Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ ἁγίου Παχωμίου

Παχώμιος ὁ Μέγας

Επέκταση της αδελφότητας, ασκητικά πρότυπα και πνευματικές διδασκαλίες

Η ενσωμάτωση των κοινοτήτων Χηνοβοσκίας και Μοσχώσης, το παράδειγμα του μοναχού Ιωνά, η αποφυγή της κενοδοξίας και η διδασκαλία περί καθαρής προσευχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 6 από 11

Ἐπεὶ δέ, πληθυνόντων τῶν ἀδελφῶν καὶ τῷ πλήθει στενοχωρουμένων, ἐπαπορῶν ἦν τί ἆρα καὶ διαπράξοιτο, καὶ δὴ ἐφίσταταί τις τῶν μοναχῶν τὴν κλῆσιν Ἐπώνυχος, ποίμνης προϊστάμενος ἔγγιστά που Χηνοβοσκίας. Οὗτος ἐδυσώπει τὸν μέγαν δέξασθαι αὐτὸν καὶ τὴν ἰδίαν προσοικειώσασθαι ποίμνην καὶ τοὺς ἐν αὐτῇ μοναχούς. Τοῦτον ὁ μέγας δεξάμενος τοῖς λοιποῖς συναριθμεῖ. Ἔνθεν τοι καὶ πρὸς θέαν ταύτης ἐξιών, ἐπεὶ τὴν ὁδὸν εὐψύχως ἤνυε καὶ ἐπ’ αὐτὴν ἤδη γέγονε, οἱ περὶ ταύτην μοναχοί, πρὸς ἀπάντησιν αὐτοῦ ἐξιόντες, ἀτενὲς εἰς αὐτὸν ἑώρων καὶ οὐδὲ πρὸς βραχὺ ἀφίστασθαι τούτου ἠνείχοντο· οὕτω γλυκεῖά τις ὄψις τοῖς πᾶσιν ἦν ὁ Παχώμιος. Θεασάμενος τοίνυν αὐτὴν ὅπως μὲν θέσεως ἔχει, ὅπως δὲ μεγέθους, πέμψας μετακαλεῖταί τινας τῶν ἑαυτοῦ μαθητῶν καὶ πρὸς αὐτὴν τούτους μετοικίζει, παραδοὺς τούτοις κανόνας καὶ ἐντάλματα σωτηριώδη τῆς ἀγγελικῆς ταύτης διαγωγῆς. Διατρίβοντος δὲ ἔτι ἐκεῖσε τοῦ ὁσίου, μεταπεμψάμενοι οἱ ἐν Μοσχώση μοναχοὶ παρεκάλουν τοῦτον πρὸς αὐτοὺς σκυλῆναι καὶ τῆς αὐτοῦ μεταδοῦναι εὐλογίας. Ὡς δὲ ἐκεῖσε κατέλαβεν, πανήγυρίς τις ἦν περὶ αὐτὸν οὐκ ἀγεννής, πάντων ἐκπληττομένων τὸν λόγον, τὴν θέαν, τὸ ἦθος, τὴν ταπείνωσιν.

Διὸ καὶ ὑπ’ αὐτοῦ ποιμαίνεσθαι ἐδυσώπουν καὶ τὴν τούτων ἐπιστασίαν ἀναδέξασθαι. Ὁ δέ, τὴν τῶν πολλῶν συνουσίαν ὡς τῆς ἡδίστης αὐτῷ ἀπάγουσαν ἡσυχίας ἀποματτόμενος, ἀνήκοος τῆς τούτων ἦν ἀξιώσεως. Ὅθεν καὶ θεία τις ὄψις, κατ’ αὐτὴν δὴ τὴν νύκταν ἐπιφανεῖσα, θαρρεῖν παρεκέλευε καὶ τῆς ἐπωφελοῦς τούτων προστασίας μὴ ἀναβάλλεσθαι. Τούτων ὡς ἤκουσεν ὁ Παχώμιος, θερμότερον πρὸς τὴν τούτων ἐπιστασίαν διανίσταται καὶ πολλῆς μάλιστα τῶν ἄλλων ἠξίου τῆς ἐπιμελείας καὶ τῆς διδασκαλίας.

Ἦν δὲ ἐν τῇ αὐτῇ μονῇ μοναχός τις τὴν κλῆσιν Ἰωνᾶς, τὴν ἀρετὴν διαβόητος, τὴν ἐργασίαν κηπουρός. Οὗτος παρ’ ὅλην αὐτοῦ τὴν ζωὴν οὐδεμιᾶς ἐγεύσατο ὀπώρας ἢ ἑψητοῦ τὸ παράπαν, ἀλλ’ ἢ ἄρτου μόνου καὶ ὠμῶν λαχάνων μετὰ ὄξους. Τὸ δὲ ἔνδυμα αὐτοῦ μηλωτὴ ἦν χειμῶνος καὶ θέρους· εἶχε δὲ καὶ λεβίτωνα, ὃν εἰς τὸν καιρὸν τῆς συνάξεως καὶ τῆς μεταλήψεως περιεβάλλετο.

Οὗτος, ἐν ἡμέρᾳ ὅλῃ τὴν τοῦ κήπου ἐργασίαν μετιών, μετὰ δύσιν ἡλίου τροφῆς μετελάμβανε, μὴ ἀνασχόμενος ἐπὶ νώτου ἀνακλιθῆναί ποτε ἢ ἐπὶ σκίμποδος, ἀλλὰ μετὰ τὰς νυκτερινὰς εὐχὰς μέσον τῆς κέλλης καθήμενος περιέπλεκε σχοίνους ἕως τῆς συνάξεως, μὴ λύχνον ἅψας ποτέ, μὴ ἔλαιον ἐπιστάξας· ἀλλὰ εἰ ἐργαζόμενος <ἦν>, τὴν γλῶσσαν εἶχεν διὰ παντὸς ᾄδουσαν· εἰ δὲ καὶ συνέβη αὐτὸν ἀπονυστάξαι διὰ τὴν τῆς φύσεως ἀνάγκην, καθήμενος καὶ ἐπὶ χεῖρας ἔχων τὸ ἔργον μετελάμβανεν ὕπνου. Περὶ τούτου λέγεται ὅτι, ὡς εἰώθει συχνῶς ἐν ταύτῃ τῇ μονῇ παραβάλλειν τὸν μέγαν, εὑρίσκει πρὸς τῇ πύλῃ συκῆν ἑστῶσαν καὶ βρίθουσαν τὸν καρπόν· ἐξ ἧς τῶν νέων τινές, ἐμπαιζόμενοι ὑπὸ τοῦ δαίμονος, λάθρᾳ λαμβάνοντες ἤσθιον. Τοῦτο τοῖς διορατικοῖς αὐτοῦ ὄμμασι κατανοήσας ὁ μέγας καὶ δαίμονά τινα ἐπικαθήμενον αὐτῇ κατανοήσας, καλεῖ τὸν προλεχθέντα Ἰωνᾶ<ν> καὶ ταύτην ἐκκόψαι διακελεύεται. Ὁ δέ, ἀκούσας καὶ μὴ συνιεὶς τὴν αἰτίαν, λύπῃ συνεχόμενος· «Μηδαμῶς, ὦ πάτερ, ἔφη· πολὺς γὰρ ἐξ αὐτῆς καρπὸς εἰς παράκλησιν τοῖς ἀδελφοῖς προσφέρεται.» Ἰδὼν δὲ αὐτὸν ὁ μέγας οὕτως περίλυπον γενόμενον οὐ προσέθετο ἔτι λαλῆσαι, ἀλλ’ ἐπευξάμενος ἐπὶ τοσοῦτον αὐτὴν ἐξήρανεν ὡς μὴ μόνον καρπόν, ἀλλ’ οὐδὲ φύλλον τὸ σύνολον εὑρεθῆναι ἐπ’ αὐτήν.

Γνοὺς δὲ τὸ γεγονὸς ὁ Ἰωνᾶς συγγνώμην ᾐτεῖτο τῆς παρακοῆς καὶ θερμὰ ἀπέσταξε δάκρυα, ἀπολούσασθαι θέλων τὴν ἁμαρτίαν. Τοῦτον καινοτέρῳ τρόπῳ κεκοιμῆσθαι ὁ πολὺς ἔχει λόγος· καθήμενος γὰρ ἐπί τινος σκάμνου καὶ πλέκων κατὰ τὸ εἰωθὸς ἀνεπαύσατο, τῶν ποδῶν αὐτοῦ μὴ δυνηθέντων ταθῆναι μηδὲ συσταλῆναι εὐκόσμως· διὸ καὶ οὕτως ἐπὶ σχήματος τῇ γῇ παρεδόθη. Καὶ τὰ μὲν περὶ Ἰωνᾶ οὕτως.

Ὁ δὲ θεῖος Παχώμιος, ἐν ταύτῃ τῇ μονῇ εὐκτήριον ἀνεγείρας οἶκον καὶ τοῦτον φιλοπόνως κατακοσμήσας, ἐτέρφθη τοῦ ἔργου· καὶ μὴ θέλων ὑπὸ μηδεμιᾶς δεδέσθαι τῶν παρόντων ἐπιθυμίας μηδὲ ὑπὸ τῆς τῶν ὀφθαλμῶν θέας ἁλίσκεσθαι, ἔτι νεαροῦ ὄντος τοῦ ἔργου, σχοίνους ἐξαρτήσας ἐφ’ ἕνα τῶν στύλων, ἐκέλευσε τοὺς μοναχοὺς μετὰ πάσης ἰσχύος ἕλκειν τοῖς καλῳδίοις, ἕως διάστροφον τὸ ἔργον καὶ ἀπρεπὲς ἀποδείξωσι. Τῶν δὲ μοναχῶν ἐπὶ τούτῳ διαπορουμένων, ὁ θεῖος Παχώμιος· «Βλέπετε, ἔφη, μὴ ἐπὶ φιλοκαλίᾳ τῶν ἔργων ὑμῶν φιλονικήσητε, ἀλλ’ εὔχεσθε ἄσυλον ἡμῶν ἀπὸ τούτων διαμένειν τὸν λογισμόν, μήπως πρὸς τὴν τούτων τέρψιν ὁ νοῦς ὀλισθήσας θήραμα γένηται τοῦ ἐχθροῦ· πολλαὶ γὰρ αἱ μεθοδεῖαι τῶν ὑπεναντίων. Διὸ ἐν τῷ θεῷ ποιήσομεν τὴν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.» Ὑπολαβὼν δέ τις τῶν ἀδελφῶν· «Διατί, ὦ πάτερ, ἔφη, πρὸ μὲν τῆς ἐπιστασίας τοῦ ἐνοχλοῦντος ἡμῖν πονηροῦ δαίμονος, ἀκέραιον ἔχοντες τὸ τῆς διανοίας φρόνημα, περὶ ἐγκρατείας καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἀρετῶν φιλοσοφεῖν βουλόμεθα, ἐπὰν δὲ ἡττηθῶμεν ἢ ὑπὸ θυμοῦ ἢ ὀργῆς ἢ γαστριμαργίας ἢ κενοδοξίας ἢ τῶν λοιπῶν παθῶν, οὐκέτι περὶ τούτων μνημονεύομεν;»

Πρὸς ὃν ὁ μέγας· «Ἐπειδὴ οὐ καθαρῶς προσευχόμεθα οὐδὲ τὰς ἀρετὰς ὡς χρὴ μετερχόμεθα, οὐδὲ τὴν τῶν δαιμόνων ἕξιν τε καὶ μετεμπλοκὴν τῶν ἐνεργειῶν αὐτοῦ ἐπιστάμεθα πρὸς τὸ δύνασθαι ἡμᾶς τὴν τοῦ ἐνοχλοῦντος πάθους παρουσίαν τῇ ὀπτικῇ δυνάμει τῆς ψυχῆς κατανοεῖν καὶ τὴν περικειμένην σύγχυσιν τῶν τοιούτων λογισμῶν ἀποκρούεσθαι.

Διὸ [χρὴ] καθ’ ἑκάστην ὥραν ὥσπερ ἔλαιον ἐπὶ λυχνίαν οὕτως τὸν τοῦ θεοῦ φόβον ἐπὶ τὸ διαυγὲς τῆς ψυχῆς ἐπιστάζειν ὀφείλομεν, ἵνα μὴ ὑπὸ τῶν τοῦ πονηροῦ προσβολῶν ἐκμοχλευόμενοι τὸν νοῦν, ὑπὸ τῆς τῶν παθῶν ζοφώσεως σκοτιζόμενοι, εὐχείρωτοι τῷ διαβόλῳ γινώμεθα· φωτοειδῆ δὲ ταύτην περιφέροντες καὶ τὸν νοῦν μετάρσιον εὐχερῶς τὰς τούτου προσβολὰς καὶ ἐνεργείας καταφρονεῖν δυνάμεθα.» Ταῦτα καὶ τὰ τούτοις ὅμοια ὁ θεῖος Παχώμιος θεοφορούμενος τοῖς ἀδελφοῖς ἀνεδίδασκεν.

Μετὰ δὲ ταῦτά τινες, τὴν ἔνδον κακίαν τριχίνοις ἐνδύμασι κατακρύπτειν σπεύδοντες, πρὸς τὸν ἅγιον ἥκασιν, ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπεστάλθαι φάσκοντες «καὶ τάδε τῇ σῇ προσαπαγγεῖλαι ὁσιότητι· εἰ ἀληθῶς Χριστοῦ δοῦλος ὑπάρχεις καὶ πολλὴν πρὸς αὐτὸν τὴν παρρησίαν κέκτησαι, δεῦρο ἅμα τὸ ποταμοῦ ῥεῖθρον ἀβρόχοις ποσὶ διέλθωμεν.» Ταῦτα τῶν ἐπὶ τῆς πύλης ἀπαγγειλάντων, ἐκεῖνος τὴν ψυχὴν διαταραχθείς· «Ὅλως, ἔφη, ἠνέσχεσθε ὑποκλῖναι τούτοις τὸ οὖς; Οὐκ οἴδατε ὅτι ἀλλότρια ταῦτα καὶ ξένα παντελῶς οὐ μόνον μοναχοῖς. ἀλλὰ καὶ πᾶσι πιστοῖς; Ποῖος γὰρ πνευματικὸς νόμος ταῦτα ποιεῖν ἐγκελεύεται; Τί δὲ ἀνοητότερον τὸ τὰς ἰδίας ἁμαρτίας ἐγκαταλείψαντας πενθεῖν, τοιούτοις ἐνασχολεῖσθαι προβλήμασιν;» Οἱ δὲ πρὸς αὐτόν· «Ἆρα, ὦ πάτερ, ἔφησαν, ἀλλότριοι τῆς πίστεως τυγχάνουσιν οἱ τὰ τοιαῦτα ποιεῖν ἐπαγγελλόμενοι;» Καὶ ὁ μέγας· «Οὐκ ἠκούσατε, φησί, τοῦ ἀποστόλου λέγοντος· Κατὰ δὲ τὴν σκληρότητα αὐτῶν καὶ ἀμετανόητον καρδίαν παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, εἰς τὸ εἶναι ἀναπολογήτους; Ἴσως, συνεργοῦντος τοῦ πονηροῦ δαίμονος, δύνανται ὡς διὰ ξηρᾶς περαιοῦσθαι εἰς τὸ καὶ ἑτέρους ἐπισπάσασθαι εἰς τὴν σφῶν κακίαν.

Τοιγαροῦν ἀπελθόντες εἴπατε αὐτοῖς· Ἐμοὶ μέν, ὦ ἀδελφοί, οὐκ ἀγών ἐστι τὸ πεζοπορεῖν ἐπὶ ὑδάτων ἢ ὄρη μεθιστᾶν ἢ λεγεῶνας ἐπιτάττειν, ἀλλὰ τὸ φυγεῖν τὰς ἐκεῖθεν τιμωρίας καὶ τὸ ὑπερβῆναι πάσας τὰς τοῦ πονηροῦ καθ’ ἡμῶν ἐπαναστάσεις. Εἰ δὲ καὶ τὸ κατ’ εἰκόνα ὡς χρὴ διατηρήσωμεν, καὶ ταῦτα δυνατὰ ἡμῖν. Γέγραπται γάρ·

Ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κακεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει. Περιττὰ γὰρ καὶ ἐπισφαλῆ τοῖς ἄλλως ταῦτα ἐπιζητοῦσι.» Τούτων ἀκούσαντες ἐκεῖνοι εὐθὺς ᾤχοντο. Ἄξιον δὲ καὶ τῶν ἑξῆς ἐπιμνησθῆναι.