖνος ἐκ τῶν θείων γραφῶν συνεβίβαζεν. Εἴ ποτε δὲ ὅραμα εἶδεν ἢ ὀπτασίαν, τοῦ κυρίου βουλομένου, κατ’ ἰδίαν τοῖς μεγάλοις ἔλεγεν εἰς πίστιν τῶν ἀκουόντων. Ἀεὶ γὰρ ὁ θεὸς τοὺς ἰδίους δούλους δοξάζει, ὡς ἐλάλει τῷ Μωϋσῇ «ἵνα πιστεύσωσί σοι εἰς τὸν αἰῶνα.» Ἡμεῖς <οὖν> συνιδόντες τὸν καιρὸν ὅτι οὐ πάντων ἐστὶ τὸ πιστεύειν τοῖς τοιούτοις, μάλιστα περὶ μονάζοντος, καίτοιγε οὗτος τῶν ἁγίων τὴν ὁδὸν ἐπορεύετο· ἀκώλυτος γάρ ἐστι πᾶσι, καθὼς γέγραπται· «Μιμηταί μου γίνεσθε», συνεκεράσαμεν ταῦτα γράφοντες πρὸς τὸ δύνασθαι τοὺς ἀκροατὰς φέρειν ἀζημίως τῶν λεγομένων τὸ κέρδος. Εἰ γὰρ καὶ οἴδαμεν ἀσφαλῶς ὅτι καὶ νῦν ὁ θεὸς τοὺς δοξάζοντας αὐτὸν δοξάζει, ἀλλὰ καὶ τοῦτο γινώσκομεν ὅτι καὶ εἷς ψαλμὸς ἀρκεῖ τοῖς νουνεχέσιν ἀντὶ πολλῶν· καὶ αὐτὸς ὁ κύριος λέγων· «Ἐγὼ ἀναπαύσω ὑμᾶς» ἀντὶ πάντων συγγραμμάτων καὶ ὑπὲρ πάντα ἔσται ἡμῖν. Ἅμα δὲ καὶ νῦν ἐν τῇ ἐκκλησίᾳ πολλαὶ τῶν πατέρων αἱ τάξεις· πρῶτον ἐπίσκοποι, εἶτα πρεσβύτεροι, καθεξῆς δὲ διάκονοι καὶ ἄλλοι τινές, καὶ μονάζοντες πάλιν. Καὶ μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον. Καὶ ὅμως ἑκάστου τῶν τελείων ἐν τούτοις ὁ βίος ἐὰν μὴ γραφῇ, μᾶλλον ἐγράφη παρὰ κυρίῳ.

Καὶ ἄρτι δὲ γράφοντες οὐχ ὡς συγγραφήν, ἀλλ’ ὡς μνήμην τινὰ κατορθωμάτων ποιούμεθα, καθὼς κἀν τοῖς παλαιοῖς πατράσιν, ἐπιστολαί τινων ἐπισκόπων πρὸς ὠφέλειαν ἐξετέθησαν, ὥσπερ καὶ ὁ βίος τοῦ μακαρίου Ἀντωνίου πρὸς τοὺς ἐν τῇ ξένῃ μοναχοὺς ἐπεστάλη, αἰτήσαντας τοῦτο τὸν ἁγιώτατον πατέρα ἡμῶν Ἀθανάσιον· καὶ οὗτος γὰρ μονάζοντας εὑρηκὼς τὰ κατ’ ἐκεῖνον ἀκριβῶς εἰδότας κἀκεῖθεν τὰ πλείω μαθὼν ἔγραψεν ἅπερ ἔγραψεν. Οὐ μέντοι παρομοιάζων ἐγὼ ἐμαυτὸν τῷ ἁγιωτάτῳ καὶ τὴν τάξιν ἔχοντι τὴν μεγάλην ὁ ἐλάχιστος καὶ ἁμαρτωλὸς γράφω ταῦτα, ἀλλ’ ὡς παῖς ἀχρεῖος τῶν ἀναθρεψαμένων με πατέρων ἐπιθυμῶν μνημονεύειν. Καὶ αὐτὸς δὲ ζῶν ἔτι Παχώμιος ἐποίησεν αἰγυπτιστὶ γραφῆναι ὑπαγορεύσει ἰδίᾳ οὐ μόνον τοὺς τοῦ κοινοβίου λόγους καὶ θεσμούς, ἀλλὰ καὶ πολλὰς ἐπιστολὰς πρὸς τοὺς πατέρας τῶν μοναστηρίων ὅτε οὐκ ἦγε σχολὴν πρὸς αὐτοὺς παραγενέσθαι· καὶ ἐν αὐταῖς ὀνόματα γραμμάτων ἐνετίθει ἀπὸ τοῦ α ἕως τοῦ ω, σημαίνων τινὰ νοοῦσιν ἐκείνοις ἐν γλώσσῃ κρυπτῇ τοῦ πνεύματος εἵνεκεν κυβερνήσεως ψυχῶν· καὶ αὐτοὶ δὲ τὰ αὐτὰ ἀντέγραφον αὐτῷ πνευματικοὶ ὄντες, ἵνα κατὰ μέρος αὐτοὺς ὁδηγῶν οὕτω καὶ γράμμασι νοουμένοις καὶ γνώσει εἰς τελειότητα ἀγάγοι, τοῦ ἀξιωθῆναι βιβλίον γενέσθαι γραμμάτων πνευματικῶν. Ἀλλὰ περὶ μὲν τούτου τοσαῦτα.