Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ ἁγίου Παχωμίου

Παχώμιος ὁ Μέγας

Πνευματικοί αγώνες, δαιμονικές επιθέσεις και οι πρώτοι συνοδοιπόροι

Οι πειρασμοί του διαβόλου, η καρτερία του Παχωμίου, η άφιξη του κατά σάρκα αδελφού του Ιωάννη και η οργάνωση των πρώτων υποδομών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 3 από 11

Ἀλλὰ ταῦτα δεινῶς ὥπλιζε τὸν πονηρόν· διὸ καὶ πειράζειν αὐτὸν παντοίως οὐκ ἐπαύετο, εἰ καὶ τῇ πρὸς θεὸν ἐλπίδι ἐκεῖνος νευρούμενος τούτου τὰς μηχανὰς ὡς ἀφρὸν ὕδατος ἢ ἱστὸν ἀράχνης διέλυεν. Ὡς καί ποτε προσευχομένῳ τῷ ὁσίῳ καὶ γόνυ κλίναντι πρὸς αὐτὸ δὴ τὸ τῆς νυκτὸς μεσαίτατον ἔδοξεν ἔμπροσθεν αὐτοῦ λάκκον ἀνορύττειν ταῖς φαντασίαις λίαν βαθὺ<ν> καὶ βορβορώδη, ἐξ οὗ πλῆθος ἑρπετῶν καὶ θηρίων ἀνεδίδοντο καὶ πρὸς αὐτὸν ὅσον οὔπω ἐπαπειλοῦντα τοῦτον ἐπερρίφθαι, οἰόμενος διὰ τῶν τοιούτων φαντασιῶν καὶ μηχανῶν ὁ παμπόνηρος ἐκλύειν αὐτοῦ τὸ σύντονον τῆς προσευχῆς. Ὁ δὲ μὴ ἀγνοήσας ὅστις εἴη, ἵστατο ἀτρεμῶς ἄνω βλέπων καὶ προσευχόμενος· αὐτὸς δὲ ὡσεὶ καπνὸς ἐξέλειπεν.

Ἄλλοτε πάλιν συνήθως ἔχοντι τῷ μεγάλῳ πρὸς τὰ ἐρημότερα μέρη τοῦ ὄρους ὑπαναχωρεῖν καὶ διὰ τῆς ἡσυχίας ἑνοῦσθαι θεῷ, ἐν τῷ ὑποστρέφειν αὐτὸν προπορευόμενοι ἔθεον κράζοντες πρὸς ἀλλήλους· «Δότε τόπον τῷ ἀνθρώπῳ τοῦ θεοῦ.» Ὁ δὲ θαρραλέᾳ τῇ γνώμῃ καθ’ ἑαυτὸν τοὺς δαυϊτικοὺς ᾄδων ψαλμούς, ὡσεὶ χνοὺς ὑπὸ ἀνέμου διεσκεδάζοντο ἀπὸ προσώπου αὐτοῦ.

Εἶτα μεθ’ ἡμέρας πάλιν ἑπτὰ ἐπιστάντες τῇ κέλλῃ τούτου ἐδόκουν σὺν πολλῷ ταράχῳ κατασείειν αὐτὴν καὶ ἐξ αὐτῶν ἀνασπᾶν τῶν κρηπίδων. Ὁ δὲ Παχώμιος μετέωρος ἱστάμενος προσηύχετο λέγων· «Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμῖν σφόδρα· διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.» Καὶ ταῦτα ἐπᾴδοντος, ἐκεῖνοι ἀγεννῶς ᾤχοντο. Ἀλλὰ καὶ οὕτως τὸν ἐχθρὸν ἀποσοβῶν ἐκεῖνος ἠρεμεῖν οὐκ εἶχεν· πτέρυγας γὰρ πετεινοῦ ἀναλαβόμενος (οἷος ἐκεῖνος ἕτοιμος εἰς τὸ μεταπλάττεσθαι), τοῦ Παχωμίου μετὰ τὴν προσευχὴν μικρὸν καθευδήσαντος καὶ σάκκον ὑφαίνειν ἐπιχειρήσαντος, παραστὰς ἐκεκράγει σφοδρῶς καὶ συνεχῶς πτερυσσόμενος ἐπέπληττεν αὐτόν· ἀλλ’ ἐκεῖνος, μὴ ἀγνοήσας ὅστις εἴη, τὸ τοῦ σταυροῦ σημεῖον αὐτῷ ἐπιβαλὼν μετ’ οἰμωγῆς φεύγειν ἐποίει. Ἔπειτα βλέπων αὐτοῦ τὸ σύννουν ἀεὶ καὶ συνεκτικὸν ἐπείρα πρὸς γέλωτα τοῦτον κινῆσαι· καὶ δὴ δεσμήσας φύλλον δένδρου ἐδόκει σὺν ἄλλοις πλείοσι ἕλκειν αὐτὸ σὺν βοῇ πολλῇ καὶ ἀγωνίᾳ· οὓς διὰ τὴς θυρίδος θεασάμενος ὁ Παχώμιος· «Ὄντως κατ’ ἀλήθειαν, ἔφη, ἀσθενεῖς ἐστε καὶ ἀνίσχυροι· καὶ γὰρ ἀψευδὲς μαρτύριον τοῦτο.» Ταῦτα εἰπόντος ἐκείνου, αὐτοὶ ὡς ἀπὸ μάστιγος ἐλαυνόμενοι ᾤχοντο.

Τῇ οὖν ἑξῆς πάλιν μετὰ τὴν ἐνάτην μεταλαβεῖν τροφῆς ἀνακλιθέντος, καὶ αὐτὸς εἰσιὼν συγκαθευδῆσαι αὐτῷ ἐπειρᾶτο· ὁ δὲ τοῦτον σφραγισάμενος, ἐδόκει ἀερίως πέτασθαι σὺν θορύβῳ καὶ ἤχῳ πολλῷ. Ἄλλοτε ὀψὲ σαββάτου ἀγρυπνοῦντι τῷ ἁγίῳ καὶ προσευχομένῳ κατὰ τὸ εἰωθός, μετασχηματίσας ἑαυτὸν εἰς γυναῖκα ὁ μιαρὸς κεκαλλωπισμένην πάνυ, εἰσῆλθεν πρὸς αὐτὸν ἀναιδῶς· καὶ γυμνώσας ἑαυτὴν ἐρεθίζειν ἐπείρα πρὸς λογισμοὺς ἀτόπους τὸν ἀσκητήν. Αὐτὸς δέ, τοῖς μὲν ἔξωθεν ὀφθαλμοῖς καμμύων, τοῖς δὲ ἔνδον πρὸς θεὸν ἄνω βλέπων· «Ἐξελοῦ με, ἔψαλλεν, ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ λύτρωσαί με.» Καὶ αὐτίκα ἤκουε φωνῆς ἄνωθεν λεγούσης πρὸς αὐτόν· «Μὴ φοβοῦ, Παχώμιε· μετὰ σοῦ γάρ εἰμι.» Καὶ σὺν τῇ φωνῇ ἐξέλιπεν ἀπὸ προσώπου αὐτοῦ.

Μετ’ οὐ πολὺ πάλιν πλεῖστα πειραζομένου ὑπ’ αὐτοῦ καὶ μηδεμιᾶς ἀντιλήψεως ἀπολαύοντος, ἀναιδῶς ἐπιστάντες κατέκοψαν αὐτὸν πληγαῖς ἀφορήτοις. Ὀλιγωρήσας δὲ ὁ ὅσιος ἐκάθητο ἀλγυνόμενος. Πρωΐας δὲ ἧκέ τις τῶν μοναχῶν τοῦτον ἐπισκεψόμενος καὶ ἰδὼν οὕτως ἔχοντα διεπυνθάνετο τὴν αἰτίαν τῆς συνοχῆς.

Ὁ δὲ μόλις ἀνανεύσας· «Πολλή, φησί, πάτερ, ἡ καθ’ ἡμῶν μανία τοῦ ἐχθροῦ καὶ ἀνυπόστατοι οἱ πειρασμοί. Ὁρᾷς ὡς ἐκτέτηκέ μου τὸ σῶμα καὶ αὐτὴ ἡ πνοὴ κατὰ μικρὸν ἐπιλείπει.» Εἶτα ὑποδείκνυσιν αὐτῷ τὰς δριμυτάτας κατὰ παντὸς τοῦ σώματος πληγάς.

Πρὸς ὃν ὁ μοναχός· «Μὴ ἀθύμει, πάτερ, μηδὲ ἐκλύου ὑπὸ τῶν τοιούτων προσβολῶν τοῦ ἐχθροῦ· ἀλλὰ ἀνδρίζου καὶ κατίσχυε. Ἀπελεύσονται γὰρ ὅσον οὔπω ἡττημένοι καὶ κατῃσχυμμένοι, πολλούς σου τοὺς στεφάνους κομιούμενοι.» Τούτων ἀκούσαντα τὸν Παχώμιον δοξάσαι τε τὸν θεὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ παρουσίᾳ καὶ παρακλήσει· καὶ τὸ ἀπὸ τοῦδε λαβὼν θάρσος κατὰ τῶν ἀοράτων ἐχθρῶν ἔχαιρε πειραζόμενος καὶ πάσχων κακῶς ἢ μένων ἀπείραστος.

Μετὰ οὖν χρόνον τινὰ ὁ τῶν αὐτῶν ὠδίνων κοινωνὸς Ἰωάννης, εἰς ἐπιζήτησιν αὐτοῦ παρὰ τῆς τεκούσης πεμφθείς, ἀνηρεύνα πόλεις καὶ χώρας εἴ που τοῦτον θηράσειεν. Ὡς δὲ τὰ περὶ αὐτοῦ ἀναμαθὼν τοῦτον κατέλαβε, περιέψα, περιέβαλλε, περιεπτύσσετο, σχεδὸν ὑπὸ τῆς ἄγαν περιχαρείας ἔκπληκτος ἦν. Ὁ δὲ μέγας, τοῦτον ὁποῖος ἔσται ἄριστα τοῖς ἔνδον ὀφθαλμοῖς ἐπιγνούς, διηρώτα ὅτου χάριν ἐληλύθει καὶ εἰ τὸν αὐτὸν κοινωνήσων βίον αἱρεῖται ὥσπερ δὴ καὶ τῶν ὠδίνων. Ἐκεῖνος δέ, οὐκ ἔχων ὅπως συνθέσθαι τῇ ἐρωτήσει, ἵστατο σιωπῶν καὶ μηδὲν ἀνταποκρινόμενος· ἐφόβει γὰρ αὐτὸν ἡ ὑπὲρ ἄνθρωπον ἄσκησις τοῦ ἀδελφοῦ καὶ ἡ ἄφιλος ἐκείνη ἐρημία καὶ ἀπαράκλητος· ὁ δὲ πρὸς αὐτὸν πάλιν πόθος διεθέρμαινέ τε αὐτοῦ τὴν καρδίαν καὶ μηδὲ πρὸς βραχὺ ἀποστῆναι τούτου παρέπειθεν. Ὡς οὖν ἡδὺ πρὸς ἀλλήλους βλέποντες ἦσαν καὶ εὐψύχως προσομιλοῦντες, ὁ θεῖος Παχώμιος· «Εἰ μὲν θέας ἕνεκα μόνης, ὦ τέκνον, ἔφη, παραγέγονας, ἄπιθι χαίρων πρὸς τὰ οἰκεῖα, τοῦ θεοῦ σε εὐδοκοῦντος. Εἰ δὲ συναντιλήψεσθαί μου τῆς ἐπ’ ἐρημίᾳ ταύτης διατριβῆς, στῆθι γενναίως, πρὸς τὰς ἐκεῖθεν ἀποβλέπων ἀμοιβάς. Καὶ γὰρ εἰ μὴ δυνάμει πάσῃ κατὰ τῶν τῆς σαρκὸς παθῶν ἀνταγωνισώμεθα καὶ τῶν τοῦ πονηροῦ προσβολῶν, ψεῦσται τῶν ὑποσχέσεων εὑρισκόμεθα καὶ ὡς κατάδικοι οἴμοι τῷ αἰωνίῳ πυρὶ παραπεμπόμεθα.»

Τοιαῦτα διεξιόντος τοῦ Παχωμίου καὶ οἱονεὶ ἀφορμὰς παρέχοντος καὶ σπέρματα τῷ ἀδελφῷ πρὸς τὸ γενέσθαι υἱὸν καὶ κληρονόμον θεοῦ, ἐκεῖνος ὅλος τῶν αὐτοῦ παραινέσεων γίνεται· καὶ πάντα χαίρειν εἰπών, ὑπὸ τῶν αὐτοῦ μακαρίων χειρῶν τὸ τῶν μοναχῶν περιβάλλεται ἔνδυμα. Ἔμειναν οὖν ἀμφότεροι ἐπὶ τὸ αὐτὸ νύκτωρ καὶ μεθ’ ἡμέραν τὸν τοῦ κυρίου ἐκμελετῶντες νόμον, ἀλλήλων ἀκόνη γινόμενοι (τὸ τοῦ λόγου). Εἰργάζοντο δὲ ψιάθους πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα. Τὸ δὲ ἔνδυμα τούτων ἐκ τριχῶν ἦν κατεσκευασμένον πρὸς τὸ τρύχειν τὰς σάρκας αὐτῶν καὶ ὑπωπιάζειν. Ἀνεπαύοντο δὲ ἐπὶ ψιλοῦ τοῦ ἐδάφους καὶ ἠγρύπνουν προσευχόμενοι τὸ ἥμισυ τῆς νυκτός. Τὰς δὲ τῶν πατέρων πολιτείας μετιόντες ἔσπευδον τοῖς μὲν ἁμιλλᾶσθαι, τῶν δὲ καὶ ὑπερεκτείνεσθαι.

Ὡς δὲ ἡ ἀρετὴ πανταχοῦ τούτους ἐδήλου, πολλοὶ τῶν πλησιοχώρων καὶ τῶν πέριξ οἰκούντων, τὰς ψυχὰς πτερούμενοι, πρὸς αὐτοὺς ἔθεον τὸν τοῦ κυρίου ζυγὸν βαστάσαι προϊέμενοι. Ὁ δέ, οἷα πατὴρ φιλόστοργος, πολλῇ τούτους ὥσπερ εἰκὸς ἐδεξιοῦτο τῇ διαθέσει καὶ τὰ δέοντα ὑπετίθει. Ἐκείνων δὲ ἕκαστος, εἴ τι δἂν καὶ εὐπορῶν εἴη, φέροντες ἀπετίθουν ἐν τοῖς τοῦ μεγάλου ποσί· καὶ τοῦτο ἔπραττον οὐ κατὰ πρόσταξιν τοῦ ὁσίου, ἀλλὰ σὺν τὰς ψυχὰς καὶ ταῦτα προσάγειν θεῷ μετὰ πολλῆς ἡδονῆς ἐπειγόμενοι. Ἔνθεν τοι καὶ εὐκτήριος αὐτοῖς οἶκος ἀνεγείρετο καὶ καταγώγια τούτοις ἁρμόδια καὶ ἡ λοιπὴ ἅπασα χρειώδης τοῦ φροντιστηρίου κατασκευή.

Εἶτα ταῖς οἰκείαις χερσὶν ἀπέκειρε τούτους καὶ τὰ τῶν μοναχῶν περιέβαλλεν, κανόνας καὶ τύπους παραδιδοὺς αὐτοῖς κατὰ τὸν ὑποδειχθέντα αὐτῷ τύπον. Ἐκεῖνοι δέ, πλείονι τῇ ὁρμῇ κεχρημένοι, ἱκανῶς προέκοπτον ἐν πᾶσιν. Εἶτα πολλῶν καὶ ἄλλων ἀδελφῶν συναγειρομένων καὶ θέρμῃ πάσῃ τὴν σεμνὴν ταύτην πολιτείαν μετιόντων—καὶ γὰρ φύσει πεφύκαμεν περὶ τὰς τῶν πραγμάτων ἀρχὰς θερμοτέραν τὴν ὁρμὴν κτᾶσθαι· οὐδὲ γὰρ ἦσαν μοναστήρια τότε οὐδὲ τὸ τῶν μοναχῶν σχῆμα κατάδηλον οὐδὲ τοσοῦτος τῆς ἀρετῆς ἔρως—, πάντας δὲ τῷ καθ’ ἑαυτὸν ὑποδείγματι διερεθίζων ὁ μέγας, μοναστήρια πανταχοῦ γῆς ἀνεγείροντο καὶ τὸ τῶν μοναχῶν πλῆθος ὁσημέραι ἐπεδίδοτο.

Φιλοπονώτερον οὖν τοῦ Παχωμίου πρὸς τὰς τῆς μονῆς οἰκοδομὰς περισπωμένου, ὁ ἀδελφὸς αὐτοῦ Ἰωάννης, περικοπτόμενον τοῦτον ὁρῶν ἐκ τῆς φίλης ἐκείνης ἡσυχίας· «Παῦσαι, ἔλεγε, περπερευόμενος, ἀδελφέ, καὶ πλατύνων σεαυτόν,» ἀγνοῦντος ἴσως τὰ τῆς θείας ἐκείνης ἐπιφανείας ἐντάλματα. Δυσθυμήσας οὖν ἐπὶ τούτῳ ὁ Παχώμιος, ἅτε παρὰ σκοπὸν ἐπιπληχθείς, τῷ συνήθει φαρμάκῳ τῇ πρὸς θεὸν εὐχῇ καὶ αὖθις ἐκέχρητο· «Δέσποτα καὶ θεὲ τῶν ἁπάντων, λέγων, ἐπεί με τὸν ἀνάξιον ὑπαλείφειν πρὸς τοὺς ἀσκητικοὺς ἀγῶνας τοὺς πρὸς σὲ ἐρχομένους ἠξίωσας, ἐγὼ δὲ ἔτι τῷ τῆς σαρκὸς περιεχόμενος φρονήματι ὑπὸ τοῦ θυμοῦ συναρπάζομαι καὶ τῇ φιλαυτίᾳ καὶ αὐταρεσκείᾳ ἥττημαι, πῶς τὴν σεμνὴν ταύτην καὶ ἀγγέλοις αἰδέσιμον πολιτείαν ἑτέρους καθυποδείξαιμι, μὴ πρότερον νικήσας τὰ πάθη μηδὲ ἀμέμπτως τὰς σὰς σεπτὰς ἐντολὰς τηρήσας; Δέομαι τοιγαροῦν τῆς σῆς ἀγαθότητος μηκέτι με ὑπὸ τοῦ θυμοῦ ἢ τοῖς ἄλλοις πάθεσι τὴν ψυχὴν καθέλκεσθαι, ἵνα μὴ εὑρών με ἄοπλον ὁ ἐχθρὸς ὑποχείριον λάβῃ καὶ διασκορπίσῃ τὰ λογικὰ πρόβατα τῆς σῆς ἀγαθότητος, ἃ ἐκάλεσας πρὸς τὴν σὴν ἐπίγνωσιν ὁ ποιμὴν ὁ καλός.» Τοιαῦτα ἐν συντριβῇ καρδίας ἐξομολογούμενος ὁ μέγας, ὁ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν κύριος καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων ῥᾷον καὶ ταχὺ τὴν θεραπείαν παρέσχεν ὡς ἔκτοτε ἐν πολλῇ πραότητι καὶ εἰρηνικῇ καταστάσει διάγειν.

Μετ’ οὐ πολὺ δὲ καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰωάννης, καλῶς καὶ θεοφιλῶς ζήσας, νόσῳ περιπεσὼν πρὸς τὰς ἐκεῖθεν μετῄει σκηνάς.