Ἔργον
Παχώμιος ὁ Μέγας – Βίος τοῦ Παχωμίου
Η άφιξη του Θεοδώρου, θαύματα και ποιμαντική καθοδήγηση
Η ένταξη του Θεοδώρου στην αδελφότητα, η υποδειγματική του υπακοή, θαυματουργικές ιάσεις, αντιμετώπιση απειθών μοναχών και διδασκαλία περί διακρίσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η άφιξη του Θεοδώρου, θαύματα και ποιμαντική καθοδήγηση
Η ένταξη του Θεοδώρου στην αδελφότητα, η υποδειγματική του υπακοή, θαυματουργικές ιάσεις, αντιμετώπιση απειθών μοναχών και διδασκαλία περί διακρίσεως.
Περὶ τῆς διαγωγῆς Θεοδώρου. Ὀφειλόμενον δὲ καὶ ὠφέλιμόν ἐστι πᾶσι διηγήσασθαι περὶ τοῦ προειρημένου γνησίου αὐτοῦ τέκνου Θεοδώρου, ὃς ἀπὸ τῆς πρώτης αὐτοῦ ἡλικίας χριστιανὸς ὢν καὶ ἐκ γονέων πιστῶν ἔοικε διαφορὰν ἔχειν καὶ μείζονος προκοπῆς ὑπὲρ τοὺς ἄλλους εἶναι Θεόδωρος· οὐ γὰρ ἄσημος ἦν ἐκ παιδόθεν, ἀλλ’ ἐξ οἰκίας μεγάλης καὶ κατὰ κόσμον εὐθηνούσης. Γενομένης δὲ ἡμέρας ἑορτῆς τῶν χριστιανῶν ἑνδεκάτῃ τοῦ τυβὶ μηνός, ἰδὼν τὴν τράπεζαν πλήθουσαν καὶ λογισάμενος ὅτι, ἐὰν ἀπολαύσῃ τούτων τῶν βρωμάτων, οὐχ εὑρήσει τὰ αἰώνια καὶ τὴν ἀληθινὴν ζωήν, κατενύγη τὴν καρδίαν ἑαυτοῦ θείᾳ αἰσθήσει. Καὶ εὐθὺς ἀναστενάζων εἰσῆλθεν εἰς ἐσταλμένον τόπον τῆς οἰκίας καὶ ἐπὶ πρόσωπον πεσὼν ἤρξατο δακρύειν καὶ λέγειν· «Ὁ θεός, οὐ θέλω τὰ τοῦ κόσμου τούτου· σὲ μόνον θέλω καὶ τὸ ἔλεός σου.» Πολλὰ οὖν ζητοῦσα ἡ μήτηρ εὗρεν αὐτόν· καὶ βλέπουσα τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς ἀπὸ δακρύων λέγει αὐτῷ· «Τίς ἐλύπησέ σε, τέκνον, καὶ ποῦ ἦς; Ἐγὼ γὰρ καὶ οἱ ἀδελφοί σου ἐξεδεχόμεθά σε φαγεῖν.» Ὁ δὲ ἀπεκρίθη αὐτῇ λέγων· «Ἀπέλθετε, φάγετε ὑμεῖς· ἐγὼ γὰρ ἐσθίειν οὐ βούλομαι.» Καὶ οὕτως ἐν τῇ διατριβῇ τυγχάνων ἐνήστευεν ἕως ὀψέ, καὶ τὰς δύο δὲ πολλάκις, ἐγκρατευόμενος τῶν πολυτελῶν βρωμάτων καὶ τροφῶν ὡς μοναχὸς ἐπὶ ἔτη δύο.
Καὶ μετὰ ταῦτα συνεχωρήθη ἐξελθὼν εἰς μονὴν ἀναχωρεῖν σὺν τοῖς ἐκεῖσε μοναχοῖς εὐλαβέσιν οὖσι περὶ τὸν Λατοπολίτην νομόν. Ἦν δὲ τότε ὡς δεκατεσσάρων ἐτῶν. Καθημένων οὖν ποτε τῶν μοναχῶν ἑσπέρας ὡς ἔθος λαλεῖν τὸν λόγον τοῦ θεοῦ, ἤκουσέ τινος ἐξηγουμένου περὶ τῆς σκηνῆς, τά τε ἅγια καὶ τὰ ἅγια τῶν ἁγίων ἑρμηνεύοντος καὶ τὴν λύσιν ἐπὶ τῶν δύο λαῶν μεταφέροντος. «Ὁ πρῶτος γάρ, φησί, λαὸς ἡ ἔξω σκηνή ἐστιν, ἧς ἡ λατρεία διὰ θυσιῶν ζῴων ἦν καὶ ἄρτων φανερῶν καὶ τῆς λυχνίας καὶ λύχνων καὶ ἄλλων τινῶν. Ἡ δὲ κλῆσις τῶν ἐθνῶν ἐστι τὰ ἅγια τῶν ἁγίων ἤγουν τὸ πλήρωμα τοῦ νόμου· πάντα δὲ τὰ ἐν αὐτοῖς τῆς ἐξωτέρας σκηνῆς ἐστιν ἐνδοξότερα· ἀντὶ γὰρ θυσίας ζῴων θυμιατήριον ἔχει θυμιαμάτων καὶ ἀντὶ τραπέζης τὴν κιβωτὸν τῆς διαθήκης τοὺς πνευματικοὺς ἄρτους ἔχουσαν, τό τε βιβλίον τοῦ νόμου καὶ ὅσα ἐστὶν ἐκεῖ, καὶ ἀντὶ τοῦ φωτὸς τῆς λυχνίας τὸ ἱλαστήριον ὅπου ὀπτάνεται ὁ θεός, πῦρ ὢν καταναλίσκον, τοῦτ’ ἔστιν ὁ θεὸς λόγος τῇ ἐνανθρωπήσει, ὃς ἱλασμὸς ἡμῖν ἐγένετο ἐν σαρκὶ ὀφθείς.» Καὶ μετὰ τὴν λύσιν ταύτην λέγει ὁ ἀδελφός· «Τὸ ῥητὸν τοῦτο ἤκουσα καὶ τὴν λύσιν παρὰ τοῦ ἁγίου ἀνθρώπου, τοῦ πατρὸς ἡμῶν Παχωμίου, τοῦ συνάξαντος ἐν Ταβεννήσει πολλοὺς ἀδελφοὺς προκόπτοντας ἐν Χριστῷ. Καὶ πιστεύω ὅτι συγχωρήσει τινὰ τῶν ἁμαρτημάτων μου ὁ κύριος ὅτι ἐμνήσθην δικαίου κατὰ τὴν ὥραν ταύτην.»
Ταῦτα ἀκούσας ὁ παῖς Θεόδωρος ἐγένετο τῇ καρδίᾳ ὡς πῦρ· καὶ εὐχόμενος ἔλεγε· «Κύριε, εἰ ἔστιν ἅγιος ἐπὶ τῆς γῆς, καταξίωσόν με αὐτὸν ἰδεῖν καὶ μαθητεύσασθαι αὐτῷ, ὅπως δι’ αὐτοῦ σώσῃς τὴν ψυχήν μου.» Καὶ οὕτως τὸ πλεῖστον τῆς νυκτὸς ἐποίησεν εὐχόμενος τὰ τοιαῦτα.
Λοιπὸν δὲ μεθ’ ἡμέρας ἀνῆλθε Πεκύσιος, εὐλαβὴς καὶ αὐτὸς γέρων, χρείας τινὸς ἕνεκεν τῶν ἀδελφῶν. Ἠξίωσεν οὖν αὐτὸν ὁ Θεόδωρος ἀναγαγεῖν αὐτὸν εἰς τὴν μονὴν πρὸς τὸν μέγαν Παχώμιον· καὶ ἠνέχθη. Φθάσας δὲ τῷ κυρίῳ προσεκύνησε λέγων· «Εὐλογητὸς εἶ, κύριε, ὅτι ἐπήκουσας τοῦ αἰτήματός μου.» Καὶ συντυγχάνων τῷ πατρὶ ἡμῶν Παχωμίῳ ἤρξατο κλαίειν πρὸς ταῖς θύραις. Καὶ λέγει αὐτῷ· «Μὴ κλαῖε· ἐγὼ ὑπηρέτης εἰμὶ τοῦ πατρός σου.» Ἔλεγε δὲ τὸν θεόν.
Περὶ τῆς ἀρετῆς Θεοδώρου. Καὶ μετὰ τὸ εἰσαχθῆναι εἰς τὴν μονήν, ἀκούων καὶ βλέπων τοὺς ἀδελφοὺς πορευομένους ὀρθῶς, ἐζήλωσεν ἐν καλῷ. Καὶ προκόπτων ἀνεπαύετο καὶ ἐνεδυναμοῦτο ταῖς ἐντολαῖς, διδασκόμενος παρὰ Παχωμίου τὴν τῶν ἁγίων μίμησιν ἔχοντος. Καὶ ἦν φρόνιμος ὁ παῖς διατηρῶν ἑαυτῷ τὰ τρία ταῦτα· καθαρότητα καρδίας καὶ λόγον ἔμμετρον ἔχοντα χάριν καὶ ὑπακοὴν ἀδιάκριτον ἕως θανάτου. Ἐν δὲ ἀσκήσει καὶ ἀγρυπνίαις εὐχῶν οὐκ ἦν τινος ἐλαττούμενος, ἀλλ’ ἀγωνιζόμενος τὰ μείζονα χαρίσματα κτήσασθαι, ὥστε παρακλήτορα εἶναι πολλῶν λυπουμένων καὶ διορθωτὴν τῶν ὑπὲρ ἡλικίαν αὐτοῦ. Τὸ γὰρ πνεῦμα ὅπου θέλει πνεῖ. Ὁρῶν δὲ αὐτοῦ τὴν διαφέρουσαν αὔξησιν ὁ πατὴρ ἡμῶν Παχώμιος ἔθετο ἐν τῇ καρδίᾳ μέλλειν αὐτὸν ψυχὰς ἐμπιστεύεσθαι ὑπὸ τοῦ θεοῦ μετ’ αὐτόν.
Ἀκούσασα δὲ ἡ μήτηρ αὐτοῦ ἦλθεν ἐπιστολὰς ἔχουσα ἐπισκόπων κελευόντων ἀποδοθῆναι αὐτῇ τὸν παῖδα. Καὶ εἰς τὸ μοναστήριον τῶν παρθένων παραξενιζομένη ἔπεμψε τὰς ἐπιστολάς, ἵνα κἂν ἴδῃ αὐτόν. Ἐλάλησεν οὖν αὐτῷ ὁ πατήρ· «Ἤκουσα ὅτι παρεγένετο ἡ μήτηρ σου διὰ σέ· καὶ ἐπιστολὰς ἤνεγκεν ἐπισκόπων. Διὰ τὰς ἐπιστολὰς οὖν ἄπελθε, ἀπάντησον αὐτῇ καὶ πεῖσον αὐτήν.» Λέγει αὐτῷ ὁ παῖς· «Εἰπέ μοι ὅτι, ἐὰν ἀπέλθω ἰδεῖν αὐτὴν ὡς μητέρα μετὰ τοιαύτην γνῶσιν, οὐ μέμψεταί με ὁ κύριος ἐν ἡμέρᾳ κρίσεως. Ἀντὶ γὰρ τοῦ ἀνδρίζεσθαί με μᾶλλον εἰς κατόρθωσιν ἑτέρων, πρόσκομμα τίθημι τοσούτῳ πλήθει. Οἱ υἱοὶ Λευῒ τοὺς ἑαυτῶν γονεῖς καὶ ἀδελφοὺς ἀπέκτειναν ὅπως εὐαρεστήσωσι τῷ κυρίῳ καὶ μὴ κινδυνεύσωσι τῇ ὀργῇ. Κἀγὼ οὐκ ἔχω μητέρα οὐδέ τι τοῦ κόσμου· παρέρχεται γάρ.» Λέγει αὐτῷ Παχώμιος· «Εἰ σὺ ἀγαπᾷς τὸν θεὸν ὑπὲρ μητέρα, ἐγὼ κωλύω; Ἦ μᾶλλον προτρέπομαί σε. Ὁ φιλῶν γὰρ πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος. Τοῦτο τελειότης ἐστίν. Ἀκούσαντες δὲ πάντως οἱ πατέρες ἡμῶν οἱ ἐπίσκοποι οὐ λυπηθήσονται περὶ τούτου, ἀλλὰ μᾶλλον ἐπὶ τῇ προκοπῇ σου χαρήσονται. Οὐκ ἔστι μέντοι ἁμαρτία τῷ συντυγχάνοντι τοῖς ἰδίοις ὡς μὴ ἰδίοις, ἀλλ’ ὡς μέλη Χριστοῦ ἀγαπῶντι αὐτοὺς καθ’ ὁμοιότητα πάντων τῶν πιστῶν· ἡ γὰρ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.»
Καὶ οὕτω μὴ θελήσαντος τοῦ παιδὸς ὀφθῆναι αὐτῇ, ἡ μήτηρ ὑπεραγαπῶσα αὐτὸν οὐκ ἠβουλήθη πρὸς τὰ ἴδια ἀνακάμψαι, ἀλλ’ ἔμεινε παρὰ ταῖς παρθενευούσαις, ἐν ἑαυτῇ λέγουσα ὅτι· «Οὐ μόνον ὄψομαι αὐτὸν ἅπαξ ἐν τοῖς ἀδελφοῖς, ἀλλὰ κἀγὼ κερδανῶ τὴν ψυχήν μου.»
Περὶ τῶν ἀναχωρησάντων ἀπὸ τῆς μονῆς μοναχῶν διὰ τὸ στοιχεῖν ἑαυτοῖς. Πρὸ τοῦ τὸ κοινόβιον εἰς πλῆθος ἐπιδοῦναι, ἦσάν τινες παρὰ τῷ πατρὶ ἡμῶν Παχωμίῳ σαρκικὸν τὸ φρόνημα ἔχοντες, καθότι οὐ πάντες τὸν φόβον τοῦ θεοῦ αἱροῦνται. Πολλὰ οὖν οὗτος νουθετήσας αὐτοὺς μὴ ἀκούοντας τὴν εὐθεῖαν ὁδὸν πορεύεσθαι, ἀλλὰ λυποῦντας αὐτόν, ἀπελθὼν μακρὰν ἔπεσεν ἐπὶ πρόσωπον καὶ ηὔξατο λέγων ταῦτα· «Ὁ θεός, σὺ ἐνετείλω τὸν πλησίον ὡς ἑαυτὸν ἀγαπᾶν.
Ἐπιβλέψας οὖν ἐπὶ τὰς ψυχὰς ταύτας ἐλέησον καὶ κατάνυξον αὐτὰς φοβεῖσθαί σε καὶ γνῶναι τί ἐστι βίος μοναχῶν, ὅπως ἔχωσι τὴν πρὸς σὲ ἐλπίδα ὡς οἱ ἄλλοι ἀδελφοί.» Καὶ μετὰ τὴν εὐχὴν εἶδεν ὅτι οὐ θέλουσι στοιχῆσαι αὐτῷ, ἀλλὰ διαμενοῦσιν ἀντιλέγοντες. Παρέδωκεν οὖν αὐτοῖς κανόνα τῆς τε συνάξεως καὶ τῶν ἄλλων τύπων κατὰ ἀνάγκην. Καὶ γνόντες ὅτι οὐ συγχωρεῖ αὐτοῖς κατὰ τὸ θέλημα αὐτῶν πορεύεσθαι ἀνεχώρησαν καταπτήξαντες. Καὶ οὕτως τῇ τούτων ἀναχωρήσει ηὐξάνοντο οἱ λοιποί, ὃν τρόπον αὐξάνει σῖτος, τῶν ζιζανίων ἐκριζωθέντων.
Περὶ τοῦ σίτου. Ἐπειδὴ ὅσα εἶχον εἰς ἐλεημοσύνας ἐδίδουν, ἐγένετό ποτε ὑστερεῖσθαι αὐτοὺς ἄρτων. Καὶ τοῦ θείου Παχωμίου βουλομένου πέμψαι δύο στρώματα ἅπερ τις ἤνεγκε τῶν μοναχῶν ἀποτασσόμενος πρὸς τὸ ἀγοράσαι σῖτον, αὐτῇ τῇ νυκτὶ ὄρθρου κρούει τις τὴν θύραν. Καὶ εἰσελθόντος, ἐπυνθάνετο αὐτοῦ ὁ πατὴρ τὸ τί ἂν θέλοι. Ὁ δὲ λέγει αὐτῷ· «Σῖτον ἐπαγγειλάμενος εἰς τὰ μέταλλα ὑπὲρ τῆς σωτηρίας μου, συνεβιβάσθην ἐν ὕπνοις ὑμῖν μᾶλλον ἐνεγκεῖν αὐτὸν χρῄζουσιν ὡς ἀνθρώποις θεοῦ.» Καὶ ἀπεκρίθη αὐτῷ Παχώμιος· «Τοῦ μὲν σίτου χρεία ἐστὶν ἡμῖν, ἀλλὰ δὸς προθεσμίαν πρὸς τὴν ἀπόδοσιν αὐτοῦ.» Τῆς δὲ μεταφορᾶς τοῦ σίτου γενομένης ἀπὸ τοῦ πλοίου, ἐθαύμασαν οἱ ἀδελφοὶ τὴν ἐξαίφνης ἀντίληψιν τοῦ θεοῦ διὰ τὸν δοῦλον αὐτοῦ.
Περὶ τῆς ἀπολογίας Παχωμίου πρὸς Διονύσιον φίλον αὐτοῦ περὶ τῆς τῶν ξένων μοναχῶν ἀποδοχῆς. Ἦν δέ τις ὁμολογητὴς μετὰ τοὺς μάρτυρας, Διονύσιος ὄνομα, ἀνὴρ εὐλαβής, οἰκονόμος μὲν τῆς ἐκκλησίας Τεντύρων, φίλος δὲ Παχωμίου εἰς τὰ μάλιστα. Οὗτος, ἀκούσας αὐτὸν μὴ συγχωροῦντα τοῖς ἀλλαχόθεν μοναχοῖς εἰς τὴν μονὴν ἔσω μετὰ τῶν ἀδελφῶν συνδιάγειν ὅτε παραβάλλουσιν, ἀλλ’ ἐν τόπῳ τινὶ κατ’ ἰδίαν πρὸς ταῖς θύραις, ἐλυπήθη καθὰ φίλος· καὶ πρὸς αὐτὸν ἐλθὼν εἰς Ταβεννῆσιν ἤρξατο μέμφεσθαι αὐτὸν περὶ τούτου. Ὁ δὲ Παχώμιος ἀπεκρίνατο μετὰ πολλῆς μακροθυμίας· «Οἶδεν ὁ θεὸς τὴν πρόθεσίν μου· καὶ ἡ πατρικὴ δέ σου ἀγάπη οὐκ ἀγνοεῖ ὅτι οὐδέποτε ἠθέλησα βλάψαι ψυχὴν ἁπλῶς. Καὶ πῶς ἂν ἐτόλμησα λυπῆσαι τὸν κύριον λέγοντα· ‘Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τῶν πιστευόντων εἰς ἐμὲ ἐμοὶ ἐποιήσατε;’ Πῶς δἂν οὕτως ἀλόγως ἀπεχώρισα τοὺς ἀδελφούς μου ὡς ἐξουθενῶν αὐτούς; Μὴ γένοιτο τοῦτο.
Ἀλλ’ ἐπειδὴ πολλάκις εἶδον τὸ κοινόβιον ὅτι διαφόρους ἀνθρώπους ἔχει νεοφύτους μήπω εἰδότας τί ἐστι μοναχός, καὶ παιδία μὴ αἰσθανόμενα δεξιὰν ἢ ἀριστεράν, ἡγησάμην ἀγαθὸν εἶναι καὶ πρὸς τιμὴν μᾶλλον τῶν παραβαλλόντων ἡμῖν πατέρων καὶ ἀδελφῶν τῇ μὲν ὥρᾳ τῆς συνάξεως συνέρχεσθαι μεθ’ ἡμῶν, μετὰ δὲ τὴν εὐχὴν εἰς πρέποντα καὶ ἥσυχον τόπον ὄντας ἐσθίειν τε καὶ ἀναπαύεσθαι, ἐμοῦ ὑπηρετουμένου αὐτοῖς καθὼς ὑπερέτησεν ὁ Ἀβραὰμ τῷ κυρίῳ ὑπὸ τὴν δρῦν κατ’ ἰδίαν.» Καὶ ταῦτα ἀκούσας ὁ πρεσβύτερος Διονύσιος ἐπείσθη γινώσκων αὐτὸν τὰ πάντα ποιεῖν κατὰ θεόν.
Περὶ τῆς αἱμορροούσης. Ἦν τις γυνὴ τῶν ἐκεῖ πολιτευομένων τινὸς αἱμορροοῦσα· καὶ ἀκούσασα περὶ τοῦ μεγάλου Παχωμίου ἠξίωσε τὸν προειρημένον πατέρα Διονύσιον ὡς φίλον αὐτοῦ μεταπέμψασθαι τοῦτον ὥστε συλλαλῆσαι περὶ ἀναγκαίου τινός. Μεταπεμφθεὶς οὖν ὁ μέγας ἐκάθητο ἐν τῇ ἐκκλησίᾳ ὁμιλῶν αὐτῷ· κἀκείνη, πιστεύσασα τῷ ἐνανθρωπήσαντι θεῷ καὶ εἰπόντι τοῖς μαθηταῖς· «Ὁ ὑμᾶς δεχόμενος ἐμὲ δέχεται» προσήγγισεν ἐκ τῶν ὄπισθεν αὐτοῦ καὶ ἠρέμα προσελθοῦσα ἥψατο τοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ κουκουλίου· καὶ ἰάθη παραχρῆμα.
Περὶ τοῦ αἰτοῦντος μοναχοῦ τάξιν οἰκονόμου. Μετὰ τοῦτο, μοναστηρίου τινὸς πλησιάζοντος ἐκεῖσε, οὗ ὁ πατὴρ εἶχεν ἔθος παραβάλλειν τῷ ἁγίῳ πατρί, ἦν τις ἀδελφὸς ἐκεῖ τάξιν οἰκονομίας αἰτούμενος. Λογισάμενος οὖν ὁ πατὴρ τῆς μονῆς ταύτης μὴ ἄξιον εἶναι τὸν ἀδελφὸν τοῦ αἰτήματος καὶ μὴ δυνάμενος αὐτὸν πεῖσαι λέγει αὐτῷ ἐμμεθόδως ὡς· «Ὁ πατὴρ ἡμῶν Παχώμιος παρήγγειλε μὴ ποιῆσαι τοῦτο, καλῶς εἰδὼς ὅτι μήπω ἄξιος εἶ οὗ λέγεις αἰτήματος.» Ἀκούσας δὲ ἐκεῖνος ἔσυρεν αὐτὸν μετὰ θυμοῦ λέγων· «Δεῦρο ἄγωμεν πρὸς αὐτὸν καὶ συστήσει κατ’ ἐμοῦ τὸ λεγόμενον.» Ὁ δὲ μετὰ φόβου καὶ λύπης ἠκολούθησεν αὐτῷ ἀπορούμενος οἷον ἄρα τέλος ἐπισυμβαίη τῇ ὑποθέσει. Καὶ φθάσαντες ἐκεῖ εὑρήκασιν αὐτὸν οἰκοδομοῦντα τεῖχος τῇ μονῇ μετὰ τῶν ἀδελφῶν. Πλησιάσας οὖν ἐκεῖνος μετὰ θυμοῦ μεγάλου λέγει πρὸς τὸν Παχώμιον· «Κατάβηθι, ψεῦστα, καὶ παράστησον κατ’ ἐμοῦ τὴν ἁμαρτίαν.» Καὶ αὐτοῦ σιωπῶντος, ἔτι πρὸς αὐτὸν ἔλεγεν· «Ἐνεφράγη τὸ στόμα σου, μηδὲν εἰς ἀπολογίαν εὑρόν;
Τίς δέ σε ἀναγκάζει ψεύσασθαι, μᾶλλον ὅτι καὶ λέγεις σεαυτὸν διορατικόν, πεπωρωμένος ὢν τῇ ὁράσει;» Καὶ αὐτοῦ ταῦτα λαλήσαντος, λοιπὸν ἀποκρίνεται ὁ μέγας μηδὲν ἐγνωκὼς ὧν ἔλεγεν ἐκεῖνος· «Ἥμαρτόν σοι, συγχώρησόν μοι· οὐδέποτε σὺ ἐπλημμέλησας;» Ὁ δὲ ἀκούσας ἡσύχασεν ἀπὸ τῆς χολῆς. Καὶ καταβὰς ὁ γέρων ἀπὸ τοῦ ἔργου, ζητεῖ τὸν πατέρα τῆς μονῆς ἐκείνης· καὶ εὑρὼν αὐτὸν κλαίοντα καὶ συντετριμμένον τῇ καρδίᾳ λέγει αὐτῷ· «Τί ἐστι τὸ πρᾶγμα τοῦτο;» Ἀποκρίνεται λέγων· «ᾘτεῖτο ἡμᾶς οὗτος διακονίαν ὑπὲρ τὴν ἑαυτοῦ ἀξίαν· κἀγὼ γνοὺς ὅτι οὐ δύναμαι παραιτήσασθαι αὐτὸν ὡς οὐκ ἀκούοντά μου, ὠνόμασά σε ὅπως ἡσυχάσῃ. Οἴδαμεν γὰρ ὅτι παρὰ κυρίου ἐδόθη σοι χάρισμα τοῦ μὴ ταχέως λαθεῖν σε δολιότητα· καὶ ἰδοὺ ὁ ἄφρων οὗτος προσέθετο μᾶλλον τοῖς ἰδίοις κακοῖς λοιδορήσας δίκαιον ἄνδρα.» Καὶ λέγει αὐτῷ Παχώμιος· «Οὐκ ἦλθες ἐξετάσαι με τὸ θέλημα τοῦ θεοῦ; Ἄκουσόν μου. Δὸς αὐτῷ τὸ αἴτημα αὐτοῦ, ὅπως διὰ τούτου τὴν ψυχὴν αὐτοῦ ἐκσπάσωμεν ἀπὸ τοῦ ἐχθροῦ. Συμβαίνει γὰρ καὶ κακὸν ἄνδρα εὐεργετούμενον εἰς αἴσθησίν τινα τοῦ ἀγαθοῦ ἐλθεῖν. Αὕτη δέ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ τὸ συμπάσχειν ἀλλήλοις.» Καὶ οὕτως μετὰ τὸ τυχεῖν οὗ ἤθελεν ἐκεῖνος ἀνέκαμψεν εὐθέως μετὰ νήψεως σφόδρα· καὶ περιπτυσσόμενος τὸν μέγαν Παχώμιον ἐξωμολογήσατο λέγων· «Ἄνθρωπε τοῦ θεοῦ, λίαν ὑψώθης ὑπὲρ ἃ ἠκούσαμεν.
Εἴδομεν γάρ σου τὴν νίκην ἐν τῷ ἀγαθῷ, ὅτι ἐμοῦ ἐφείσω, τοῦ ἄφρονος καὶ ἁμαρτωλοῦ.
Εἰ γὰρ μὴ ἐμακροθύμησας ἀληθῶς ἀλλ’ εἶπές τι κατ’ ἐμοῦ, ἐγενόμην ἂν ἀποστάτης τοῦ μοναχοῦ καὶ ἀλλότριος τοῦ θεοῦ. Εὐλογητὸς εἶ σύ, ὅτι διὰ σοῦ ἡ ζωή μου.»
Περὶ τῆς δαιμονιζομένης. Ἐλθών τις εἰς τὴν μονὴν ἠξίωσε τὸν μέγαν ἰάσασθαι τὴν θυγατέρα αὐτοῦ δαιμονιζομένην. Καὶ ἀκούσας, ἐπειδὴ οὐκ ἦν ἔθος αὐτῷ γυναιξὶν ὁμιλεῖν, ἔπεμψε διὰ τοῦ πρὸς ταῖς θύραις λέγων· «Ἓν τῶν ἱματίων αὐτῆς πεπλυμένον ἀπόστειλον ὧδε.» Ἐνεχθέντι οὖν ἐπιβλέψας αὐτῷ λέγει· «Οὐκ ἔστιν αὐτῆς τὸ ἱμάτιον.» Τοῦ δὲ κομίσαντος διαβεβαιωσαμένου πρὸς αὐτὸν αὐτῆς εἶναι, πέμπει φάσιν τῷ πατρί· «Αὐτῆς μέν ἐστιν, ἀλλ’ οὐ τηρεῖ τὴν ἁγνείαν, παρθένος ὀνομαζομένη. Ἐπιβλέψας γὰρ συνῆκα μὴ εἶναι ταύτην ἁγνήν. Διὸ εἴρηκα· Οὐκ ἔστιν αὐτῆς. Ὁμολογήσῃ οὖν φυλάττειν ἑαυτὴν εἰς τὸ ἑξῆς ἐνώπιον τοῦ θεοῦ ἀκούοντός σου. Καὶ τότε οἰκτειρήσας ἰάσεται αὐτὴν ὁ κύριος.» Τότε ἀνακρίναντος αὐτὴν τοῦ ἰδίου πατρὸς μετὰ θυμοῦ καὶ λύπης, ὡμολόγησε τὸ ἁμάρτημα καὶ μετὰ ὅρκου ἐπηγγείλατο μηκέτι πράττειν κακόν. Ἀπέστειλεν οὖν αὐτῇ ἔλαιον εὐχῆς· καὶ ἤλειψεν αὐτὴν ἐν πίστει· καὶ ἰάθη.
Περὶ τοῦ σκληροῦ δαίμονος. Ἄλλος δέ τις τὸν υἱὸν αὐτοῦ ἤνεγκε, σκληρὸν δαίμονα ἔχοντα, παρακαλῶν ὅπως ἰάσηται αὐτόν. Καὶ λαβὼν ἄρτον παρὰ τοῦ ἁγίου πατρὸς ὅπως ψωμίσῃ τοῦτον καθὼς παρηγγέλη, πεινάσαντος τοῦ πάσχοντος, ἤνεγκεν αὐτῷ τὸν ἄρτον· κἀκεῖνος οὐχ ἥψατο αὐτοῦ, ἀλλὰ ἀπὸ τῶν ἄλλων ἔφαγε. Καὶ λοιπὸν ἄλλοτε ἀνοίξας φοινίκια καὶ τυρία, μικρὰ ἐνέβαλεν αὐτοῖς κλάσματα τοῦ ἄρτου, ὅπως μὴ γινώσκων φάγῃ αὐτά· καὶ ἀρξάμενος πάλιν ἐσθίειν ἤνοιξε καὶ ἐξέβαλε τὰ κλάσματα ἀπ’ αὐτῶν καὶ οὕτως ἔφαγεν. Ἀφῆκεν οὖν αὐτὸν ἄτροφον δύο ἡμέρας, ἕως ἀτονήσῃ· καὶ ποιήσας ἀθήραν ἐν ᾗ μεμιγμένος ἦν ὁ ἄρτος, ἐψώμισεν αὐτὸν ἀλείψας ἐλαίῳ ἁγίῳ. Καὶ εὐθὺς ἀναπαυσάμενος ὕπνωσε.
Καὶ ἐλθὼν ἐκεῖνος εἰς τὴς μονὴν αἰνῶν τὸν θεὸν ἀπήγγειλεν αὐτῷ περὶ τῆς ἰάσεως τοῦ παιδός.
Περὶ τῶν λοιπῶν θαυματουργιῶν. Καὶ ἄλλα δὲ πολλὰ ἰάματα δι’ αὐτοῦ ἐποίησεν ὁ κύριος καὶ ἐν τοῖς κοσμικοῖς καὶ ἐν τοῖς μοναχοῖς, οἰκονομῶν ἀεὶ τῶν ψυχῶν τὴν σωτηρίαν διὰ τῶν ἁγίων αὐτοῦ. Εἰ δὲ πάλιν, εὐχομένου αὐτοῦ περὶ ὑγιείας τινός, μὴ ἔδωκεν ὁ κύριος τὸ αἴτημα, οὐκ ἐξενίζετο οὐδὲ ἐλυπεῖτο ὡς μὴ ἀκουσθείς. Εἰδὼς γὰρ τὸν σκοπὸν τῶν ἁγίων καὶ αὐτὸς εὐχόμενος ἔλεγε· «Γενηθήτω τὸ θέλημά σου καὶ μὴ τὸ ἐμόν», καθὼς ἐδίδαξεν ὁ κύριος ἐν εὐαγγελίοις.
Εἴ τις μέντοι τοὺς ἑκάστοτε λόγους τῶν προσευχῶν αὐτοῦ ἀκούων ἀπορήσει πόθεν εἰς ἡμᾶς τοὺς συγγραψαμένους ἡ τούτων περιῆλθε γνῶσις, μνημονευσάτω ὡς προειρήκαμεν ὅτι παρὰ πατέρων ἀρχαίων ἠκούσαμεν ταῦτα, μετὰ ἀκριβείας ἐξετάζοντες· ἔστι δ’ ὅτε καὶ αὐτὸς ὁ ἅγιος καθήμενος ἐξηγήσασθαί τι τῶν ἀνηκόντων, ἕως τοῦ λογισμοῦ ἑαυτοῦ ἐφανέρου αὐτοῖς καὶ ὅπως δεῖ εὔξασθαι ἐφ’ ἑκάστῳ αἰτήματι ἀφθόνως διδάσκων πάντας τὴν πίστιν καὶ τὴν ἐλπίδα πρὸς τὸν κύριον ἔχειν καὶ τὴν ἀγάπην μετὰ ἀληθείας εἰς τὸν πλησίον.
Διδασκαλία ὅτι τὰ πνευματικὰ ἰάματα μείζω. Ἔλεγε δὲ καὶ τοῦτο ὅτι σὺν τοῖς φανεροῖς ἰάμασι τῶν σωμάτων εἰσὶ καὶ πνευματικὰ ἰάματα. «Ἀνὴρ γὰρ τυφλός, φησί, τῇ διανοίᾳ, ἀνθ’ ὧν οὐ βλέπει τὸ φῶς τοῦ θεοῦ διὰ τὴν εἰδωλολατρείαν, εἰ μετὰ ταῦτα τῇ εἰς τὸν κύριον πίστει ὁδηγηθεὶς ἀναβλέψει τοῦ γνῶναι τὸν μόνον ἀληθινὸν θεόν, ἆρα οὗτος οὐκ ἰάθη τὴν μείζονα ἴασίν τε καὶ σωτηρίαν; Καὶ ἄλλος μογγὸς ὢν τῷ ψεύδει καὶ μὴ λαλῶν ἀλήθειαν, εἰ συμβιβασθείη ὑπὸ ἀνθρώπων θεοῦ λαλεῖν τὰ δίκαια, καὶ οὗτος οὐκ ἐθεραπεύθη τῷ πνεύματι; Ἄλλος δὲ τῇ ἀργίᾳ τῶν ἐντολῶν βεβλαμμένος τὰς χεῖρας, εἰ παυσάμενος τῆς ἀργίας ἐλέει θεοῦ τὸ ἀγαθὸν ἐργάσεται, ἆρα καὶ οὗτος οὐκ ἐθεραπεύθη; Καὶ εἴ γε πόρνος τις ὢν ἢ ὑπερήφανος μετανοήσει φόβῳ θεοῦ διά τινος δούλου αὐτοῦ, καὶ τοῦτο οὐκ ἔστι σημεῖον;» «Ἠρώτησέ μέ ποτέ τις τῶν ἀδελφῶν λέγων· Εἰπὲ ἡμῖν ὅραμα ὧν βλέπεις. Κἀγὼ ἀπεκρίθην αὐτῷ·
Τὸ μὲν ὁράματα βλέπειν ὁ κατ’ ἐμὲ ἁμαρτωλὸς οὐκ αἰτεῖται τὸν θεόν· παρὰ τὸ θέλημα γὰρ αὐτοῦ ἐστιν. Ἄκουσον δὲ ὅμως περὶ ὁράματος. Ἐὰν ἴδῃς ἄνθρωπον ἁγνὸν καὶ ταπεινόφρονα, ὅραμα εἶδες μέγα. Ὁράματος γὰρ τοιούτου τί μεῖζον, ἀόρατον θεὸν ἐν ὁρατῷ ἀνθρώπῳ καταξιωθῆναι ἰδεῖν; Ὁμοίως εἰ καὶ μέγα τῶν ἁγίων τὸ διορατικόν, λέγω δὴ τὸ τὰ ἐνθυμήματα τῶν ψυχῶν ὁρᾶν, ὡς ἐπὶ Ἐλισσαίου κατὰ Γιεζῆ, ἀλλ’ οὐ τοίγε μεῖζον καὶ ἀδιάλειπτον ἔχουσι διορατικόν, τὸ τὸν κύριον ὁρᾶν; Ὅπερ τις αὐτῶν δηλῶν ἔλεγε· ‘Προωρώμην τὸν κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μου ἐστί.’ Τοῦτο μὲν γὰρ ἀεὶ παραμένει τοῖς βουλομένοις, ἐκεῖνο δὲ οὐκ ἀεὶ πάντως. Ὅταν μὲν γὰρ ὁ ἐν αὐτοῖς κύριος καὶ τὰ πάντα ἐρευνῶν ἀποκαλύπτῃ τούτοις, διορατικοί εἰσι· μὴ ἀποκαλύπτοντος δέ, ὡς πάντες ἄνθρωποί εἰσι. Καὶ οὐ κρίνεταί τις ὡς μὴ ὁρῶν τὰ κρυπτά, κρίνεται δὲ ἐὰν τὴν ὁμοίωσιν ἔχῃ τῶν ἐν τῷ ψαλμῷ ὑπὸ τοῦ πνεύματος κατακρινομένων.
Λέγει γάρ· Καὶ οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν.»
Περὶ παίδων ἀναγωγῆς. «Τοῦτον δὲ τὸν βαθμὸν τοῖς παιδίοις εὔκολόν ἐστι κτήσασθαι. Εἰ γὰρ ἐκ πρώτης ἡλικίας ἀκούοντα στοιχειωθῶσι τῇ τοῦ θεοῦ μνήμῃ, ζηλώσουσιν εἰς τὰ ἔμπροσθεν ἐπεκτείνεσθαι ἕως οὗ καταντήσωσιν εἰς τελειότητα ὡς Σαμουὴλ ἐν τῷ ναῷ. Τηρήσωμεν οὖν τὰ παιδία ὡς θέλει ὁ θεός, ὅπως ὁ τὰ νήπια φυλάσσων, ὡς γέγραπται, διαφυλάξῃ καὶ ἡμῶν τὰς ψυχὰς ὡς κόρην ὀφθαλμοῦ. ᾯ γὰρ μέτρῳ, φησίν, μετρεῖτε, μετρηθήσεται ὑμῖν. Μηδεὶς δὲ τολμήσῃ ψυχὴν βλάψαι κἀν λογισμῷ, ἵνα μὴ ἐξορύξῃ κόρην ὀφθαλμοῦ θεὸν ὁρῶντα τὸν δίκαιον κριτήν. Τὸ δὲ πῶς τὰ παιδία φυλάξομεν, οὐ χρείαν ἔχει λόγων πολλῶν· εἷς λόγος ἱκανός ἐστι πρὸς τοῦτο· ἄνθρωπος γὰρ φόβῳ θεοῦ καὶ ἀληθείᾳ καθαρίζων τὴν ἑαυτοῦ συνείδησιν ἕως τέλους, οὗτος δύναται φυλάσσειν τὰ νήπια μετὰ κυρίου· χρείαν γὰρ ἔχει αὐτοῦ.»
Περὶ τῆς ὑπακοῆς Θεοδώρου. Θεόδωρος δέ, περὶ οὗ ἐλαλοῦμεν ἔμπροσθεν, νεώτερος ὢν ἑκὼν ἀνετρέφετο γνησίοις λόγοις θεοῦ καὶ ἐνεδυναμοῦτο τῷ πνεύματι σκοπῶν ἐν πᾶσι τὸν ὁδηγοῦντα αὐτὸν πατέρα Παχώμιον ἄμεμπτον ὄντα. Καὶ ἦν ὑπήκοος αὐτῷ κατὰ πάντα. Καὶ εἴ ποτέ τι διαταξάμενος ὁ πατὴρ ἐκ λήθης ἢ μεταμελείας ἕτερόν τι μετεβουλεύσατο, καὶ τὸν Θεόδωρον ἐπὶ τούτῳ μεμφόμενος ἔλεγε· «Διατί οὕτως ἐποίησας;», οὐκ ἐξενίζετο ὁ παῖς ἢ ἐδικαιολογεῖτο πρὸς σύστασιν τοῦ ἰδίου λόγου· ἀλλ’ ἠρώτα καὶ ἐπίστευε λέγων ἐν ἑαυτῷ· «Ἄνθρωπος θεοῦ οὐκ ἀλλάσσει τὸν λόγον αὐτοῦ· ἀλλ’ ἴσως ἐμοῦ μὴ ὄντος ὀρθοῦ, κατὰ τὸ ἐμὸν θέλημα διετάξατό μοι ὡς ἐν ἐκστάσει ὢν ἁγίου πνεύματος.
Εἰ γὰρ μὴ οὕτως εἶχε, πῶς μετὰ τὴν διαταγὴν ἐκείνην μέμφεταί με; Εὑρίσκω γὰρ ὅμοιον ἐν Ἰερεμίᾳ, μεμφομένου τοῦ κυρίου τὸν ἰουδαϊκὸν λαὸν περὶ θυσιῶν, ὅτι ‘οὐκ ἐνετειλάμην ταῦτα τοῖς πατράσιν ὑμῶν’, καίτοιγε ἐνετείλατο διὰ Μωϋσέως. Ὅθεν ὀφείλω κἀγὼ καμεῖν ἕως ἂν ὁ κύριος κατευθύνῃ μου τὴν καρδίαν ἀξίως τῆς πρὸς τοὺς ἁγίους αὐτοῦ ὑπακοῆς.»
Περὶ τῆς ἀκριβείας Παχωμίου. Τῶν ἀδελφῶν ἐν νήσῳ ποτὲ θρύα θεριζόντων μετὰ τοῦ πατρός, ὁ Θεόδωρος ἦν ἑτοιμάζων τὰς τραπέζας. Ἐν μιᾷ δὲ νοσῶν ἦλθεν ἀπὸ τοῦ ἔργου πρὸς ἑσπέραν ὁ πατὴρ ἡμῶν Παχώμιος. Καὶ κατακειμένῳ αὐτῷ ῥιγῶντι ἐπέβαλε στρῶμα τρίχινον ὁ Θεόδωρος. Ὁ δὲ οὐκ ἤθελε λέγων· «Ἆρον αὐτὸ καὶ βάλε ἐπάνω μου ψιάθιον, καθὼς πάντες οἱ ἀδελφοί.» Ἐξέτεινε δὲ αὐτῷ καὶ δράκα φοινίκων ὅπως λάβῃ· καὶ μὴ λαβὼν εἶπε μετὰ δακρύων· «Ἐπειδὴ ἐλάβομεν ἡμεῖς οἰκονομεῖν τὰς χρείας τῶν ἀδελφῶν καὶ τὸν κάματον, διὰ τοῦτο ἐξουσιάζομεν εἰς ἑαυτοὺς ἀναλίσκειν;
Καὶ ποῦ ἐστιν ὁ φόβος τοῦ θεοῦ; Ἆρα διῆλθες ὅλας τὰς καλύβας τῶν ἀδελφῶν τῇ ὥρᾳ ταύτῃ καὶ ἠρεύνησας μὴ εἶναί τινας αὐτῶν ἀσθενοῦντας; Καὶ ἕως γὰρ τούτου κριτής ἐστιν ὁ θεός.»
Περὶ διακρίσεως νόσων. Ἐδοκίμαζε δὲ τῇ διακρίσει τοῦ πνεύματος καὶ τὰς διαφορὰς τῶν νόσων ὁποῖαί τινες εἶεν, καθότι οἱ δαίμονες ἐν παντὶ ἐπιχειροῦσιν ἐμποδίζειν τοῖς πιστοῖς. Κατέλαβε γάρ ποτε πυρετὸς αὐτὸν ἐν τῇ μονῇ· καὶ ἦν ἀνακείμενος ἄτροφος ὅλην τὴν ἡμέραν ἐκείνην καὶ τὴν δευτέραν· ἦλθε καὶ εἰς τὴν τρίτην ἡμέραν μὴ φαγών, ἐπιποθῶν δὲ τὸν θεόν. Καὶ κατ’ ὀλίγον εἰς εὐχὴν ἐγειρόμενος ἐκουφίσθη τῆς νόσου. Καὶ κρούσαντος τοῦ οἰκονόμου τῇ ὥρᾳ τοῦ φαγεῖν ὡς ἔθος ἦν, περιζωσάμενος τὴν ὀσφῦν αὐτοῦ ἀπῆλθεν εἰς τὴν τράπεζαν τῶν ὑγιαινόντων ἀδελφῶν ὥστε φαγεῖν, αἰσθανόμενος μὴ φυσικὴν εἶναι τὴν νόσον καὶ εὐχαριστῶν τῷ θεῷ τῷ ἐνδυναμώσαντι αὐτόν. Καὶ εἴ ποτε ἄλλον ἀδελφὸν εἶδεν ὁμοίως ἔχοντα, διωρθοῦτο συμβουλεύων μὴ ἐμπαίζεσθαι ὑπὸ τῶν ἐχθρῶν.
Περὶ τοῦ κρέας αἰτήσαντος. Ἕτερος ἀδελφὸς εἰς θάνατον κακωθεὶς ἐγγὺς ἐν κελλίῳ κατέκειτο, καὶ αἰτησάμενος τὸν πατέρα τῆς μονῆς μικρὸν κρέας τραφῆναι (ἦν γὰρ τὸ σῶμα ἔχων ὀστοῦν μόνον τῷ χρόνῳ τῆς κακώσεως) καὶ μὴ τυχὼν τῆς αἰτήσεως λέγει τινὶ ἀδελφῷ· «Κρατῶν με ἄγαγε πρὸς τὸν πατέρα ἡμῶν.» Καὶ πλησιάσας ἔρριψεν ἑαυτὸν ἐπὶ πρόσωπον λέγων τὸ αἴτημα. Κατανοήσας οὖν ὁ μέγας αὐτὸν ἄξιον ὄντα τοῦ αἰτήματος ἀνεστέναξε· καὶ τῇ ὥρᾳ τοῦ φαγεῖν ἠνέχθη καὶ αὐτῷ καθὼς πᾶσιν. Ὁ δὲ πατὴρ ἡμῶν μηδὲν φαγὼν λέγει· «Προσωπολῆπται, ποῦ τὸ γεγραμμένον· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν; Οὐχ ὁρᾶτε τοῦτον νεκρὸν ὄντα; Διατί ὅλως πρὸ τοῦ αὐτὸν αἰτῆσαι οὐκ ἐφροντίσατε αὐτοῦ ἀξίως; Καὶ εἰπόντα τὸ αἴτημα διατί παρεβλέψατε; Ἀλλ’ ἐρεῖτε· ‘Διὰ τὸ μὴ ἔθος εἶναι τροφῆς τοιαύτης ὑπερείδομεν αὐτοῦ.’ Οὐκ ἔστιν οὖν διαφορὰ νόσου; Οὐ πάντα καθαρὰ τοῖς καθαροῖς; Κἂν οὐκ ἠδυνήθητε ὑμεῖς διακρῖναι τοῦτο καλὸν δίχα γνώμης ἡμῶν, διατί οὐκ ἐδηλώσατε;» Καὶ ταῦτα λέγων ἐδάκρυσεν· ἀεὶ γὰρ σημεῖον αἰσθήσεως δάκρυον. Οἱ δὲ ἀκούσαντες ἐσπούδασαν ἀγοράσαντες τὸ εἶδος ψωμίσαι τὸν κάμνοντα. Ἔπειτα καὶ αὐτὸς ἔφαγε λάχανον ἑψητόν, ὡς ἔθος πᾶσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.